← 普罗科皮乌斯

战史

§7.4.17-7.4.32

阿尔塔巴泽斯的决斗与罗马军的溃败

托提拉演说完毕后两军交锋,在单挑中阿尔塔巴泽斯斩杀了哥特勇士瓦拉里斯,自己却身负致命重伤。随后哥特军三百伏兵从后方出现,罗马军队陷入恐慌全线溃败。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.4.17

τί δ’ ἂν πολεμίων εὐαλωτότερον γένοιτο οἷς γε τὰ ἐκ θεοῦ δῆτα πεπραγμένα οὐχ ὑγιῶς ἔχει;1 καὶ μὴν καὶ τῷ ἐξ ἡμῶν ἐς αὐτοὺς δέει εὐέλπιδας ἂν ἡμᾶς ἐς τὸν ἀγῶνα γίνεσθαι πρέποι.

“对于那些由神明所造成的事态显然不佳的敌人,还有谁比他们更容易被击溃呢?况且,由于他们对我们心怀恐惧,我们理应满怀信心地投入这场较量。

§7.4.18

οὐ γὰρ ἐπ’ ἄλλους τινὰς ἀνθρώπων χωροῦμεν ἢ ὅσοι ἔναγχος ἐν μέσῃ Βερώνῃ γενόμενοι μεθέντες τε οὐδενὶ λόγῳ, καίπερ διώκοντος τῶν πάντων αὐτοὺς οὐδενός, οὕτω δὴ αἰσχρῶς ἐς φυγὴν ὥρμηντο.”

因为我们所迎击的绝非他人,正是不久前进占维罗纳中心,却无端放弃,甚至在全无追兵的情况下,便如此可耻地仓皇逃窜之辈。”

§7.4.19

Τοσαῦτα ὁ Τουτίλας παρακελευσάμενος τῶν οἱ ἑπομένων τριακοσίους ἐκέλευεν, ὅσον ἀπὸ σταδίων εἴκοσι τὸν ποταμὸν διαβαίνοντας, κατόπισθεν τοῦ τῶν πολεμίων στρατοπέδου γενέσθαι, καὶ ἐπειδὰν ἡ μάχη ἐν χερσὶ γένηται, κατὰ νώτου αὐτῶν ἰόντας βάλλειν τε καὶ ἐνοχλεῖν δυνάμει τῇ πάσῃ, ὅπως ἐκεῖνοι ξυνταραχθέντες οὐδεμιᾶς ἀλκῆς μνήσονται.

托提拉作了这番训勉之后,便命令身边的三百名随从在距此约二十斯塔德处渡河,迂回到敌军营地后方,一旦短兵相接,便从其背后全力进行射击与袭扰,使敌军陷入混乱,无暇思及任何抵抗。

§7.4.20

αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ αὐτίκα τὸν ποταμὸν διαβὰς εὐθὺ τῶν ἐναντίων ἐχώρει· οἱ δὲ Ῥωμαῖοι εὐθὺς ὑπηντίαζον. ἐπειδή τε ἀμφότεροι ὁδῷ ἰόντες ἐγγυτέρω ἀλλήλων ἐγένοντο, Γότθος ἀνήρ, Οὐάλαρις ὄνομα, μέγας τε τὸ σῶμα καὶ τὸ εἶδος φοβερὸς ἄγαν, ἔτι μέντοι δραστήριός τε καὶ ἀγαθὸς τὰ πολέμια, τὸν ἵππον ἐξελάσας πρὸ τοῦ ἄλλου στρατοῦ ἐν μεταιχμίῳ ἔστη, τεθωρακισμένος τε καὶ κράνος ἐν τῇ κεφαλῇ ἔχων, καὶ Ῥωμαίους ἅπαντας προὐκαλεῖτο, εἴ τίς οἱ βούλοιτο ἐς χεῖρας ἰέναι.

而他本人则立即率领其余全军渡河,径直向敌军推进;罗马人亦随即迎上前去。当双方在行进中彼此临近时,一名名叫瓦拉里斯的哥特勇士——此人体格魁梧,相貌凶悍异常,且身手矫捷、骁勇善战——策马冲出大军阵前,伫立在两军阵线之间。他身被胸甲,头戴铁盔,向全体罗马人搦战,问是否有人敢与他单挑。

§7.4.22

οἱ μὲν οὖν ἄλλοι κατωρρωδηκότες ἡσυχῆ ἔμενον, Ἀρταβάζης δὲ αὐτῷ ἐς ἀγῶνα κατέστη μόνος.

