- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.39.1-7.39.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在哥特人攻占勒吉翁并洗劫西西里之际,查士丁尼任命盖尔马努斯为对哥特战争的全权统帅,盖尔马努斯迎娶玛塔松莎为进军意大利做准备。
Ὕστερον δὲ Γότθοι τῷ Ῥηγίνων προσέβαλον ὀχυρώματι, οἱ δὲ πολιορκούμενοι καρτερώτατα σφᾶς ἀμυνόμενοι ἀπεκρούοντο, ἔργα τε ὁ Θουριμοὺθ ἐπεδείκνυτο ἀεὶ ἐς αὐτοὺς ἀρετῆς ἄξια.
后来,哥特人进攻了勒吉翁的要塞,但被围者极其顽强地抵抗并击退了他们,托里穆斯也不断对他们展现出堪称英勇的作为。
γνοὺς δὲ ὁ Τουτίλας ἐνδεῖν τοῖς πολιορκουμένοις τὰ ἐπιτήδεια, μοῖραν μὲν τοῦ στρατοῦ αὐτοῦ εἴασε φυλακῆς ἕνεκα, ὅπως δὴ οἱ πολέμιοι μηδὲν μὲν τοῦ λοιποῦ ἐσκομίζωνται, ἀπορίᾳ δὲ τῶν ἀναγκαίων σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον Γότθοις ἐνδώσουσιν· αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ ἐς Σικελίαν διαπορθμευσάμενος τῷ Μεσηνῶν προσέβαλε τείχει.
然而托提拉察觉到被围者粮食匮乏,便留下一支部队在当地驻守监视,务使敌人今后不得运入任何物资,并在生活必需品断绝时将他们自身与要塞向哥特人交出;他本人则率领其余军力渡海前往西西里,攻打梅塞纳的城墙。
καί οἱ Δομνεντίολος ὁ Βούζου ἀδελφιδοῦς, ὅσπερ τῶν τῇδε Ῥωμαίων ἦρχεν, ὑπαντιάσας τε πρὸ τοῦ περιβόλου καὶ ἐς χεῖρας ἐλθὼν οὐκ ἔλασσον ἔσχεν.1
统领当地罗马军队的布泽斯的外甥多姆嫩提奥卢斯出至城垣前迎敌交锋,并未处于下风。
αὖθις δὲ ἐν τῇ πόλει γενόμενος φυλακῆς τε τῆς ἐνταῦθα ἐπιμελούμενος ἡσυχίαν ἦγε. Γότθοι δέ, μηδενὸς σφίσιν ἐπεξιόντος, ἐληΐσαντο Σικελίαν σχεδόν τι ὅλην.
随后他再次退入城内,专心负责当地防务而按兵不动。而哥特人因无人出城迎战,几乎劫掠了西西里的全境。
Ῥωμαῖοι δὲ οἱ ἐν Ῥηγίῳ πολιορκούμενοι, ὧν δὴ Θουριμούθ τε καὶ Ἱμέριος ἦρχον, ὥσπερ μοι εἴρηται, τὰ γὰρ ἀναγκαῖα σφᾶς παντάπασιν ἐπελελοίπει, αὑτούς τε καὶ τὸ φρούριον ὁμολογίᾳ τοῖς πολεμίοις ἐνέδοσαν.
在勒吉翁被围的罗马人——正如我所记载的,由托里穆斯与希梅利乌斯统领——由于必需品已彻底耗尽,便通过协议将他们自身和要塞交给了敌人。
Ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσε, στόλον τε ἀγείρας νηῶν καὶ στράτευμα λόγου ἄξιον ἐκ καταλόγων πεζῶν ἐν τῷ στόλῳ τούτῳ ἐνθέμενος, ἄρχοντά τε Λιβέριον αὐτοῖς ἐπιστήσας, πλεῖν κατὰ τάχος ἐπὶ Σικελίας ἐκέλευσε, καὶ τὴν νῆσον διασώσασθαι δυνάμει τῇ πάσῃ.
皇帝闻讯后,集结了一支舰队,将从步兵连队中抽调的一支堪称可观的军队部署在此舰队上,任命利贝里乌斯统领他们,并命令他火速驶向西西里,全力保全该岛。
ἀλλά οἱ ἄρχοντα τοῦ στόλου καταστησαμένῳ Λιβέριον αὐτίκα δὴ μάλα μετέμελεν·2 ἦν γὰρ ἐσχατογέρων τε ὁ ἀνὴρ μάλιστα καὶ ἀμελέτητος πολεμίων ἔργων.
然而,刚刚任命利贝里乌斯为舰队统帅,皇帝随即大感懊悔;因为此人已极度年迈,完全不习战事。
Ἀρταβάνῃ τε ἀφεὶς τὰ ἐς αὐτὸν ἐγκλήματα πάντα καὶ στρατηγὸν καταλόγων τῶν ἐπὶ Θρᾴκης καταστησάμενος ἐς Σικελίαν εὐθὺς ἔπεμψε, στράτευμα μὲν οὐ πολὺ παρασχόμενος, ἐπιστείλας δὲ τὸν ξὺν τῷ Λιβερίῳ παραλαβεῖν στόλον, ἐπεὶ Λιβέριον ἐς Βυζάντιον μετεπέμπετο.
