← 普罗科皮乌斯

战史

§7.40.12-7.40.28

西西里援军与托提拉的撤军

利贝里乌斯进入叙拉古后撤往帕诺尔穆斯,而阿尔塔巴内斯的舰队遭风暴吹散,本人漂至梅利特岛。与此同时,在被俘副官斯皮努斯的劝说下,托提拉率哥特大军结束对西西里的劫掠并返回意大利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.40.12

Λιβέριος δέ, οὔπω τι πεπυσμένος ὧνπερ βασιλεῖ ἀμφὶ τῷ στόλῳ τούτῳ μετέμελε,1 Συρακούσαις προσέσχε πολιορκουμέναις πρὸς τῶν πολεμίων.

利贝里乌斯对皇帝已就这支舰队改变心意之事尚一无所知,抵达了正遭敌军围攻的叙拉古。

§7.40.13

βιασάμενός τε τοὺς ταύτῃ βαρβάρους ἔς τε τὸν λιμένα κατῆρε καὶ παντὶ τῷ στόλῳ ἐντὸς τοῦ περιβόλου ἐγένετο. καὶ Ἀρταβάνης δὲ οὐ πολλῷ ὕστερον ἐν Κεφαλωνίᾳ γενόμενος, ἐπειδὴ τοὺς ἀμφὶ Λιβέριον ἤδη ἐνθένδε ἀναχθέντας ἐπὶ Σικελίας κεχωρηκέναι ἔγνω, ἄρας ἐνθένδε πέλαγος αὐτίκα τὸ Ἀδριατικὸν καλούμενον διέβη.

他冲破了当地蛮族人的阻击,驶入港口,并率全支舰队进入了城墙之内。不久之后,阿尔塔巴内斯抵达凯法利尼亚,当他得知利贝里乌斯一行已经从那里启航前往西西里时,便立即从当地起航,横渡所谓的亚得里亚海。

§7.40.15

ἐπεὶ δὲ Καλαβρῶν ἀγχοῦ ἐγένετο, χειμῶνός οἱ ἐξαισίου ἐπιπεσόντος καὶ τοῦ πνεύματος σκληροῦ τε ὑπεράγαν ὄντος καὶ ἀπ’ ἐναντίας σφίσιν ἰόντος, οὕτως ἁπάσας διασκεδάννυσθαι τὰς ναῦς ξυνηνέχθη, ὡς δοκεῖν ὅτι δὴ αἱ πολλαὶ ἐς τὴν Καλαβρίαν ἐξενεχθεῖσαι ὑπὸ τοῖς πολεμίοις ἐγένοντο.

当他靠近卡拉布利亚时,一场罕见的风暴降临在他身上,狂风极其猛烈且迎面扑来,致使所有船只都被吹散,以致人们以为大部分船只已被冲上卡拉布利亚并落入敌手。

§7.40.16

οὐκ ἦν δὲ οὕτως, ἀλλὰ πρὸς τοῦ πνεύματος ξὺν βίᾳ πολλῇ διωθούμεναι ἀνέστρεφόν τε βιαζόμεναι ὑπερφυῶς καὶ αὖθις ἐν Πελοποννήσῳ ἐγένοντο. καὶ ταῖς ἄλλαις δέ, ὅπη παρατύχῃ, ἢ διεφθάρθαι ἢ διασεσῶσθαι τετύχηκε.

但事实并非如此,船只被大风以极大的力量推回,在遭受猛烈的冲击下掉转方向,再度返回了伯罗奔尼撒。至于其他的船只,全凭机缘,要么被毁,要么得以生还。

§7.40.17

ναῦς δὲ μία, ἐν ᾗ ἔπλει Ἀρταβάνης αὐτός, τοῦ ἱστοῦ οἱ ἐν τῷ σάλῳ τούτῳ ἀποκοπέντος, ἐς τοσόνδε κινδύνου ἐλθοῦσα, πρός τε τοῦ ῥοθίου φερομένη καὶ τῷ κλύδωνι ἐπισπομένη Μελίτῃ προσέσχε τῇ νήσῳ. οὕτω μὲν Ἀρταβάνην διασεσῶσθαι ἐκ τοῦ ἀπροσδοκήτου ξυνέπεσε.