其余罗马人皆惊恐万分,按兵不动,唯有阿尔塔巴泽斯一人挺身而出与他较量。

§7.4.23

ἄμφω τοίνυν τὼ ἵππω κατ’ ἀλλήλοιν ἐλάσαντε, ἐπειδὴ ἄγχιστα ἵκοντο, τὰ δόρατα ὤθουν, Ἀρταβάζης δὲ προτερήσας ἔφθασε τὸν Οὐάλαριν ἐς πλευρὰν τὴν δεξιὰν παίσας.

于是两人策马对冲,当逼近到极近之处时,双双挺矛刺出;阿尔塔巴泽斯抢先一步,击中了瓦拉里斯的右胁。

§7.4.24

ὁ δὲ βάρβαρος καιρίαν τυπεὶς ὕπτιος ἐς τὴν γῆν πεσεῖν ἔμελλεν, ἀλλά οἱ τὸ δόρυ ἐξόπισθεν ἐπὶ τὸ ἔδαφος ἐπὶ πέτρας τινὸς ἐρεισθὲν πεσεῖν αὐτὸν οὐδαμῆ εἴα.

那蛮族身受致命重创,本要仰面摔倒在地,但他的长矛在背后支撑在地面的一块岩石上,使他丝毫不致倒下。

§7.4.25

ὁ δὲ Ἀρταβάζης ἐνέκειτο ἔτι μᾶλλον τὸ δόρυ ἐς τὰ τοῦ ἀνδρὸς ὠθῶν ἔγκατα. οὔπω γὰρ αὐτὸν ἤδη ἁλῶναι καιρίᾳ πληγῇ ὑπετόπαζεν.2

阿尔塔巴泽斯更加用力向前推进,将矛刺入此人的内脏;因为他当时尚未料到对方已被致命一击所制伏。

§7.4.26

οὕτω τε ξυνέβη Οὐαλάριδος τὸ τοῦ δόρατος ἄκρον σιδήριον σχεδόν τι ὀρθὸν γεγενημένον τοῦ Ἀρταβάζου θώρακος ἅπτεσθαι,3 κατὰ βραχύ τε προϊὸν διελθεῖν μὲν τὸν θώρακα ὅλον, ὀλισθῆσαν δὲ τοῦ δέρματος ἀμφὶ τὸν Ἀρταβάζου αὐχένα ψαῦσαι.

事情恰巧如此发生:瓦拉里斯的长矛铁尖几乎直立起来,触及了阿尔塔巴泽斯的胸甲,且逐渐深入,穿透了整块胸甲,滑入之后又触及了阿尔塔巴泽斯颈部的皮肤。

§7.4.27

τύχῃ τέ τινι ἀρτηρίαν ἐνταῦθά πη οὖσαν ἐπίπροσθεν ἰὼν ὁ σίδηρος τέμνει, καὶ ῥύσις αὐτίκα πολλοῦ αἵματος ἦν.

在某种偶然之下,铁刃继续前刺,割破了此处的一根动脉,顿时血流如注。

§7.4.28

αἴσθησις δὲ ὀδύνης οὐδεμία τῷ ἀνθρώπῳ ἐγίνετο, ἀλλ’ αὐτὸς μὲν ἐς τὸ Ῥωμαίων στράτευμα τὸν ἵππον ἀπήλαυνεν, Οὐάλαρις δὲ νεκρὸς αὐτοῦ ἔπεσε. καὶ Ἀρταβάζης δέ, τοῦ αἵματος οὐκέτι λωφήσαντος, τρίτῃ ὕστερον ἡμέρᾳ ἐξ ἀνθρώπων ἠφάνιστο, Ῥωμαίοις τε κατέσεισε τὴν πᾶσαν ἐλπίδα, ἐπεὶ καὶ τότε ἀπόμαχος ἐν τῇ ξυμβολῇ ταύτῃ γενόμενος οὐκ ἐπὶ μικροῖς τὰ πράγματα αὐτὸς ἔσφηλεν.

