← 普罗科皮乌斯

战史

§7.38.1-7.38.23

斯拉夫人的入侵与托佩鲁斯城的陷落

三千名斯拉夫人侵入帝国领土并分兵两路,接连击败罗马军队并残杀近卫军官阿斯巴杜斯;随后以诱敌之计攻陷托佩鲁斯城,对居民实施屠杀与掳掠,最终带着无数俘虏班师。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.38.1

Ὑπὸ τοῦτον τὸν χρόνον στράτευμα Σκλαβηνῶν οὐ πλέον ἢ ἐς τρισχιλίους ἀγηγερμένοι,1 ποταμόν τε Ἴστρον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, διέβησαν, καὶ πόνῳ οὐδενὶ ποταμὸν Εὗρον εὐθὺς διαβάντες δίχα ἐγένοντο.

大约在这个时候,一支集结起来人数不过三千的斯拉夫人军队,在无人阻拦的情况下渡过了伊斯特罗斯河,随后又毫不费力地渡过赫布罗斯河,并分成了两路。

§7.38.2

εἶχε δὲ αὐτῶν ἁτέρα μὲν συμμορία ὀκτακοσίους τε καὶ χιλίους, ἡ δὲ δὴ ἑτέρα τοὺς καταλοίπους.

其中一队有一千八百人,另一队则包含其余的人员。

§7.38.3

ἑκατέροις μὲν οὖν καίπερ ἀλλήλων ἀπολελειμμένοις ἐς χεῖρας ἐλθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔν τε Ἰλλυριοῖς καὶ Θρᾳξίν, ἡσσήθησάν τε ἐκ τοῦ ἀπροσδοκήτου καὶ οἱ μὲν αὐτοῦ διεφθάρησαν, οἱ δὲ κόσμῳ οὐδενὶ διαφυγόντες ἐσώθησαν.

当时,驻守伊利里亚与色雷斯的罗马军指挥官们,虽然两队敌人彼此分散,但分别与他们交战时皆猝不及防而遭到惨败;一部分指挥官当场阵亡,另一部分则溃不成军,四散逃命得以幸免。

§7.38.4

ἐπεὶ δὲ οἱ στρατηγοὶ πάντες οὕτω παρ’ ἑκατέρων τῶν βαρβαρικῶν στρατοπέδων, καίπερ ἐλασσόνων παρὰ πολὺ ὄντων, ἀπήλλαξαν, Ἀσβάδῳ ἡ ἑτέρα τῶν πολεμίων ξυμμορία ξυνέμιξεν.

当所有将领就这样被两支蛮族军队击退之后——尽管敌军人数要少得多——敌人的另一路部队便与阿斯巴杜斯遭遇交锋。

§7.38.5

ἦν δὲ οὗτος ἀνὴρ βασιλέως μὲν Ἰουστινιανοῦ δορυφόρος, ἐπεὶ ἐς τοὺς Κανδιδάτους καλουμένους τελῶν ἔτυχε, τῶν δὲ ἱππικῶν καταλόγων ἦρχεν οἳ ἐν Τζουρουλῷ τῷ ἐν Θρᾴκῃ φρουρίῳ ἐκ παλαιοῦ ἵδρυνται, πολλοί τε καὶ ἄριστοι ὄντες. καὶ αὐτοὺς οἱ Σκλαβηνοὶ τρεψάμενοι οὐδενὶ πόνῳ πλείστους μὲν αἰσχρότατα φεύγοντας ἔκτειναν, Ἄσβαδον δὲ καταλαβόντες ἐν μὲν τῷ παραυτίκα ἐζώγρησαν, ὕστερον δὲ αὐτὸν ἐς πυρὸς ἐμβεβλημένον φλόγα ἔκαυσαν, ἱμάντας πρότερον ἐκ τοῦ νώτου τοῦ ἀνθρώπου ἐκδείραντες.

