← 普罗科皮乌斯

战史

§7.4.1-7.4.16

阿尔塔巴泽斯的进言与托提拉的演说

托提拉率五千兵力逼近,阿尔塔巴泽斯劝告罗马将领切莫轻敌并建议半渡而击,但将领们因争执不决而坐失良机;与此同时,托提拉在渡河前召集大军训话,强调此役关乎存亡并指出敌军多行不义,以此激励全军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.4.1

Τουτίλας δὲ τὰ ἐν Βερώνῃ ξυμπεσόντα μαθὼν Γότθων τε τῶν ἐκ Βερώνης πολλοὺς μετεπέμπετο, καὶ ἐπεὶ παρῆσαν, παντὶ τῷ στρατῷ, ἐς πεντακισχιλίους ὄντι, ἐπὶ τοὺς ἐναντίους ᾔει. ὃ δὴ μαθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τὰ παρόντα σφίσιν ἐν βουλῇ ἐποιοῦντο.

托提拉获悉在维罗纳发生的事情后,便从维罗纳召来大批哥特人;当他们赶到后,他便率领约五千人的全军向敌军推进。罗马军队的将领们得知此事,便就眼下的局势商议对策。

§7.4.2

καὶ παρελθὼν Ἀρταβάζης ἔλεξε τοιάδε· “Μηδεὶς ὑμῶν, ἄνδρες ἄρχοντες, ὑπερφρονεῖν τῶν πολεμίων ἅτε ἡμῶν τῷ πλήθει ἐλασσουμένων τανῦν ἀξιούτω, μηδέ, ὅτι πρὸς τοὺς Βελισαρίῳ δεδουλωμένους ἀγωνίζεται, λογισμῷ ἀναπεπτωκότι ἐπ’ αὐτοὺς ἴτω.

阿尔塔巴泽斯走上前去,发表了如下讲话:“将领们,诸位中切莫有人因为敌人如今在人数上处于劣势而认为可以轻视他们,也不要因为是在同曾被贝利撒留征服的人作战,就抱着懈怠的念头向他们进军。

§7.4.3

πολλοὶ γὰρ δόξῃ οὐκ ἀληθεῖ ἐξηπατημένοι σφᾶς αὐτοὺς ἔσφηλαν, καὶ καταφρόνημά τισιν οὐκ ἐν δέοντι γινόμενον τὴν ὑπάρχουσαν αὐτοῖς καταλῦσαι δύναμιν ἴσχυσεν, ἐπεὶ καὶ ἄλλως ἡ προλαβοῦσα κακοπραγία τούσδε τοὺς ἄνδρας ἐς εὐτυχίαν παρακαλεῖ.

因为许多人被不实的臆测所蒙蔽而自取灭亡,且不合时宜的轻敌往往足以摧毁自身现有的力量;况且,昔日的厄运反而在激励这些人去争取胜利。

§7.4.4

τύχη γὰρ εἰς ἀπόγνωσιν ἀγαθῶν ἐλπίδων ἐλθοῦσα ἐς εὐτολμίας ὑπερβολὴν περιίσταται.

盖因陷入绝望的境遇往往会转变为极度的勇武。

§7.4.5

καὶ ταῦτα οὐχ ὑποψίᾳ τανῦν ἠγμένος ἐν ὑμῖν εἴρηκα, ἀλλ’ οἷς διακινδυνεύσας πρὸς αὐτοὺς ἔναγχος ἐκμεμάθηκα τὴν τῶν ἀνδρῶν τόλμαν.

我如今对诸位说这番话,绝非出于胡乱猜疑,而是因为我不久前刚刚冒死与他们搏战,深知这些人的悍勇。

§7.4.6

καί με νομιζέτω μηδεὶς ξὺν ὀλίγοις τισὶν ἡσσηθέντα τῶν πολεμίων θαυμάσαι τὴν δύναμιν. ἐπεὶ ἀνδρῶν ἀρετὴ καὶ πλήθει ὑπεραιρόντων καὶ τούτῳ ἐλασσουμένων τοῖς γε πρὸς αὐτοὺς διαμαχησομένοις ἔνδηλος γίνεται.

切莫有人以为,我只是因为与少数随从一同受挫,才对敌人的力量赞叹不已。因为无论敌人在数量上占优还是居于劣势,对那些即将与他们短兵相接的人来说,其勇气都是显而易见的。

§7.4.7

οἶμαι τοίνυν ἡμῖν μᾶλλον ξυνοίσειν τοῦ ποταμοῦ τηρήσασι τὴν διάβασιν τοῖς βαρβάροις, ἐπειδὰν ἐς ἥμισυ διαβαίνοιεν, ἐς χεῖρας ἰέναι ἢ πᾶσιν ἀθρόοις ἤδη γεγενημένοις.