然而阿尔塔巴泽斯当时并未感到丝毫痛楚,他策马回到了罗马军队之中;而瓦拉里斯则当场倒地毙命。但阿尔塔巴泽斯也因血流不止,于三天之后离开了人世;这彻底动摇了罗马人的全部希望,因为单是他在此次交锋中退出战斗,便已在极大程度上毁掉了局势。

§7.4.30

ὁ μὲν γὰρ ἔξω βελῶν γεγονὼς τοῦ τραύματος ἐπεμελεῖτο, τὰ δὲ στρατεύματα ἄμφω ἐς χεῖρας ἦλθον.

就在他退到箭矢射程之外照料伤口之时,两军已短兵相接。

§7.4.31

Καρτερᾶς δὲ γενομένης τῆς ξυμβολῆς οἱ τριακόσιοι βάρβαροι κατόπισθεν τοῦ Ῥωμαίων στρατοῦ ὁδῷ ἰόντες ἐκ τοῦ αἰφνιδίου ἐφάνησαν, οὓς δὴ κατιδόντες Ῥωμαῖοι καὶ πολὺ πλῆθος εἶναι τῶν σφίσι μαχομένων οἰόμενοι ἔς τε ὀρρωδίαν ἔπεσον καὶ αὐτίκα ἐς φυγὴν ὥρμηντο, ὥσπερ ἑκάστῳ δυνατὰ γέγονε. φεύγοντάς τε οἱ βάρβαροι οὐδενὶ κόσμῳ Ῥωμαίους ἔκτεινον, καὶ πολλοὺς μὲν αὐτῶν ζωγρήσαντες ἐν φυλακῇ εἶχον, τὰ δὲ σημεῖα ξύμπαντα ἔλαβον, ὅπερ οὔπω πρότερον Ῥωμαίοις ξυνέπεσε. τῶν τε ἀρχόντων ὡς ἕκαστός πη ἐδύνατο ξὺν ὀλίγοις τισὶν ἔφευγε, καὶ τὰς πόλεις ὅπη ἔτυχον διασωθέντες ἐφύλασσον.

当搏杀正酣之际,那三百名蛮族突然沿路出现在罗马军队的后方;罗马人见状,以为与自己交战的敌人数量极为庞大,遂陷入恐慌,随即四散奔逃,各自按自己的能耐逃命。蛮族屠戮了毫无秩序溃逃的罗马人,生擒了其中许多人并严加看管,还缴获了全部军旗,这是罗马人此前从未遭遇过的事。诸位将领亦各自尽其所能率少数部下逃亡,并在死里逃生后分头把守所抵达的各座城镇。

语法注3 条
  1. 7.4.17οἷς γε τὰ ἐκ θεοῦ δῆτα πεπραγμένα οὐχ ὑγιῶς ἔχει

    关系代名词 οἷς 的先行词是 πολεμίων,与 γε 连用带有原因或限定色彩(“凡是……之人”)。动词 ἔχει 与副词 οὐχ ὑγιῶς 连用表示状态(“状况不佳”)。在普罗科匹厄斯的语言中,被动分词(πεπραγμένα)搭配 ἐκ 加属格(ἐκ θεοῦ)表示施事者(“由神明所造成的事态”),οἷς 则作关涉与格,意指神明所促成的局面对其不利。

  2. 7.4.25οὔπω γὰρ αὐτὸν ἤδη ἁλῶναι καιρίᾳ πληγῇ ὑπετόπαζεν

    接在动词 ὑπετόπαζεν(察觉、猜想)之后的带宾格不定式结构。不定式 ἁλῶναι(动词 ἁλίσκομαι 的不定过去式不定词)在此作被动意义使用(“被制伏”、“倒下”),καιρίᾳ πληγῇ 为手段与格(“被致命一击”)。

  3. 7.4.26Οὐαλάριδος τὸ τοῦ δόρατος ἄκρον σιδήριον σχεδόν τι ὀρθὸν γεγενημένον τοῦ Ἀρταβάζου θώρακος ἅπτεσθαι

    接在非人称动词 ξυνέβη 之后的“带宾格的不定式”结构。不定式 ἅπτεσθαι 的主语是 τὸ ... σιδήριον(铁尖),而属格 Οὐαλάριδος 修饰 τοῦ δόρατος,因语序倒装(hyperbaton)被置于句首。动词 ἅπτεσθαι 支配属格宾语 τοῦ Ἀρταβάζου θώρακος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.4.17-7.4.32