- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.3.13-7.3.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔塔巴泽斯率队突入维罗纳城内,但罗马主力部队因争夺战利品而滞留不前;哥特军乘机反扑,阿尔塔巴泽斯等人被迫跳下城墙突围撤退。
καὶ ἐπεὶ ὁ φύλαξ ᾗπερ ξυνέκειτο ἀνεπέτασε σφίσι τὰς πύλας, οἱ μέν τινες ἐνταῦθα ἑστῶτες τὸ στράτευμα μετεπέμποντο, οἱ δὲ ἀναβάντες ἐπὶ τὸ τεῖχος τοὺς ταύτῃ φυλάσσοντας ἔκτειναν ἀπροσδόκητοι ἐπιπεσόντες.
当卫兵依照约定为他们敞开城门时,一部分人留在门边召唤大军,另一部分人则登上城墙,出其不意地袭击并杀死了那里的守兵。
ἐπεὶ δὲ Γότθοι ἅπαντες ᾔσθοντο τοῦ κακοῦ, διὰ πυλῶν ἑτέρων φεύγοντες ᾤχοντο. Πέτρα δέ τις ἐς ἄγαν ὑψηλὴ πρὸ τοῦ περιβόλου ἀνέχει, ὅθεν ἅπαντα κατανοεῖν πάρεστι τὰ ἐν Βερώνῃ πρασσόμενα καὶ ἀπαριθμεῖσθαι τοὺς ταύτῃ ἀνθρώπους, καὶ μὴν καὶ τοῦ πεδίου ἐπὶ πλεῖστον ὁρᾶν.
哥特人一旦全体察觉到了这场变故,便纷纷从另一道门出逃。在城墙前方耸立着一座极高的岩峰,从那里可以看清维罗纳城内发生的一切,数清那里的人员,甚至能望见大半个平原。
ἐνταῦθα οἱ Γότθοι καταφυγόντες τὴν νύκτα ὅλην ἡσύχαζον. ὁ δὲ Ῥωμαίων στρατὸς ἀπὸ σταδίων τεσσαράκοντα τῆς πόλεως ἥκων οὐκέτι ἐπίπροσθεν ᾔει, τῶν ἐν τῇ πόλει χρημάτων ἀλλήλοις ἀμφισβητούντων τῶν στρατηγῶν.
哥特人逃到此处,整夜按兵不动。然而罗马大军进抵距城四十斯塔狄昂处便不再前进,因为将领们在为城内的资财相互争执不休。
ἔτι τε αὐτῶν ἀμφὶ ταύτῃ διαμαχομένων τῇ λείᾳ ἡμέρα τε ἤδη διαφανῶς γέγονε καὶ οἱ Γότθοι ἀπὸ τῆς ἄκρας ἐς τὸ ἀκριβὲς κατανενοηκότες τῶν τε ἀνὰ τὴν πόλιν πολεμίων καὶ ὅσον Βερώνης τὸ ἄλλο στράτευμα διέχον εἱστήκει,1 δρόμῳ ἐπὶ τὴν πόλιν ἐχώρουν δι’ αὐτῶν τῶν πυλῶν ὅθεν ἀπαλλαγέντες πρότερον ἔτυχον· οὐδὲ γὰρ αὐτῶν οἱ ἐσεληλυθότες ἔχεσθαι ἴσχυσαν.
当他们还在为这笔战利品争吵不休时,天色已经大亮;哥特人居高临下,将城内的敌人数量以及城外其余大军距离维罗纳有多远看个一清二楚,于是顺着先前出逃的那道门全速冲回城内,因为进城的罗马兵甚至未能把守住那道城门。
Ῥωμαῖοι μὲν οὖν ξυμφρονήσαντες τοῦ περιβόλου ἀμφὶ τὰς ἐπάλξεις κατέφυγον, τῶν δὲ βαρβάρων αὐτοῖς πλήθει πολλῷ ἐς χεῖρας ἰόντων οἵ τε ἄλλοι καὶ Ἀρταβάζης πάντων μάλιστα ἔργα θαυμαστὰ ἐνδεικνύμενοι καρτερώτατα τοὺς ἐπιόντας ἠμύνοντο.
