- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.37.1-7.37.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托蒂拉向法兰克王求婚遭拒后着手重建罗马并筹备远征西西里,但其遣往查士丁尼皇帝处的和谈使节遭拒,随后他进兵围攻由狄奥根尼斯驻守的琴图姆切莱。
Τουτίλας οὐ πολλῷ πρότερον παρὰ τῶν Φράγγων τὸν ἄρχοντα πέμψας, τὴν παῖδά οἱ γυναῖκα ἐδεῖτο γαμετὴν δοῦναι.
在此不久之前,托蒂拉曾派使节前往法兰克人的统治者处,请求将他的女儿嫁给自己为妻。
ὁ δὲ τὴν αἴτησιν ἀπεσείσατο, Ἰταλίας αὐτὸν οὔτε εἶναι οὔτε ἔσεσθαί ποτε βασιλέα φάσκων, ὅς γε Ῥώμην ἑλὼν ἔχεσθαι μὲν αὐτῆς οὐδαμῆ ἴσχυσε,1 μοῖραν δὲ αὐτῆς καθελὼν τοῖς πολεμίοις μεθῆκεν αὖθις.
然而法兰克统治者回绝了这一请求,声称托蒂拉既非意大利的君王,日后也绝不会成为其君王,因为他夺取了罗马之后根本无力保有它,反倒摧毁了它的一部分,随后又将其弃还给敌人。
διὸ δὴ τὰ ἐπιτήδεια ἐν τῷ παρόντι ἐς αὐτὴν ἐσκομίζεσθαι διὰ σπουδῆς εἶχε καὶ ἀνοικοδομεῖσθαι ὅτι τάχιστα πάντα ἐκέλευεν, ὅσα καθελών τε καὶ πυρπολήσας αὐτὸς ἔτυχεν, ἡνίκα Ῥώμην τὸ πρότερον εἷλε· τῶν τε Ῥωμαίων τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας οὕσπερ ἐπὶ Καμπανίας ἐφύλασσε μετεπέμπετο.
因此,托蒂拉此时急于将粮饷生活物资运入城内,并下令以最快速度重建他先前攻下罗马时亲手拆毁和焚烧的一切设施;他还召回了此前一直被扣押在坎帕尼亚的元老院议员及所有其他罗马人。
ἐνταῦθά τε ἀγῶνα τὸν ἱππικὸν θεασάμενος, τὴν στρατιὰν ἡτοίμαζε πᾶσαν, ὡς ἐπὶ Σικελίαν στρατεύσων.
他在彼处观赏了赛马会后,便整备全军,打算进军西西里。
ἅμα δὲ καὶ τὰ μακρὰ πλοῖα τετρακόσια ὡς ἐς ναυμαχίαν ἐν παρασκευῇ ἐποιεῖτο, καὶ στόλον νεῶν μεγάλων τε καὶ πολλῶν ἄγαν, ἅσπερ ἐκ βασιλέως ἐκ τῆς ἑῴας ἐνταῦθα σταλείσας αὐτοῖς ἀνδράσι τε καὶ φορτίοις πάντα τοῦτον τὸν χρόνον ἑλὼν ἔτυχε.
与此同时,他还整备了四百艘战船以备海战,并整编了一支由众多大型船只组成的庞大舰队——这些船只是这段时间里皇帝从东方派往该处、连同船员与货物一同落入托蒂拉之手的。
Στέφανόν τε ἄνδρα Ῥωμαῖον παρὰ βασιλέα πρεσβευτὴν ἔπεμψε, τὸν μὲν πόλεμον τόνδε καταλύειν αἰτῶν, ἐνσπόνδους δὲ Γότθους ποιεῖσθαι, ἐφ’ ᾧ δὴ αὐτῷ ξυμμαχήσουσιν2 ἐπὶ πολεμίους τοὺς ἄλλους ἰόντι.
他还派遣一位名叫斯特凡的罗马人作为使节晋见皇帝,请求结束这场战争,并使哥特人成为盟约同盟,条件是今后皇帝出征其他敌人时,哥特人将作为同盟军助战。
βασιλεὺς δὲ Ἰουστινιανὸς οὔτε τὸν πρεσβευτήν οἱ ἐς ὄψιν ἐλθεῖν ξυνεχώρησεν οὔτε τινὰ τῶν λεγομένων ἐντροπὴν τὸ παράπαν πεποίηται.
然而查士丁尼皇帝既不允许使节入朝觐见,也对使节所言完全不予理睬。
Ἅπερ ἐπεὶ Τουτίλας ἤκουσεν, αὖθις τὰ ἐς τὸν πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο. ξύμφορον δέ οἱ ἔδοξεν εἶναι, Κεντουκελλῶν ἀποπειρασαμένῳ πρότερον οὕτω δὴ ἐπὶ Σικελίαν ἰέναι.