此人是查士丁尼皇帝的近卫侍从,碰巧隶属于所谓的近卫精锐卫士,并统领着自古驻扎在色雷斯的祖鲁隆要塞的骑兵连队,这支部队人数众多且皆为精锐。然而斯拉夫人轻而易举地将他们击溃,并在他们极其可耻地逃跑时杀死了绝大部分人;他们生擒了阿斯巴杜斯,起初将其扣为俘虏,随后却在从他背部剥下皮条后,将他投入烈火中烧死。

§7.38.7

ταῦτα διαπεπραγμένοι τὰ χωρία ξύμπαντα, τά τε Θρᾳκῶν καὶ Ἰλλυριῶν, ἀδεέστερον ἐληΐζοντο, καὶ φρούρια πολλὰ πολιορκίᾳ ἑκάτεροι εἷλον, οὔτε τειχομαχήσαντες πρότερον, οὔτε ἐς τὸ πεδίον καταβῆναι τολμήσαντες, ἐπεὶ οὐδὲ γῆν τὴν Ῥωμαίων καταθεῖν ἐγκεχειρήκασι οἱ βάρβαροι οὗτοι πώποτε.

得手之后,他们更加毫无顾忌地劫掠了色雷斯与伊利里亚的所有地区,并且两路部队都通过围攻攻陷了许多要塞,尽管他们此前从未进行过攻城战,也未曾敢于下到平原作战,因为这些蛮族自古以来甚至从未企图侵入过罗马的土地。

§7.38.8

οὐ μὴν οὐδὲ στρατῷ ποταμὸν Ἴστρον φαίνονται διαβεβηκότες ἐκ τοῦ παντὸς χρόνου, πλήν γε δὴ ἐξ ὅτου μοι ἔμπροσθεν εἴρηται.

事实上,除了我此前所记载的那次以外,在以往所有岁月中,他们似乎从未率领军队渡过伊斯特罗斯河。

§7.38.9

Οὗτοι δὲ οἱ τὸν Ἄσβαδον νενικηκότες μέχρι ἐς θάλασσαν ληϊσάμενοι ἐφεξῆς ἅπαντα καὶ πόλιν ἐπιθαλασσίαν τειχομαχήσαντες εἷλον, καίπερ στρατιωτῶν φρουρὰν ἔχουσαν, Τόπηρον ὄνομα· ἣ πρώτη μὲν Θρᾳκῶν τῶν παραλίων ἐστί, τοῦ δὲ Βυζαντίου διέχει ὁδῷ ἡμερῶν δυοκαίδεκα.

至于击败阿斯巴杜斯的那队人,一路洗劫直达海滨,并强攻攻陷了一座沿海城市——尽管城内驻有军队守御——名为托佩鲁斯;此城是色雷斯沿海的首座城镇,距拜占庭有十二天的路程。

§7.38.10

εἷλον δὲ αὐτὴν τρόπῳ τοιῷδε. οἱ μὲν πλεῖστοι ἐν δυσχωρίαις πρὸ τοῦ περιβόλου σφᾶς αὐτοὺς ἔκρυψαν, ὀλίγοι δέ τινες ἀμφὶ τὰς πύλας γενόμενοι αἳ πρὸς ἀνίσχοντά εἰσιν ἥλιον, τοὺς ἐν ταῖς ἐπάλξεσι Ῥωμαίους ἠνώχλουν.

他们攻破该城的方法如下:大部分人埋伏在城垣前方的险阻地形之中,少数人则出现在朝向日出方向的城门附近,骚扰城垛上的罗马守兵。

§7.38.11

ὑποτοπήσαντες δὲ οἱ στρατιῶται ὅσοι τὸ ἐνταῦθα φυλακτήριον εἶχον οὐ πλείους αὐτοὺς ἢ ὅσοι καθεωρῶντο εἶναι, ἀνελόμενοι αὐτίκα τὰ ὅπλα ἐξίασιν ἐπ’ αὐτοὺς ἅπαντες.

驻守该处的士兵们料想敌军人数不过就是眼见之数,便立刻拿起武器,全员出城迎击。

§7.38.12

οἱ δὲ βάρβαροι ὀπίσω ἀνέστρεφον, δόκησιν παρεχόμενοι τοῖς ἐπιοῦσιν ὅτι δὴ αὐτοὺς κατωρρωδηκότες ἐς ὑπαγωγὴν χωροῦσι· καὶ οἱ Ῥωμαῖοι ἐς τὴν δίωξιν ἐκπεπτωκότες πόρρω που τοῦ περιβόλου ἐγένοντο.