于是罗马兵合力退守到城墙的垛口一带;当蛮族以绝对多数的人数与他们短兵相接时,其余众人,特别是阿尔塔巴泽斯,展现出惊人的勇武,极其顽强地击退了来犯之敌。
Καὶ τότε δὴ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τὰ ὑπὲρ τῶν ἐν Βερώνῃ χρημάτων πρὸς ἀλλήλους διοικησάμενοι παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ τὴν πόλιν χωρεῖν ἔγνωσαν.
直到此时,罗马军队的统领们才在彼此间达成了关于维罗纳财物的协定,决定率领其余全军向该城推进。
ἀποκεκλεισμένας δὲ σφίσι τὰς πύλας εὑρόντες ἰσχυρότατά τε τοὺς πολεμίους ἀμυνομένους ὀπίσω κατὰ τάχος ἀπήλαυνον, καίπερ μαχομένους ἐντὸς τοῦ περιβόλου τοὺς ἑτέρους θεώμενοι καὶ δεομένους μὴ σφᾶς ἀπολιπεῖν, ἀλλ’ αὐτοῦ μένειν, ἕως ἂν καταφυγόντες ἐς αὐτοὺς σώζοιντο.2
但他们发现城门紧闭,且敌人防守极为凶悍,便急忙掉头撤退,尽管他们看见自己的同袍仍在城墙之内苦战,并哀求他们切勿离弃,而要在原地坚守,直到他们能突围与大军汇合并得救。
διὸ δὴ οἱ ἀμφὶ τὸν Ἀρταβάζην τῷ τε πλήθει βιαζόμενοι τῶν πολεμίων καὶ ἀπογνόντες τὴν ἀπὸ τῶν οἰκείων ἐπικουρίαν, ἀπὸ τοῦ τείχους ἔξω ἥλαντο ἅπαντες.
因此,阿尔塔巴泽斯及其同袍受到优势敌军的强力压迫,且对己方的增援感到绝望,便全都从城墙向外纵身跳下。
οἷς μὲν οὖν καταπεσεῖν ἐφ’ ὁμαλοῦ χωρίου ξυνέβη, οὗτοι δὴ ἀθῷοι ἐς τὸ Ῥωμαίων στρατόπεδον ἐκομίσθησαν, ἐν οἷς καὶ Ἀρταβάζης ἦν· ὅσοι μέντοι ἐς δυσχωρίας κατέπεσον, αὐτοῦ ἅπαντες διεφθάρησαν.
那些恰好落在平坦地面上的人得以毫发无损地回到了罗马军营,阿尔塔巴泽斯便在其中;然而凡是摔落在险峻乱石之中的人,则全都当场殒命。
ἐπεί τε Ἀρταβάζης ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθε, πολλά τε ὀνειδίσας καὶ λοιδορησάμενος ἅπασι ξὺν αὐτοῖς ᾔει, τόν τε Ἠριδανὸν διαβάντες ἐν Φαβεντίᾳ πόλει ἐγένοντο, ἣ χώρας μὲν τῆς Αἰμιλίας ἐστί, σταδίους δὲ εἴκοσι καὶ ἑκατὸν Ῥαβέννης διέχει.
阿尔塔巴泽斯回到罗马军营后,严厉斥责并痛骂了所有人,随后便与他们一同撤退;他们渡过埃里达诺斯河,来到了法温蒂亚城,该城位于艾米利亚地区,距拉文纳有一百二十斯塔狄昂。
- 7.3.16τῶν τε ἀνὰ τὴν πόλιν πολεμίων καὶ ὅσον Βερώνης τὸ ἄλλο στράτευμα διέχον εἱστήκει
分词 κατανενοηκότες 支配由 τε...καί 并列的两个宾语成分:一是属格短语 τῶν ... πολεμίων(转喻指城内敌军的人数或态势),二是由 ὅσον 引导的间接疑问从句。在从句中,Βερώνης 是表示分离或距离的属格,依附于分词 διέχον(“距维罗纳”);ὅσον 则充当副词性宾格,表示相隔距离的程度(“有多远”)。
- 7.3.19ἕως ἂν καταφυγόντες ἐς αὐτοὺς σώζοιντο.
连词 ἕως 带小辞 ἄν 引导了希求法动词 σώζοιντο。这属于在间接引语的历史时态序列中,原直陈状态下的虚拟法结构(如 ἕως ἂν ... σωθῶμεν)转变为希求法时,保留了小辞 ἄν 的语法现象。