因此,我认为我们把守河道渡口,趁蛮族渡河渡到一半时与他们交锋,远比等他们全军集结完毕后再战对我们更为有利。

§7.4.8

μηδενί τε ἄδοξος εἶναι ἡ τοιαύτη δεδόχθω νίκη. δόξαν τε γὰρ καὶ ἀδοξίαν ἡ τῶν πραγμάτων ἀπόβασις ὀνομάζειν φιλεῖ, καὶ τοὺς νενικηκότας εἰώθασιν ἐπαινεῖν ἄνθρωποι, οὐ διερευνώμενοι τῆς νίκης τὸν τρόπον.” Ἀρταβάζης μὲν τοσαῦτα εἶπεν. οἱ δὲ δὴ ἄρχοντες τῷ διαμαχομένῳ τῆς γνώμης1 τῶν δεόντων οὐδὲν ἔπρασσον, ἀλλ’ αὐτοῦ μένοντες τὸν καιρὸν ἔτριβον.

且切莫有人认为这样的胜利是不光彩的。因为事态的结局通常会定夺荣辱之名,人们素来只会赞美获胜之人,而不会去细究获胜的方式。”阿尔塔巴泽斯说了这些话。然而将领们由于意见相左,对应行之事一概未办,反而在原地按兵不动,虚掷了战机。

§7.4.10

Ἤδη δὲ ὁ τῶν Γότθων στρατὸς ἄγχιστα ἐγεγόνει, καὶ ἐπεὶ διαβαίνειν τὸν ποταμὸν ἔμελλον, ξυγκαλέσας Τουτίλας ἅπαντας τοιαῦτα παρεκελεύσατο· “Αἱ μὲν ἄλλαι ξύμπασαι μάχαι, ὦ ἄνδρες ξυγγενεῖς, ὁμοίαν τινὰ μάχην ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπαγγελλόμεναι2 τοῖς στρατοπέδοις ἐς τὴν ἀγωνίαν ὁρμῶσιν, ἡμεῖς δὲ τοῖς πολεμίοις οὐκ ἐξ ἀντιπάλου τῆς τύχης, ἀλλὰ πολλῷ τῷ διαλλάσσοντι χρώμενοι3 ἐς τὸν ἀγῶνα καθιστάμεθα τόνδε.

此时哥特大军已迫在眉睫,就在他们即将渡河之际,托提拉将全体兵士召集在一起,作了如下训勉:“同胞将士们,其余所有的战斗大多向对阵双方允诺相差无几的胜算,从而促使他们投入鏖战;然而我们与敌军投入这场决战,却非处于均等的命运之中,而是处于极大的悬殊之下。

§7.4.11

οἱ μὲν γὰρ ἡσσηθέντες, ἂν οὕτω τύχοι, οὐκ ἐς μακρὰν ἀναμάχεσθαι πρὸς ἡμᾶς ἕξουσιν. ἔν τε γὰρ τοῖς ὀχυρώμασιν Ἰταλίας ἁπάσης πλῆθος αὐτοῖς στρατιωτῶν ἀπολέλειπται καὶ ἄλλο στράτευμα ἐκ Βυζαντίου αὐτίκα δὴ μάλα ἐπιβοηθήσειν οὐδὲν ἀπεικός. ἡμῶν δὲ ταὐτὸ τοῦτο παθόντων τὸ Γότθων ὄνομα μετὰ τῆς ἐλπίδος ἀπολωλέναι λελείψεται.

因为他们倘若落败,不久之后仍有能力与我们再度抗衡。盖因在全意大利的要塞中尚留存有大量的士兵,且另一支大军极有可能在极短时间内从拜占庭赶来驰援。但如果我们遭遇同样的失败,除了哥特之名与希望一同破灭之外,将别无所剩。

§7.4.12

ἐκ μυριάδων γὰρ εἴκοσιν ἐς πεντακισχιλίους ἡμᾶς ἀποκεκρίσθαι ξυμβέβηκε. τοσαῦτα ὑπειπὼν κἀκεῖνο ὑμᾶς ὑπομνῆσαι οὐκ ἀπὸ τρόπου οἴομαι εἶναι, ὡς ἡνίκα μὲν ξὺν Ἰλδιβάδῳ ὅπλα ἀνταίρειν βασιλεῖ ἔγνωτε, τὸ μὲν πλῆθος ὑμῖν οὐ πλέον ἢ ἐς χιλίους ξυμβιοῦν ἔτυχεν, ἡ δὲ χώρα περιίστατο ξύμπασα ἐς Τικινὸν πόλιν.