于是他赦免了阿尔塔巴内斯所受的一切罪名,任命他为色雷斯连队的将领,随即派往西西里;虽然给他的兵力不多,但命令他接管利贝里乌斯麾下的舰队,因为皇帝正将利贝里乌斯召回拜占庭。
αὐτοκράτορα δὲ τοῦ πρὸς Τουτίλαν τε καὶ Γότθους πολέμου Γερμανὸν κατεστήσατο τὸν αὑτοῦ ἀνεψιόν. ᾧ δὴ στράτευμα μὲν οὐ πολὺ ἔδωκε, χρήματα δὲ λόγου ἄξια παρασχόμενος στρατιὰν ἐπέστελλεν ἔκ τε Θρᾳκῶν καὶ Ἰλλυριῶν ἀξιολογωτάτην ἀγείραντι οὕτω δὴ στέλλεσθαι σπουδῇ ἐς τὴν Ἰταλίαν πολλῇ.
他又任命自己的表兄盖尔马努斯为对托提拉及哥特人作战的全权统帅。皇帝给他的兵力虽不多,但提供了相当数额的金钱,命令他从色雷斯和伊利里亚招募一支极其精锐的军队,而后火速前往意大利。
καί οἱ Φιλημούθ τε τὸν Ἔρουλον ξὺν τοῖς ἑπομένοις καὶ Ἰωάννην τὸν αὐτοῦ μὲν Γερμανοῦ κηδεστήν, Βιταλιανοῦ δὲ ἀδελφιδοῦν (στρατηγὸς γὰρ ὢν τῶν ἐν Ἰλλυριοῖς καταλόγων διατριβὴν ἐνταῦθα εἶχε) ξὺν αὑτῷ ἐς τὴν Ἰταλίαν ἐπαγαγέσθαι ἐπήγγελλε.
皇帝还命令他将赫鲁利人菲利穆斯及其部众,以及盖尔马努斯本人的女婿兼维塔利安的外甥约安尼斯(因为他身为伊利里亚连队的将领而逗留在当地),同自己一起带往意大利。
Τότε δὴ Γερμανὸν φιλοτιμία πολλή τις ἔσχε Γότθων τὴν ἐπικράτησιν ἀναδήσασθαι, ὅπως οἱ Λιβύην τε καὶ Ἰταλίαν ἀνασώσασθαι περιέσται τῇ Ῥωμαίων ἀρχῇ.3
此时,盖尔马努斯怀揣着极大的抱负要战胜哥特人,以便为罗马帝国收复利比亚与意大利的功勋归于自己。
Στότζα γὰρ τετυραννηκότος ἔν γε Λιβύῃ τὰ πρότερα καὶ τὸ Λιβύης κράτος βεβαιότατα ἤδη ἔχοντος αὐτὸς ἐκ βασιλέως σταλεὶς καὶ μάχῃ τοὺς στασιώτας παρὰ δόξαν νικήσας τήν τε τυραννίδα κατέπαυσε καὶ Λιβύην αὖθις ἀνεσώσατο τῇ Ῥωμαίων ἀρχῇ, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
因为昔日斯托察斯在利比亚僭乱称霸并已极稳固地掌控利比亚大权时,盖尔马努斯亲自受皇帝派遣,出人意料地在交战中击溃叛军,平定了僭政,并将利比亚再次收复归于罗马帝国,正如我在前文中所叙述的那样。
καὶ νῦν δὲ τῶν Ἰταλίας πραγμάτων ἐς τοῦτο τύχης ἐληλακότων ἐς ὅ μοι ἔναγχος δεδιήγηται, μέγα δὴ ἐνθένδε περιβαλέσθαι κλέος ἐβούλετο ἅτε δὴ καὶ αὐτὴν ἰσχύσας βασιλεῖ ἀνασώσασθαι.
而如今,当意大利的局势沦落到我刚才所叙述的境地时,他渴望由此赢得极大的声誉,因他有能力也将该地为皇帝收复。
καὶ πρῶτα μὲν (ἐτετελευτήκει γάρ οἱ πολλῷ πρότερον ἡ γυνὴ Πασσάρα ὄνομα) Ματασοῦνθαν ἐν γαμετῆς ἐποιήσατο λόγῳ,4 τὴν Ἀμαλασούνθης τῆς Θευδερίχου θυγατρὸς παῖδα, Οὐιττίγιδος ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος.
首先(因为其名叫帕萨拉的妻子早在此前很久就已经去世),在维提吉斯业已离世的情况下,他迎娶了狄奥多里克之女阿玛拉松莎的女儿玛塔松莎为合法妻子。
- 7.39.3οὐκ ἔλασσον ἔσχεν
成语 ἔλασσον ἔχω(处于下风、受损)的否定形式,意为“未处下风”或“打成平手”。
- 7.39.7ἀλλά οἱ ἄρχοντα τοῦ στόλου καταστησαμένῳ Λιβέριον αὐτίκα δὴ μάλα μετέμελεν
非人称动词 μετέμελε(使……后悔)接与格代词及分词 οἱ καταστησαμένῳ(对于任命了……的他而言),构成“他(皇帝)刚任命了利贝里乌斯便立即深感后悔”之意。
- 7.39.11ὅπως οἱ Λιβύην τε καὶ Ἰταλίαν ἀνασώσασθαι περιέσται τῇ Ῥωμαίων ἀρχῇ
ὅπως 引导接将来时直说法的目的从句。动词 περιέσται 作非人称用法(或以不定式 ἀνασώσασθαι 为主语),带与格代词 οἱ(盖尔马努斯)和受益与格 τῇ Ῥωμαίων ἀρχῇ,意为“以便为罗马帝国收复利比亚与意大利的功勋得以归于他自身”。
- 7.39.14ἐν γαμετῆς ἐποιήσατο λόγῳ
成语 ἐν λόγῳ ποιοῦμαι(视为……地位/待之以……)搭配属格 γαμετῆς(合法妻子),意为“纳为正妻”或“明媒正娶”。