蛮族军队随即向后撤退,给追击者造成他们因极度恐慌而溃退的假象;罗马士兵追击过甚,远离了城垣。

§7.38.13

ἀναστάντες οὖν οἱ ἐκ τῶν ἐνεδρῶν κατόπισθέν τε τῶν διωκόντων γενόμενοι ἐσιτητὰ σφίσιν ἐς τὴν πόλιν οὐκέτι ἐποίουν.2

于是伏兵奋起,切断了追兵的退路,使他们无法再进入城内。

§7.38.14

ἀναστρέψαντες δὲ καὶ οἱ φεύγειν δοκοῦντες ἀμφιβόλους ἤδη τοὺς Ῥωμαίους πεποίηνται. οὓς δὴ ἅπαντας οἱ βάρβαροι διαφθείραντες τῷ περιβόλῳ προσέβαλον.

那些假装逃跑的敌人也转身反击,此刻已将罗马人陷入前后夹击之中。蛮族将他们全歼之后,便向城壁发起了猛攻。

§7.38.15

οἱ δὲ τῆς πόλεως οἰκήτορες τῶν στρατιωτῶν τῆς δυνάμεως ἐστερημένοι, γίνονται μὲν ἐν ἀμηχανίᾳ πολλῇ, καὶ ὣς δὲ τοὺς ἐπιόντας ἐκ τῶν παρόντων ἠμύνοντο.

城内居民由于失去了军队的力量,陷入极大的困窘之中,但即便如此,他们仍根据现有条件抵御进攻者。

§7.38.16

καὶ πρῶτα μὲν ἔλαιόν τε καὶ πίσσαν ἐπὶ πλεῖστον θερμήναντες τῶν τειχομαχούντων κατέχεον, καὶ λίθων βολαῖς πανδημεὶ ἐς αὐτοὺς χρώμενοι τοῦ ἀπεῶσθαι τὸν κίνδυνον οὐ μακράν που ἐγένοντο.3

他们起初将油和沥青极度加热后倾倒在攻城者头上,并全城动员向敌军投掷石块,几乎就要化解危险。

§7.38.17

ἔπειτα δὲ αὐτοὺς πλήθει βελῶν οἱ βάρβαροι βιασάμενοι ἐκλιπεῖν τε τὰς ἐπάλξεις ἠνάγκασαν καὶ κλίμακας τῷ περιβόλῳ ἐρείσαντες κατὰ κράτος τὴν πόλιν εἷλον.

然而随后,蛮族以密集的矢石压制了他们,迫使他们离开城垛,又将云梯架上城墙,强行攻陷了这座城市。

§7.38.18

ἄνδρας μὲν οὖν ἐς πεντακισχιλίους τε καὶ μυρίους εὐθὺς ἅπαντας ἔκτειναν καὶ πάντα τὰ χρήματα ἐληΐσαντο, παῖδας δὲ καὶ γυναῖκας ἐν ἀνδραπόδων πεποίηνται λόγῳ.

他们立即将城内约一万五千名成年男子全部屠杀,洗劫了所有财物,并将妇女和儿童掠为奴隶。

§7.38.19

καίτοι τὰ πρότερα οὐδεμιᾶς ἡλικίας ἐφείσαντο, ἀλλ’ αὐτοί τε καὶ ἡ συμμορία ἡ ἑτέρα, ἐξ ὅτου δὴ τῇ Ῥωμαίων ἐπέσκηψαν χώρᾳ, τοὺς παραπίπτοντας ἡβηδὸν ἅπαντας ἔκτεινον. ὥστε γῆν ἅπασαν, ἥπερ Ἰλλυριῶν τε καὶ Θρᾳκῶν ἐστί, νεκρῶν ἔμπλεων ἐπὶ πλεῖστον ἀτάφων γενέσθαι.

不过在先前,他们从未宽恕过任何年龄的人;无论是他们还是另一路部队,自侵入罗马土地以来,便将所有遭遇之人不分老幼尽数杀绝,以致属于伊利里亚与色雷斯的整片土地大多布满了无人埋葬的尸体。

§7.38.20

Ἔκτεινον δὲ τοὺς παραπίπτοντας οὔτε ξίφει οὔτε δόρατι οὔτε τῳ ἄλλῳ εἰωθότι τρόπῳ, ἀλλὰ σκόλοπας ἐπὶ τῆς γῆς πηξάμενοι ἰσχυρότατα, ὀξεῖς τε αὐτοὺς ἐς τὰ μάλιστα ποιησάμενοι, ἐπὶ τούτων ξὺν βίᾳ πολλῇ τοὺς δειλαίους ἐκάθιζον, τήν τε σκολόπων ἀκμὴν γλουτῶν κατὰ μέσον ἐνείροντες ὠθοῦντές τε ἄχρι ἐς τῶν ἀνθρώπων τὰ ἔγκατα, οὕτω δὴ αὐτοὺς διαχρήσασθαι ἠξίουν.