阿尔塔巴内斯本人所乘的一艘船,在这次巨浪中折断了桅杆,陷入了极大的险境,随波逐流并被汹涌的浪涛席卷,最终漂抵梅利特岛。阿尔塔巴内斯就这样意外地死里逃生。

§7.40.18

Λιβέριος δὲ οὔτε τοῖς πολιορκοῦσιν ἐπεξιέναι ἢ μάχῃ πρὸς αὐτοὺς οἷός τε ὢν διακρίνεσθαι, καὶ τῶν ἐπιτηδείων σφίσιν ἅτε πολλοῖς οὖσιν ἐς πλείω χρόνον οὐδαμῆ διαρκούντων, ἄρας ἐνθένδε ξὺν τοῖς ἑπομένοις καὶ τοὺς πολεμίους λαθὼν ἐς Πάνορμον ἀπεχώρησε.

利贝里乌斯既无法向围城之敌出击,亦不能与他们在交锋中决一胜负,又因人多势众,粮饷断难长久维持,遂率部下从当地启航,在敌军不知不觉中退往帕诺尔穆斯。

§7.40.19

Τουτίλας δὲ καὶ Γότθοι σχεδόν τι ἅπαντα ληϊσάμενοι τὰ ἐπὶ Σικελίας χωρία ἵππων μὲν ἐπαγόμενοι καὶ ζῴων ἄλλων μέγα τι χρῆμα, σῖτον δὲ καὶ τοὺς ἄλλους καρποὺς ἅπαντας ἐκ τῆς νήσου μετενεγκόντες καὶ πάντα τὰ χρήματα, μεγάλα κομιδῆ ὄντα, ἐν τοῖς πλοίοις ἐνθέμενοι, τήν τε νῆσον ἐξαπιναίως ἐξέλιπον καὶ ἐς τὴν Ἰταλίαν ἀνέστρεφον, τρόπῳ ὁρμώμενοι τοιῷδε.

托提拉和哥特人几乎洗劫了西西里全境的所有地区,带走了极多的马匹和其他牲畜,将岛上的所有粮食及其他农作物运走,并把极巨的全部金银财宝装上船只,随后突告弃岛返回意大利,其起因如下。

§7.40.20

τῶν τινὰ Ῥωμαίων, Σπῖνον ὄνομα, ἐκ Σπολιτίου ὁρμώμενόν οἱ αὐτῷ πάρεδρον οὐ πολλῷ πρότερον καταστησάμενος Τουτίλας ἔτυχεν.

托提拉在此前不久,恰好任命了一位原籍斯波莱蒂乌姆、名叫斯皮努斯的罗马人为自己的副官。

§7.40.21

οὗτος ἀνὴρ ἐν πόλει Κατάνῃ, ἀτειχίστῳ οὔσῃ, διατριβὴν εἶχε. τύχη τέ τις αὐτῷ ξυνέβη ὑπὸ τοῖς πολεμίοις ἐνταῦθα γενέσθαι.

此人当时停留在无城墙防御的卡塔纳城中。他遭遇不幸,在当地沦入敌手。

§7.40.22

ὃν δὴ ῥύεσθαι ὁ Τουτίλας ἐπειγόμενος τῶν τινὰ ἐπιφανῶν γυναῖκα, αἰχμάλωτον οὖσαν, ἀφεῖναι Ῥωμαίοις ἀντ’ αὐτοῦ ἤθελε.

托提拉急于救他,便想以一名被俘的高贵妇人换回他,将她交还给罗马人。

§7.40.23

γυναῖκα δὲ Ῥωμαῖοι οὐδαμῆ ἐδικαίουν ἀνταλλάξασθαι ἀνδρὸς τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχοντος.

但罗马人绝不认为用一名妇人去交换一位担任所谓“总监”官职的男子是正当的。

§7.40.24

δείσας οὖν ὁ ἀνὴρ μὴ παρὰ τοῖς πολεμίοις διαφθαρείη, ὡμολόγησε Ῥωμαίοις αὐτίκα Τουτίλαν ἀναπείσειν Σικελίας μὲν ἀπανίστασθαι, παντὶ δὲ τῷ Γότθων στρατῷ ἐς Ἰταλίαν διαπορθμεύσασθαι.

