- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.37.16-7.37.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
琴图姆切莱守军与托蒂拉达成协议,约定若在指定日期前无援军到达便交出要塞;托蒂拉随后封锁累吉翁并南下。与此同时,查士丁尼皇帝在任命日耳曼努斯与利贝里乌斯为主帅一事上反复无常,而韦鲁斯在拉文纳附近战死。
πόλιν δέ, ἧσπερ φυλακὴν ἔχουσιν, ἐν μὲν τῷ παρόντι λόγῳ τινὶ εὐπρεπεῖ ἐνδοῦναι οὐδαμῆ ἔχειν, ἐπεὶ οὐδέ τις σκῆψις αὐτοῖς, ἄλλως τε καὶ παρὰ βασιλέα στέλλεσθαι βουλομένοις, τανῦν πάρεστιν·
他们还表示,对于自己所驻守的这座城池,眼下绝无任何体面的借口将其献出,因为特别是对于希望前往皇帝处的他们而言,此刻并无任何托辞可言。
ἐς χρόνον δὲ ἀναβαλέσθαι τινὰ τὴν πρᾶξιν ἐδέοντο, ἐφ’ ᾧ1 βασιλεῖ μὲν ἐν τούτῳ τὰ σφίσι παρόντα σημήνωσιν, οὐδεμιᾶς δὲ μεταξὺ βοηθείας ἐκ βασιλέως ἐνταῦθα ἰούσης οὕτω δὴ ἀπαλλάσσοιντο, Γότθοις μὲν τὴν πόλιν ἐνδόντες, οὐκ ἀπροφάσιστον δὲ αὐτοὶ τὴν ἀναχώρησιν ποιησάμενοι.
因此,他们请求将此事推迟一段时间,条件是:在此期间他们向皇帝通报自身的处境,如果其间并无任何皇帝的援军开赴该地,他们便届时撤离,将城池交与哥特人,从而使自己的撤退并非师出无名。
ταῦτα ἐπεὶ Τουτίλαν ἤρεσκε,2 τακτὴ ἡμέρα ξυνέκειτο, ἄνδρες δὲ τριάκοντα ἑκατέρωθεν ἐν ὁμήρων λόγῳ ἐπὶ τῇ ὁμολογίᾳ δέδονται ταύτῃ καὶ Γότθοι τὴν προσεδρείαν διαλύσαντες ἐπὶ Σικελίας ἐχώρησαν.
托蒂拉对这番提议感到满意,于是议定了期限日期,依据这一协定,双方各自交出三十名人质,哥特人遂解除了围攻,进军西西里。
Ἐπεὶ δὲ ἀφίκοντο ἐς τὸ Ῥήγιον, οὐ πρότερον διέβησαν τὸν τῇδε πορθμόν, ἕως φρουρίου τοῦ ἐν Ῥηγίῳ ἀπεπειράσαντο.
当他们抵达累吉翁时,在试探进攻累吉翁要塞之前,并未渡过当地的海峡。
ἦρχον δὲ τοῦ ἐνταῦθα φυλακτηρίου Θουριμούθ τε καὶ Ἱμέριος, οὕσπερ Βελισάριος ἐνταῦθα καταστησάμενος ἔτυχεν.
统领当地要塞卫戍部队的是索里穆特与希梅里乌斯,他们恰好是贝利萨留此前安插在该处的。
οἵπερ ἐπεὶ πολλούς τε καὶ ἀρίστους ξὺν αὑτοῖς εἶχον, τειχομαχοῦντάς τε ἀπεκρούσαντο τοὺς πολεμίους καὶ ἐπεξελθόντες τὸ πλέον ἐν ξυμβολῇ ἔσχον.
由于他们麾下拥有众多精锐之士,不仅击退了攻打城墙的敌军,而且出城迎击,在交战中占据了上风。
ὕστερον μέντοι πλήθει τῶν ἐναντίων παρὰ πολὺ ἐλασσούμενοι ἐντὸς τοῦ περιβόλου κατακλεισθέντες ἡσύχαζον.
然而此后,由于寡不敌众,他们被迫闭守于城垣之内,不再出战。
Τουτίλας δὲ μοῖραν μὲν τοῦ Γότθων στρατοῦ αὐτοῦ εἴασε φρουρᾶς ἕνεκα, τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ χρόνῳ ὑστέρῳ ἐξαιρήσειν καραδοκῶν τοὺς ταύτῃ Ῥωμαίους, ἐς δὲ Ταραντηνοὺς στράτευμα πέμψας τὸ ἐκείνῃ φρούριον παρεστήσατο οὐδενὶ πόνῳ· καὶ Γότθοι δὲ οὕσπερ ἐλίπετο ἐν Πικηνῶν τῇ χώρᾳ πόλιν Ἀρίμινον τηνικάδε προδοσίᾳ εἷλον.