托蒂拉得知此事后,再次着手备战。他认为宜先试取琴图姆切莱,然后再前往西西里。
ἦρχε δὲ τότε τοῦ ἐνταῦθα φυλακτηρίου Διογένης, ὁ Βελισαρίου δορυφόρος, δύναμιν ἀξιόχρεων ξὺν αὑτῷ ἔχων.
当时统领该地卫戍部队的是贝利萨留的贴身侍卫狄奥根尼斯,麾下拥有一支精干的兵力。
καὶ ὁ μὲν Γότθων στρατός, ἐπειδὴ ἐς Κεντουκέλλας ἀφίκοντο, ἄγχιστα τοῦ περιβόλου ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο.
哥特军队抵达琴图姆切莱后,便在城墙近旁扎营,展开围攻。
πρέσβεις δὲ πέμψας παρὰ Διογένην ὁ Τουτίλας αὐτόν τε προὐκαλεῖτο καὶ τοὺς ἀμφ’ αὐτὸν στρατιώτας, ἢν μὲν σφίσι βουλομένοις ᾖ3 μάχῃ πρὸς αὐτοὺς διακρίνεσθαι, ἔργου ἔχεσθαι αὐτίκα δὴ μάλα. ἐν ἐλπίδι τε παρῄνει μηδεμιᾷ ἔχειν, δύναμιν ἑτέραν τινὰ ἐκ βασιλέως σφίσιν ἀφίξεσθαι· ἀδύνατον γὰρ Ἰουστινιανὸν τὸ λοιπὸν εἶναι πόλεμον πρὸς Γότθους τόνδε διενεγκεῖν, εἴ τῳ ἱκανὰ τεκμηριῶσαι τὰ χρόνου τοσούτου ἐπὶ τῆς Ῥώμης ξυμβάντα.4
托蒂拉遣使前往狄奥根尼斯处,向他及其属下军士发起挑战:如果他们愿意以决战分出胜负,就应当立刻动手;同时他还劝诫他们绝不要抱有皇帝会派另一支援军到来的希望;因为长期以来在罗马发生的事端若足以向任何人证明事实的话,查士丁尼今后便断不可能继续维系对哥特人的这场战争。
αἵρεσιν οὖν προὐτείνετο ἑλέσθαι ὁποτέραν ἂν αὐτοὶ βούλοιντο, ἢ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τῷ Γότθων στρατῷ ἀναμίγνυσθαι, ἢ κακῶν ἀπαθέσιν ἐνθένδε ἀπαλλασσομένοις ἐπὶ Βυζαντίου κομίζεσθαι.
因此,他提出两项选择任由他们自行择一:要么在完全同等平等的条件下并入哥特军队,要么毫发无损地离开该地前往拜占庭。
Ῥωμαῖοι δὲ καὶ Διογένης οὔτε μάχῃ διακρίνεσθαι βουλομένοις σφίσιν αὐτοῖς ἔφασκον εἶναι οὔτε μέντοι ἀναμίγνυσθαι τῷ Γότθων στρατῷ, ἐπεὶ παίδων τε καὶ γυναικῶν τῶν σφετέρων χωρὶς βιοτεύειν οὐκ ἂν δύναιντο.
但罗马人与狄奥根尼斯回答说,他们既不愿以决战分出胜负,也绝不愿并入哥特军队,因为他们无法离开自己的妻子儿女生活。
- 7.37.2ὅς γε Ῥώμην ἑλὼν ἔχεσθαι μὲν αὐτῆς οὐδαμῆ ἴσχυσε
带有小词 γε 的关系代词 ὅς γε 引导原因性关系从句,用以说明先行词(αὐτόν,指托蒂拉)为何不配被称为意大利之王。动词中动语态 ἔχεσθαι 支配属格补足语 αὐτῆς,意为“紧紧抓住”或“牢固控制”。
- 7.37.6ἐφ’ ᾧ δὴ αὐτῷ ξυμμαχήσουσιν
介词短语 ἐφ’ ᾧ(相当于“在此条件下”)后接将来时直陈语气 ξυμμαχήσουσιν,构成提出同盟契约条件的状语从句。
- 7.37.11ἢν μὲν σφίσι βουλομένοις ᾖ
此处是由与格代词(σφίσι)与分词(βουλομένοις)一致并与系动词 ᾖ 连用的习用句式(字面意为“如果对他们而言是有意愿的”,即“如果他们愿意”)。后接不定词 διακρίνεσθαι 作其宾语补足。
- 7.37.13εἴ τῳ ἱκανὰ τεκμηριῶσαι τὰ χρόνου τοσούτου ἐπὶ τῆς Ῥώμης ξυμβάντα
条件从句的主语是中性复数分词短语 τὰ ... ξυμβάντα(“所发生的事态”),谓语是形容词 ἱκανά(省略了系动词 ἐστί)。不定词 τεκμηριῶσαι 为修饰 ἱκανά 的说明性不定词(“足以证明”),与格 τῳ 则表示判断主体(“对任何人而言”)。
