← 普罗科皮乌斯

战史

§7.40.1-7.40.11

斯拉夫人的退却与盖尔马努斯猝逝

盖尔马努斯在萨尔狄卡整军备战之际,入侵的斯拉夫人因闻其威名而退却,但他却在即将进军意大利前突发急病身亡,查士丁尼遂命约翰等人接管大军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.40.1

Γερμανοῦ δὲ τὸ στράτευμα ἐν Σαρδικῇ, τῇ Ἰλλυριῶν πόλει, ἀγείραντός τε καὶ διέποντος, ἅπαντά τε ἰσχυρότατα ἐξαρτυομένου τὰ ἐς τὴν τοῦ πολέμου παρασκευήν, Σκλαβηνῶν ὅμιλος ὅσος οὔπω πρότερον1 ἀφίκετο ἐς Ῥωμαίων τὴν γῆν· Ἴστρον τε ποταμὸν διαβάντες ἀμφὶ Νάϊσον ἦλθον.

当盖尔马努斯在伊利里亚的萨尔狄卡城召集并整顿军队、全力以赴筹备战事的一切资具时,一支前所未有的斯拉夫人大军侵入罗马领土;他们渡过伊斯特罗斯河,进抵奈苏斯附近。

§7.40.2

ὧν δὴ ὀλίγους τινὰς ἀποσκεδασθέντας μὲν τοῦ στρατοπέδου, πλανωμένους δὲ καὶ κατὰ μόνας περιιόντας τὰ ἐκείνῃ χωρία τῶν τινὲς Ῥωμαίων καταλαβόντες τε καὶ ξυνδήσαντες ἀνεπυνθάνοντο ὅτου δὴ ἕνεκα οὗτος δὴ ὁ τῶν Σκλαβηνῶν στρατὸς καὶ ὅ τι κατεργασόμενοι διέβησαν ποταμὸν Ἴστρον.

其中少数几人脱离了大营,在当地四处游荡、单独走动,被一些罗马士兵捕获并捆绑起来;士兵们盘问他们,这支斯拉夫人军队究竟为何渡过伊斯特罗斯河,以及他们打算作何图谋。

§7.40.3

οἱ δὲ ἰσχυρίσαντο ὡς Θεσσαλονίκην τε αὐτὴν καὶ πόλεις τὰς ἀμφ’ αὐτὴν πολιορκίᾳ ἐξαιρήσοντες ἥκοιεν. ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσεν, ἄγαν τε ξυνεταράχθη καὶ πρὸς Γερμανὸν εὐθὺς ἔγραψεν, ὁδὸν μὲν ἐν τῷ παραυτίκα τὴν ἐπὶ Ἰταλίαν ἀναβαλέσθαι, Θεσσαλονίκῃ δὲ καὶ πόλεσι ταῖς ἄλλαις ἀμῦναι, καὶ τὴν Σκλαβηνῶν ἔφοδον ὅση δύναμις ἀποκρούσασθαι. καὶ Γερμανὸς μὲν ἀμφὶ ταῦτα διατριβὴν εἶχε.

俘虏坚称,他们是来攻打并围陷塞萨洛尼基及其周边诸城的。皇帝闻讯后大为震惊,立即写信给盖尔马努斯,命他暂时推迟进军意大利的行程,前往救援塞萨洛尼基及其他城镇,并全力击退斯拉夫人的进犯。于是盖尔马努斯便专心处理这些事务。

§7.40.4

Σκλαβηνοὶ δὲ γνόντες διαρρήδην πρὸς τῶν αἰχμαλώτων Γερμανὸν ἐν Σαρδικῇ εἶναι ἐς δέος ἦλθον· μέγα γὰρ ὄνομα ἐς τούτους δὴ τοὺς βαρβάρους ὁ Γερμανὸς εἶχεν ἐξ αἰτίας τοιᾶσδε. ἡνίκα Ἰουστινιανὸς ὁ Γερμανοῦ θεῖος τὴν βασιλείαν εἶχεν, Ἄνται, οἳ Σκλαβηνῶν ἄγχιστα ᾤκηνται, Ἴστρον ποταμὸν διαβάντες στρατῷ μεγάλῳ ἐσέβαλον ἐς Ῥωμαίων τὴν γῆν.

