← 普罗科皮乌斯

战史

§7.39.15-7.39.29

盖尔马努斯集结大军与第十五年战事结束

盖尔马努斯凭借雄厚财力及与玛塔松莎的联姻迅速集结起大军;消息传至意大利,哥特人士气受挫而罗马守军振奋,琴图姆切莱的迪奥根尼斯亦拒绝向托提拉按期交城,战争第十五年随之告终。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.39.15

ἤλπιζε γάρ, ἢν ξὺν αὐτῷ ἐν τῷ στρατοπέδῳ ἡ γυνὴ εἴη,1 αἰσχύνεσθαι, ὡς τὸ εἰκός, Γότθους ὅπλα ἐπ’ αὐτὴν ἀνελέσθαι, ἀναμνησθέντας τῆς Θευδερίχου τε καὶ Ἀταλαρίχου ἀρχῆς.

因为他指望,如果妻子随他留驻军营,哥特人念及狄奥多里克与阿塔拉里克的统治,按常理会对向她挥戈兵戎感到羞愧。

§7.39.16

ἔπειτα δὲ χρήματα μεγάλα τὰ μὲν ἐκ βασιλέως, τὰ δὲ πλείω οἴκοθεν οὐδεμιᾷ φειδοῖ προϊέμενος στρατιὰν ἐκ τοῦ ἀπροσδοκήτου πολλὴν ἀνδρῶν μαχιμωτάτων ἀγεῖραι δι’ ὀλίγου εὐπετῶς ἴσχυσε.

随后,盖尔马努斯毫不吝惜地倾注巨资——一部分来自皇帝,更多则来自家资——出人意料地轻而易举在短时间内召集起一支由极善战之士组成的大军。

§7.39.17

Ῥωμαῖοί τε γάρ, ἄνδρες ἀγαθοὶ τὰ πολέμια, τῶν ἀρχόντων πολλοὺς ὧν δὴ δορυφόροι τε καὶ ὑπασπισταὶ ἦσαν, ἐν ὀλιγωρίᾳ πεποιημένοι, Γερμανῷ εἵποντο, ἔκ τε Βυζαντίου καὶ τῶν ἐπὶ Θρᾴκης χωρίων καὶ Ἰλλυριῶν οὐδέν τι ἧσσον, Ἰουστίνου τε καὶ Ἰουστινιανοῦ, τῶν αὐτοῦ παίδων, πολλὴν ἐνδειξαμένων περὶ ταῦτα σπουδήν, ἐπεὶ καὶ αὐτοὺς ἐπαγαγόμενος ἀπιὼν ᾤχετο. τινὰς δὲ καὶ ἐκ καταλόγων ἱππικῶν οἳ ἐπὶ τῆς Θρᾴκης ἵδρυντο, δόντος βασιλέως, ξυνέλεξε.

因为在战事上骁勇的罗马人轻视了许多他们曾担任贴身侍卫和盾牌手的长官,纷纷追随盖尔马努斯,不仅来自拜占庭和色雷斯各地,来自伊利里亚的亦不在少数,盖尔马努斯之子查士丁与查士丁尼在此事上也展现了极大的热忱;因为盖尔马努斯出发时也将他们一并带去。经皇帝允准,他还从驻扎在色雷斯的骑兵连队中招募了若干兵员。

§7.39.19

καὶ βάρβαροι πολλοὶ οἵπερ ἀμφὶ ποταμὸν Ἴστρον διατριβὴν εἶχον, κατὰ κλέος τοῦ Γερμανοῦ ἥκοντες καὶ χρήματα πολλὰ κεκομισμένοι, ἀνεμίγνυντο τῷ Ῥωμαίων στρατῷ. ἄλλοι τε βάρβαροι ἐκ πάσης ἀγειρόμενοι ξυνέρρεον γῆς. καὶ ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος ὁπλίτας χιλίους ἐν παρασκευῇ πεποιημένος αὐτίκα δὴ μάλα ὑπέσχετο πέμψειν.

许多居住在伊斯特罗斯河沿岸的蛮族人也慕盖尔马努斯之威名而来,领得丰厚钱财,混编入罗马军中。其他各地的蛮族人也纷至沓来。伦巴第人的首领准备了一千名重步兵,并允诺立即派往。

§7.39.21

Τούτων δὴ καὶ πλειοτέρων ἐς τὴν Ἰταλίαν ἀγγελλομένων, οἷα δὴ ἐξεργάζεσθαι εἴωθεν ἐς τὰ ἀνθρώπεια προϊοῦσα ἡ φήμη, Γότθοι ἅμα μὲν ἔδεισαν, ἅμα δὲ καὶ ἐν ἀπόρῳ ἐγένοντο, εἰ σφίσιν ἐς γένος τὸ Θευδερίχου πολεμητέα εἴη.2

当这些以及更夸张的传闻传到意大利时——正如流言在世间传播时惯常演变的那样——哥特人既感到恐惧,又陷入了是否应当对狄奥多里克家族开战的困惑之中。

§7.39.22

στρατιῶται δὲ Ῥωμαίων, ὅσοι Γότθοις ἐτύγχανον ἀκούσιοι ξυστρατεύοντες, ἄγγελον πέμψαντες Γερμανῷ σημαίνειν ἐκέλευον ὡς, ἐπειδὰν τάχιστα ἐν Ἰταλίᾳ γενόμενον αὐτὸν ἴδοιεν, ἐνστρατοπεδευομένην τε τὴν αὐτοῦ στρατιάν, καὶ αὐτοὶ οὐδέν τι μελλήσαντες ξὺν ἐκείνοις τετάξονται πάντως.