因为我们已经从二十万人锐减至五千人。在说了这些之后,我认为提醒你们注意下述事实亦非不合时宜:当你们同伊尔迪巴德决定举兵反抗皇帝时,你们聚在一起的人数恰好不超过一千,整个领地也缩减至提基努姆一城。

§7.4.13

ἐπεὶ δὲ τῇ ξυμβολῇ γεγόνατε κρείσσους, ἐπίπροσθεν ἡμῖν τά τε τῆς στρατιᾶς καὶ τῆς χώρας κεχώρηκεν. ὥστε ἢν καὶ νῦν ἀνδραγαθίζεσθαι ᾖ βουλομένοις ὑμῖν, προϊόντος, ὡς τὸ εἰκός, τοῦ πολέμου πάμπαν κρατήσειν τῶν ἐναντίων ἐλπίδα ἔχω.

然而自从你们在交战中占了上风,我们的军队与领土都已向前推进。因此,如果你们如今仍愿奋勇杀敌,我便抱有希望:随着战事的推进,正如合乎常理的那样,我们将彻底战胜对手。

§7.4.14

τοῖς γὰρ νενικηκόσιν ἀεὶ τὸ πλείοσί τε καὶ δυνατωτέροις γεγονέναι ξυμβαίνει. προθυμείσθω τοίνυν ὑμῶν ἕκαστος παντὶ σθένει τοῖς πολεμίοις ὁμόσε χωρεῖν τὴν μάχην ἐξεπιστάμενος τὴν νῦν οὐκ εὐδοκιμηκόσιν ἡμῖν ἀναμάχεσθαι πρὸς τοὺς ἐναντίους ἀμήχανον.

因为对获胜者而言,人数变得更多、实力变得更强向来是顺理成章的。因此,你们每个人都当竭尽全力迎击敌人,深知若在眼下的战斗中未能取胜,我们便绝无可能再与对手抗衡。

§7.4.15

ἄξιον δὲ ἡμᾶς μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, τῇ τῶν ἀνδρῶν ἀδικίᾳ θαρροῦντας.

而我们理应怀着美好的希望与敌人交锋,从这些人的不义之举中获得勇气。

§7.4.16

οὕτω γὰρ αὐτοῖς τὰ ἐς τοὺς κατηκόους βεβίωται ὥστε Ἰταλιώταις τανῦν τῆς τετολμημένης οὐ δέον αὐτοῖς4 ἐς Γότθους προδοσίας κολάσεως οὐδεμιᾶς ἑτέρας προσδεῖ. οὕτω ξυλλήβδην εἰπεῖν ξύμπαντα αὐτοῖς τὰ κακὰ πρὸς τῶν ὑποδεχθέντων γενέσθαι ξυνέβη.

因为他们对待臣民的行径已至如此地步,以至于意大利人如今根本无需再为对哥特人所犯下的非分叛逆遭受任何其他惩罚。总而言之,他们所遭受的全部祸患,恰恰落得由他们亲自接纳的人所一手造成。”

语法注4 条
  1. 7.4.9τῷ διαμαχομένῳ τῆς γνώμης

    中性现在分词 τῷ διαμαχομένῳ 充当名词,与属格 τῆς γνώμης(意见、判断)连用,构成表示原因或方式的与格,意为“由于意见的冲突/分歧”。这种抽象名词化的结构表明将领之间缺乏共识。

  2. 7.4.10ἐπαγγελλόμεναι

    分词 ἐπαγγελλόμεναι 为阴性主格复数现在分词,与主语 αἱ μὲν ἄλλαι ξύμπασαι μάχαι 一致。意为“允诺”、“提供前景”,接宾语 ὁμοίαν τινὰ μάχην(大致势均力敌的战斗),充当状语修饰动词 ὁρμῶσιν(驱使、促使)。

  3. 7.4.10πολλῷ τῷ διαλλάσσοντι χρώμενοι

    动词 χράομαι 要求与格,因此修饰语 πολλῷ 与充当名词的中性分词 τῷ διαλλάσσοντι(差异、悬殊)均作与格。整个短语意为“处于巨大的悬殊之中”或“面对迥然不同的境遇”。

  4. 7.4.16οὐ δέον αὐτοῖς

    非人称动词 δεῖ 的中性现在分词 δέον 构成的绝对对格(accusative absolute)。意为“这本非他们应为之事”或“他们本无权如此”,用于修饰前文意大利人所犯下的叛逆(τῆς τετολμημένης ... προδοσίας),强调该背叛行径的非正当性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.4.1-7.4.16