而斯拉夫人从战俘那里确凿得知盖尔马努斯身在萨尔狄卡时,便陷入了极大的恐慌;因为盖尔马努斯在这些蛮族人中享有极高的声望,其缘由如下。当盖尔马努斯的叔父查士丁尼在位时,居住在距斯拉夫人最近之处的安特斯人率大军渡过伊斯特罗斯河,入侵罗马领地。

§7.40.6

ἐτύγχανε δὲ Γερμανὸν βασιλεὺς Θρᾴκης ὅλης στρατηγὸν καταστησάμενος οὐ πολλῷ πρότερον. ὃς δὴ ἐς χεῖρας ἐλθὼν τῷ τῶν πολεμίων στρατῷ κατὰ κράτος τε μάχῃ νικήσας σχεδόν τι ἅπαντας ἔκτεινε, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ὁ Γερμανὸς ἐς πάντας ἀνθρώπους καὶ διαφερόντως ἐς τούτους δὴ τοὺς βαρβάρους περιεβάλετο.

恰在此前不久,皇帝任命盖尔马努斯为整个色雷斯的统帅。他率军与敌军交战,并在交锋中以压倒之势大获全胜,几乎将敌军全歼;盖尔马努斯因此战功在世人间赢得了巨大的名望,在这些蛮族人中尤为卓著。

§7.40.7

δειμαίνοντες οὖν αὐτόν, ὥσπερ μοι εἴρηται, Σκλαβηνοί, ἅμα δὲ καὶ δύναμιν ἀξιολογωτάτην αὐτὸν ἐπάγεσθαι οἰόμενοι ἅτε πρὸς βασιλέως στελλόμενον ἐπὶ Τουτίλαν τε καὶ Γότθους, ὁδοῦ μὲν εὐθὺς τῆς ἐπὶ Θεσσαλονίκην ἀπέσχοντο, ἐς δὲ τὸ πεδίον καταβῆναι οὐκέτι ἐτόλμων, ἀλλὰ ξύμπαντα τὰ ὄρη τὰ Ἰλλυριῶν διαμείψαντες ἐν Δαλματίᾳ ἐγένοντο.

因此,正如我所说的那样,斯拉夫人既畏惧于他,同时又以为他既然受皇帝之命去征讨托提拉与哥特人,必定统领着一支精锐之师,遂立即放弃了进军塞萨洛尼基的打算,也不再敢下到平原,而是翻越了伊利里亚的所有山峦,来到了达尔马提亚。

§7.40.8

ὧν δὴ ὁ Γερμανὸς ἀφροντιστήσας πάσῃ ἐπήγγελλε τῇ στρατιᾷ ξυσκευάζεσθαι, ὡς ἡμέραιν δυοῖν ὕστερον ὁδοῦ ἐνθένδε τῆς ἐπὶ τὴν Ἰταλίαν ἀρξόμενος.2

盖尔马努斯对此不再挂虑,随即向全军下达整顿行装的命令,打算在两天后从当地启程开赴意大利。

§7.40.9

Ἀλλά τις αὐτῷ ξυνέπεσε τύχη νοσήσαντι ἐξαπιναίως τὸν βίον διαμετρήσασθαι.3 εὐθυωρόν τε ὁ Γερμανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ ἀνδρεῖός τε καὶ δραστήριος ἐς τὰ μάλιστα, ἐν μὲν τῷ πολέμῳ στρατηγός τε ἄριστος καὶ αὐτουργὸς δεξιός, ἐν δὲ εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασι τά τε νόμιμα καὶ τὸν τῆς πολιτείας κόσμον βεβαιότατα φυλάσσειν ἐξεπιστάμενος, δικάσας μὲν ὀρθότατα πάντων μάλιστα, χρήματα δὲ τοῖς δεομένοις ἅπασι δεδανεικὼς μεγάλα καὶ τόκον οὐδ’ ὅσον λόγῳ κεκομισμένος πρὸς αὐτῶν πώποτε, ἐν Παλατίῳ μὲν καὶ τῇ ἀγορᾷ ἐμβριθέστατός τε καὶ σοβαρὸς ἄγαν, ἑστιάτωρ δὲ καθ’ ἡμέραν οἴκοι ἡδύς τε καὶ ἐλευθέριος καὶ ἐπίχαρις, οὐδέ τι ἐν Παλατίῳ ἁμαρτάνεσθαι παρὰ τὰ εἰωθότα ὅση δύναμις ξυγχωρῶν, οὐδὲ στασιώταις τοῖς ἐν Βυζαντίῳ τῆς βουλήσεως ἢ τῆς ὁμιλίας μεταλαχὼν πώποτε, καίπερ καὶ τῶν ἐν δυνάμει πολλῶν ἐς τοῦτο ἀτοπίας ἐληλακότων. ταῦτα μὲν οὖν τῇδε κεχώρηκε.