于是此人害怕在敌营中遭害,便当即向罗马人许诺,必定劝说托提拉撤离西西里,并率全体哥特大军渡海返回意大利。

§7.40.25

καὶ οἱ μὲν ὅρκοις αὐτὸν σφίσιν ἀμφὶ ταύτῃ τῇ ὁμολογίᾳ καταληφθέντα Γότθοις ἀπέδοσαν, ἀντ’ αὐτοῦ τὴν γυναῖκα κεκομισμένοι.

罗马人便以此项协议用誓言将他约束,接回了那位妇人,并将他送回哥特人处。

§7.40.26

ὁ δὲ Τουτίλᾳ ἐς ὄψιν ἥκων οὐκ ἐπὶ τῷ σφετέρῳ ξυμφόρῳ Γότθους ἔφασκε Σικελίαν ληϊσαμένους σχεδόν τι ὅλην ὀλίγων τινῶν φρουρίων διατριβὴν ἐνταῦθα ἔχειν.2

他面见托提拉后声称,哥特人在几乎劫掠了整个西西里之后,为少数几个要塞在当地耗费时日,并非对自身有利。

§7.40.27

ἔναγχος γὰρ ἰσχυρίζετο ἀκηκοέναι, ἡνίκα παρὰ τοῖς πολεμίοις ἐτύγχανεν ὤν, Γερμανὸν μὲν τὸν βασιλέως ἀνεψιὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι, Ἰωάννην δὲ τὸν αὐτοῦ κηδεστὴν καὶ Ἰουστινιανὸν τὸν αὐτοῦ παῖδα παντὶ τῷ πρὸς Γερμανοῦ συλλεγέντι στρατῷ εἶναι μὲν ἤδη ἐν Δαλματίᾳ, εὐθὺ δὲ Λιγουρίας αὐτίκα δὴ μάλα ξυσκευαζομένους ἐνθένδε χωρήσειν, ἐφ’ ᾧ δὴ Γότθων ἐξ ἐπιδρομῆς παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσουσι καὶ χρήματα ληΐσονται πάντα,3 οἷσπερ ἡμᾶς ὑπαντιάζειν ἄμεινον ἂν εἴη ἐν τῷ ἀσφαλεῖ ξὺν τοῖς οἰκείοις διαχειμάζοντας.

因为他坚称,当他恰在敌营时,最近听闻皇帝的堂兄盖尔马努斯已经辞世,而其姻亲约翰与其子查士丁尼已率盖尔马努斯所集结的全部大军进驻达尔马提亚,并将迅速整顿行装从那里直扑利古里亚,意在突袭并掳掠哥特人的妇孺为奴,掠夺全部资财;与其如此,不如由我们与家眷在安全之地过冬,同时迎击这些敌人,方为上策。

§7.40.28

ἢν γὰρ ἐκείνων περιεσόμεθα, Σικελίας αὖθις ἅμα ἦρι ἀρχομένῳ παρέσται ἡμῖν ἀδεέστερον ἐπιβήσεσθαι πολέμιον οὐδὲν ἐν νῷ ἔχουσι.

因为我们若能战胜他们,待初春来临之际,便可在无后顾之忧的情况下,更加安心地重返西西里。

语法注3 条
  1. 7.40.12ὧνπερ βασιλεῖ ἀμφὶ τῷ στόλῳ τούτῳ μετέμελε

    由无人称动词 μετέμελε 构成的句式,该动词支配表人的与格(βασιλεῖ)与表事的属格。先行词 τούτων 被省略,关系代名词 ὧνπερ 受 μετέμελε 支配而用属格,意为“皇帝就这支舰队所反悔(改变心意)之事”。

  2. 7.40.26ὀλίγων τινῶν φρουρίων διατριβὴν ἐνταῦθα ἔχειν

    短语 ὀλίγων τινῶν φρουρίων 作表示原因或目的的属格(省略了 ἕνεκα),修饰动词性短语 διατριβὴν ἔχειν(停留、消磨时间),构成了“为了少数几个要塞在此逗留”的句意。

  3. 7.40.27ἐφ’ ᾧ δὴ Γότθων ἐξ ἐπιδρομῆς παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσουσι καὶ χρήματα ληΐσονται πάντα

    连词短语 ἐφ’ ᾧ 后接将来时直陈语气动词(ἀνδραποδίσουσι, ληΐσονται),表示目的或意图的惯用句式(“旨在……”、“为了……”)。它修饰前面的不定式 χωρήσειν,说明敌军进军的目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.40.12-7.40.28