托蒂拉将哥特军队的一部分留在此处予以封锁围困,指望日后因粮秣短缺而迫降此地的罗马人;同时他派遣一支军队前往塔兰托地区,毫不费力地攻取了那里的要塞。此外,他留在皮切努姆地区的哥特人,此时也通过叛卖占领了阿里米努姆城。
Ταῦτα ἀκούσας Ἰουστινιανὸς βασιλεὺς Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ αὐτοκράτορα ἐβούλευσε πολέμου τοῦ πρὸς Γότθους τε καὶ Τουτίλαν καταστήσασθαι, καί οἱ ἐν παρασκευῇ ἐπέστελλεν εἶναι. ἐπεί τε ὁ περὶ τούτου λόγος ἐς Ἰταλίαν ἦλθε, Γότθοι μὲν ἐν φροντίδι μεγάλῃ ἐγένοντο· δεξιὰ γάρ τις ἡ ἀμφὶ Γερμανῷ δόξα ἐς πάντας ἀνθρώπους οὖσα ἐτύγχανεν.
查士丁尼皇帝闻讯后,打算任命自己的堂弟日耳曼努斯为对哥特人及托蒂拉作战的全权统帅,并命他做好准备。当此事的传闻传到意大利时,哥特人陷入极大的忧虑之中;因为日耳曼努斯在所有人当中享有着极佳的声望。
εὐέλπιδες δὲ Ῥωμαῖοί τε γεγενημένοι εὐθὺς ἅπαντες καὶ οἱ τοῦ βασιλέως στρατοῦ τῷ τε κινδύνῳ καὶ τῇ ταλαιπωρίᾳ πολλῷ ἔτι μᾶλλον ἀντεῖχον.
而所有的罗马人以及皇帝的军队则立刻满怀希望,更加坚韧地承受着危险与困苦。
ἀλλὰ βασιλεὺς οὐκ οἶδα ὅπως μεταμαθὼν Λιβέριον ἄνδρα Ῥωμαῖον, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἐς τὸ ἔργον καταστήσασθαι ἀντὶ Γερμανοῦ ἔγνω.
然而皇帝不知因何缘故改变了主意,决定改由罗马人利贝里乌斯——即我在前文中所提及的那位——来担当此任,以取代日耳曼努斯。
καὶ ὁ μὲν παρασκευασάμενος ὡς τάχιστα, ὅτι δὴ αὐτίκα ξὺν στρατῷ ἀποπλεύσει ἐπίδοξος ἦν.3 ἀλλ’ ἐπεὶ βασιλεῖ μετέμελεν αὖθις, ἡσυχῆ καὶ αὐτὸς ἔμενε.
利贝里乌斯以最快速度做好准备,原本预期将立即率军启航。但皇帝随后再度反悔,于是他也按兵不动。
τότε δὴ Βῆρος ξὺν ἀνδράσιν οὓς ἀγείρας μαχιμωτάτους ἀμφ’ αὑτὸν ἔτυχε Γότθοις τοῖς ἐν Πικηνῷ οὖσιν ἐς χεῖρας ἐλθὼν πόλεως Ῥαβέννης οὐ πολλῷ ἄποθεν, τῶν τε ἑπομένων πολλοὺς ἀποβάλλει καὶ αὐτὸς θνήσκει, ἀνὴρ ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ γενόμενος.
正在此时,韦鲁斯率领碰巧聚集在身边的最骁勇的将士,在离拉文纳城不远处与皮切努姆的哥特人交战,结果损失了众多部下,自己也在这场殊死拼杀中壮烈阵亡。
- 7.37.17ἐφ’ ᾧ
表条件的连词短语,意为“在……的条件下”。后接的两个从属分句在语气上并不一致:σημήνωσιν 使用了虚拟式(提出首要前提),而 ἀπαλλάσσοιντο 则转用了祈愿式(受主句过去时动词 ἐδέοντο 的间接引语影响,或表示随后的假定性行动)。
- 7.37.18ταῦτα ἐπεὶ Τουτίλαν ἤρεσκε
在古典阿提卡希腊语中,动词 ἀρέσκω 通常支配与格,但在后古典希腊语及拜占庭作家(普罗科匹乌斯中极常见)笔下常支配宾格(Τουτίλαν)。句法上,ταῦτα 为主语,Τουτίλαν 为直接宾语。
- 7.37.27ὅτι δὴ αὐτίκα ξὺν στρατῷ ἀποπλεύσει ἐπίδοξος ἦν
形容词 ἐπίδοξος(“有望……的”、“被预期……”)的人称结构。此处并非使用无人称结构(“预期某事……”),而是直接以 ὁ μέν(利贝里乌斯)为主语搭配 ἦν,后接 ὅτι 引导的内容从句说明其预期的行动。