然而,厄运降临在他身上,他突发疾病,走完了生命的历程。盖尔马努斯就这样顷刻间与世长辞——他是一个极其勇敢且行事果决之人,在战时既是卓越的将领又是身先士卒的能手,在和平与昌盛时期最懂得坚守法度和国家体制,审断案件最为公正,将巨资借贷给所有有求之人却从未向他们索取分文利息,在皇宫与广场中庄严肃穆、威仪具足,在私邸中却每日都是和蔼、慷慨而讨喜的宴客主人,在皇宫中竭力不容许有任何违背惯例的差错,也从未同拜占庭的党争派系有过任何意气或交往的牵扯,即便许多当权者在荒谬方面早已走到这一步。凡此种种,皆如是告一段落。

§7.40.10

Βασιλεὺς δὲ τοῖς ξυμπεσοῦσι περιώδυνος γεγονὼς Ἰωάννην ἐκέλευε, τὸν Βιταλιανοῦ μὲν ἀδελφιδοῦν. Γερμανοῦ δὲ γαμβρόν, ξὺν Ἰουστινιανῷ θατέρῳ τοῖν Γερμανοῦ παίδοιν τῷ στρατῷ τούτῳ ἐς τὴν Ἰταλίαν ἡγήσασθαι.

皇帝因这一变故悲痛不已,便命维塔利阿努斯的侄子、盖尔马努斯的女婿约翰,同盖尔马努斯的两个儿子中的一人查士丁尼一起率领这支大军开赴意大利。

§7.40.11

καὶ οἱ μὲν τὴν ἐπὶ Δαλματίας ᾔεσαν, ὡς ἐν Σάλωσι διαχειμάσοντες, ἐπεὶ ἀδύνατα σφίσιν ᾤοντο εἶναι τηνικάδε τοῦ καιροῦ περιιοῦσι τὴν τοῦ κόλπου περίοδον ἐς Ἰταλίαν κομίζεσθαι· διαπορθμεύεσθαι γὰρ νηῶν σφίσιν οὐ παρουσῶν ἀμήχανα ἦν.

他们遂取道达尔马提亚,准备在萨洛纳过冬,因为他们认为在一年中的这个时候绕行海湾前往意大利对他们而言是不可能的;在没有船只的情况下,渡海横越对他们而言是断然办不到的。

语法注3 条
  1. 7.40.1ὅσος οὔπω πρότερον

    一种惯用的紧缩结构,关系代词 ὅσος 在关系从句中省去了动词,直接修饰名词 ὅμιλος,表示极高级别的程度或数量,即“前所未有的”。

  2. 7.40.8ὡς ἡμέραιν δυοῖν ὕστερον ὁδοῦ ἐνθένδε τῆς ἐπὶ τὴν Ἰταλίαν ἀρξόμενος

    连词 ὡς 与将来时分词 ἀρξόμενος(主格单数阳性,与主句主语 ὁ Γερμανός 一致)连用,表示主语公开宣称的意图(“打算……/定于……”)。属格 ὁδοῦ 是表“开始”的动词 ἄρχομαι 所支配的宾语,ἡμέραιν δυοῖν 则是双数与格,表示时间(“两天后”)。

  3. 7.40.9Ἀλλά τις αὐτῷ ξυνέπεσε τύχη νοσήσαντι ἐξαπιναίως τὸν βίον διαμετρήσασθαι

    名词 τύχη 作为动词 ξυνέπεσε 的语法主语,后续的不定词短语(νοσήσαντι ... τὸν βίον διαμετρήσασθαι)说明该事件的具体内容。与格 αὐτῷ νοσήσαντι 充当不定词的逻辑主语。此外,τὸν βίον διαμετρήσασθαι(“度量完一生”)是表示离世的典雅委婉说法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.40.1-7.40.11