他们屠杀遭遇者既不用刀剑,也不用长矛,亦非用任何其他通常的方式,而是将木桩极其坚固地打入地下,并将其顶端削得极尖,然后用极大的力量将可怜的人们按坐在其上,将木桩的尖端从臀部中间穿入,一直刺穿到人们的内脏之中,他们认为应当以这种方式来处决受害者。

§7.38.21

καὶ ξύλα δὲ παχέα τέτταρα ἐπὶ πλεῖστον ἐς γῆν κατορύξαντες οἱ βάρβαροι οὗτοι, ἐπ’ αὐτῶν τε χεῖράς τε καὶ πόδας τῶν ἡλωκότων δεσμεύοντες, εἶτα ῥοπάλοις αὐτοὺς κατὰ κόρρης ἐνδελεχέστατα παίοντες, ὡς δὴ κύνας ἢ ὄφεις ἢ ἄλλο τι θηρίον διέφθειρον.

这些蛮族还将四根粗木深深埋入地下,将俘获者的手足捆绑其上,然后用木棍不断猛击他们的两侧太阳穴,就像打死狗、蛇或任何其他野兽一样将其杀死。

§7.38.22

ἄλλους δὲ ξύν τε βουσὶ καὶ προβάτοις, ὅσα δὴ ἐπάγεσθαι ἐς τὰ πάτρια ἤθη ὡς ἥκιστα εἶχον, ἐν τοῖς δωματίοις καθείρξαντες, οὐδεμιᾷ φειδοῖ ἐνεπίμπρασαν. οὕτω μὲν Σκλαβηνοὶ τοὺς ἐντυχόντας ἀεὶ ἀνῄρουν.

另有一些人,连同他们根本无法驱赶回祖居之地的牛羊等牲畜,被锁闭在房屋之中,毫不留情地活活烧死。斯拉夫人向来就是这样屠杀所遇到的人。

§7.38.23

ἀλλὰ νῦν αὐτοί τε καὶ οἱ τῆς ἑτέρας συμμορίας, ὥσπερ τῷ τῶν αἱμάτων μεθύοντες πλήθει, ζωγρεῖν τὸ ἐνθένδε ἠξίουν τῶν παραπεπτωκότων τινάς, καὶ ἀπ’ αὐτοῦ μυριάδας αἰχμαλώτων ἐπαγόμενοι ἀριθμοῦ κρείσσους ἐπ’ οἴκου ἀπεκομίσθησαν ἅπαντες.

然而此刻,他们与另一路部队的人,仿佛因大量的鲜血而醉了一般,自此以后开始认为应当生擒部分遭遇者;于是所有人押送着不可胜数的数以万计的俘虏,踏上了归途。

语法注3 条
  1. 7.38.1στράτευμα Σκλαβηνῶν οὐ πλέον ἢ ἐς τρισχιλίους ἀγηγερμένοι

    分词 ἀγηγερμένοι 采用阳性复数主格,与中性单数主语 στράτευμα 在形式上不一致,这是根据集合名词所指代的实际复数意义(战士们)而构成的意合构词(constructio ad sensum)。

  2. 7.38.13ἐσιτητὰ σφίσιν ἐς τὴν πόλιν οὐκέτι ἐποίουν

    动词性形容词的中性复数宾格 ἐσιτητά 与 ἐποίουν 搭配作宾语补足结构,意为“使他们(追击的罗马士兵)进城的通道不再畅通/不再可能”。

  3. 7.38.16τοῦ ἀπεῶσθαι τὸν κίνδυνον οὐ μακράν που ἐγένοντο.

    带冠词的完成时中被动态不定式 τοῦ ἀπεῶσθαι 由副词短语 οὐ μακράν 所要求,作属格补足语,表示“距离彻底击退危险已经相差不远”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.38.1-7.38.23