而那些被迫与哥特人并肩作战的罗马士兵派使者告知盖尔马努斯:一旦见到他踏足意大利且大军扎营,他们必将毫不迟疑、坚决转向其阵营。

§7.39.23

οἷς δὴ ἅπασι θαρσήσαντες οἱ τοῦ βασιλέως στρατοῦ ἔν τε Ῥαβέννῃ καὶ εἴ που ἄλλη πόλις σφίσι λελεῖφθαι τετύχηκεν, εὐέλπιδες ἰσχυρότατα γεγενημένοι, τὰ χωρία βασιλεῖ ἐς τὸ ἀκριβὲς φυλάσσειν ἠξίουν.

拉文纳以及碰巧仍在他们手中的其他城镇里的皇帝军将士,受这一切的鼓舞而深怀希望,立誓要为皇帝严守这些堡垒。

§7.39.24

ἀλλὰ καὶ ὅσοι ξὺν τῷ Βήρῳ τὰ πρότερα ἢ ἄλλοις τισὶ τοῖς πολεμίοις ἐς χεῖρας ἐλθόντες ἡσσημένοι τε τῶν ἐναντίων ἐν τῇ ξυμβολῇ διέφυγόν τε καὶ σκεδαννύμενοι περιῄεσαν, ὅπη ἑκάστῳ τετύχηκεν, ἐπειδὴ ὁδῷ ἰέναι Γερμανὸν ἤκουσαν, ἀθρόοι ἐν Ἰστρίᾳ γεγενημένοι, ἐνταῦθά τε τὸ στράτευμα τοῦτο προσδεχόμενοι, ἡσυχῆ ἔμενον.

不仅如此,凡此前随同维鲁斯或其他一些人与敌军交战、在交锋中被对手击败而逃遁、流落四处的散兵,一听闻盖尔马努斯正在行军,便全都在伊斯特里亚集结,在那里等待这支大军,静静留驻。

§7.39.25

Τότε δὴ ὁ Τουτίλας, ἡμέρα γὰρ ἡ ξυγκειμένη αὐτῷ τε καὶ Διογένει ἀμφὶ Κεντουκέλλαις εἱστήκει, πέμψας παρ’ αὐτὸν ἐκέλευέν οἱ κατὰ τὰ ξυγκείμενα τὴν πόλιν ἐνδοῦναι.

此时,托提拉因他与迪奥根尼斯就琴图姆切莱达成的约定日期已至,便派人前往,令其依照协议交出该城。

§7.39.26

Διογένης δὲ τούτου δὴ κύριος ἔφασκεν αὐτὸς οὐκέτι εἶναι· ἀκηκοέναι γὰρ αὐτοκράτορα τοῦδε τοῦ πολέμου τὸν Γερμανὸν καταστῆναί τε καὶ ξὺν τῷ στρατῷ οὐκ ἄποθεν εἶναι.

迪奥根尼斯却宣称自己已对此事无权做主;因为他听闻盖尔马努斯已被任命为此战的全权统帅,且已率军行进至不远处。

§7.39.27

τῶν δὲ ὁμήρων βουλομένῳ οἱ αὐτῷ εἶναι3 τοὺς μὲν σφετέρους ἀπολαβεῖν, τοὺς δὲ πρὸς Γότθων σφίσι δεδομένους ἀποτιννύναι.

至于人质,他表示愿意领回本方之人,并将哥特人交给他们的人质予以退还。

§7.39.28

τούς τε σταλέντας ἀποπεμψάμενος τοῦ τῆς πόλεως φυλακτηρίου ἐπεμελεῖτο, Γερμανόν τε καὶ τὸ ξὺν αὐτῷ καραδοκῶν στράτευμα.

他打发了使者后,便专心加强城池的戒备,期盼着盖尔马努斯及其大军的到来。

§7.39.29

ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε, καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ πέμπτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.

这些事情就这样进行着;冬季结束,普罗科匹乌斯所记载的这场战争的第十五个年头也随之告终。

语法注3 条
  1. 7.39.15ἢν ξὺν αὐτῷ ἐν τῷ στρατοπέδῳ ἡ γυνὴ εἴη

    间接引语(依附于 ἤλπιζε)中的条件从句。直接引语中的将来假定(ἐὰν ᾖ)在历史时态主动词之后转为希求语气(εἴη)。

  2. 7.39.21εἰ σφίσιν ἐς γένος τὸ Θευδερίχου πολεμητέα εἴη

    由 εἰ 引导的间接疑问从句,含有审虑(deliberative)意味。动词性形容词 πολεμητέα 采用中性复数作无人称使用(等同于单数 πολεμητέον),σφίσιν 为动因与格,ἐς γένος 表示交战针对的对象。

  3. 7.39.27τῶν δὲ ὁμήρων βουλομένῳ οἱ αὐτῷ εἶναι

    承接前句 ἔφασκεν 的间接引语。此处使用了 βουλομένῳ τινί ἐστι(“某人愿意/希望”)这一与格惯用表达并转换为不定词(εἶναι),间接反身代词 οἱ 与强调代词 αὐτῷ 均指代迪奥根尼斯本人。τῶν ὁμήρων 则是表示范围或涉及话题的属格(“至于人质”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.39.15-7.39.29