- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.36.16-7.36.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗率领四百名罗马士兵坚守哈德良陵墓并决意死战,托蒂拉因惧其拼死一击而提出宽大招降条件,大部分士兵最终转投哥特军队。
Ἦν δέ τις ἐν τῷ Ῥωμαίων στρατῷ Παῦλος μὲν ὄνομα, Κίλιξ δὲ γένος, ὃς τὰ μὲν πρῶτα ἐφειστήκει τῇ Βελισαρίου οἰκίᾳ, ὕστερον δὲ καταλόγου ἱππικοῦ ἄρχων ἔς τε Ἰταλίαν ἐστράτευσε καὶ ξὺν τῷ Διογένει ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ ἐτέτακτο.
在罗马军队中有一人名叫保罗,原籍奇里乞亚;他起初负责掌管贝利萨留的家政,后来作为一支骑兵连队的统帅出征意大利,并与狄奥根尼斯一同被派驻留守罗马。
οὗτος ὁ Παῦλος, ἁλισκομένης τότε τῆς πόλεως, ξὺν ἱππεῦσι τετρακοσίοις ἔς τε τὸν Ἀδριανοῦ τάφον ἀνέδραμε καὶ τὴν γέφυραν ἔσχε τὴν ἐς Πέτρου τοῦ ἀποστόλου τὸν νεὼν φέρουσαν.
当该城沦陷之际,这位保罗率领四百名骑兵退入哈德良陵墓,并控制了通往使徒彼得教堂的桥梁。
τοῦ δὲ Γότθων στρατοῦ, ὄρθρου τε ὄντος καὶ μέλλοντός τι ὑποφαίνειν ἡμέρας, τούτοις δὴ τοῖς ἀνδράσιν ἐς χεῖρας ἐλθόντος, ἐνταῦθα ἰσχυρότατα τοὺς πολεμίους ὑφιστάμενοι τὸ πλέον ἔσχον· τῶν τε βαρβάρων ἅτε πλήθους τε μεγάλου καὶ στενοχωρίας ἐν αὐτοῖς οὔσης πολλοὺς ἔκτειναν.
拂晓时分,天色微明之际,哥特军队与这些人交锋;而罗马兵在彼处极其顽强地抵御敌人,占据了上风;加之蛮族人数众多且所处地形狭窄,他们斩杀了许多蛮族。
ὅπερ ἐπεὶ ὁ Τουτίλας εἶδε, κατέπαυσε μὲν αὐτίκα τὴν μάχην, Γότθους δὲ τοῖς πολεμίοις ἀντικαθεζομένους ἡσυχάζειν ἐκέλευεν, οἰόμενος λιμῷ τοὺς ἄνδρας αἱρήσειν.
托蒂拉见此情景,立即叫停了战斗,并命令哥特人扎营围对敌人,按兵不动,以为靠饥饿便能迫使这些人就范。
ταύτην μὲν οὖν τὴν ἡμέραν Παῦλός τε καὶ οἱ τετρακόσιοι ἀπόσιτοι διαγεγόνασι, τήν τε νύκτα οὕτως ηὐλίσαντο· τῇ δὲ ἐπιγενομένῃ ἐβουλεύσαντο μὲν σιτίζεσθαι τῶν ἵππων τισίν, ὄκνησις δὲ αὐτοὺς τῷ τῆς ἐδωδῆς οὐ ξυνειθισμένῳ διεκρούσατο μέχρι ἐς δείλην ὀψίαν, καίπερ πιεζομένους τῷ λιμῷ ἐς τὰ μάλιστα.
于是,保罗和那四百人整整一天颗粒未进,并在这种状态下露宿过夜;次日,他们虽商议宰食几匹马充饥,但因不惯食用马肉而犹豫不决,迁延直至傍晚,尽管他们已被饥饿折磨到了极点。
τότε δὲ πολλὰ λογισάμενοι ἐν σφίσιν αὐτοῖς, καὶ ἀλλήλους ἐς εὐτολμίαν παρακαλέσαντες, ἐβουλεύσαντο ἄμεινον σφίσιν εἶναι εὐπρεπεῖ θανάτῳ αὐτίκα δὴ μάλα καταλῦσαι τὸν βίον.
随后,他们彼此再三权衡,互相勉励要鼓起勇气,一致判定立即以体面的死亡了结生命对他们而言更为合宜。
ὁρμῆσαι μὲν γὰρ ἔγνωσαν ἐπὶ τοὺς πολεμίους ἐκ τοῦ αἰφνιδίου κτεῖναι δὲ αὐτῶν ὅσους ἂν ἑκάστῳ δυνατὰ εἴη οὕτω τε ἀνδρείως τῆς τελευτῆς τυχεῖν ἅπαντες.
因为他们决意突然向敌人发起冲锋,各人竭力多斩杀敌人,而后全体英勇赴死。
ἀλλήλους τοίνυν ἐξαπιναίως περιπλακέντες καὶ τῶν προσώπων καταφιλήσαντες τὴν ἐπὶ θανάτῳ ἠσπάζοντο,1 ὡς ἀπολούμενοι εὐθὺς ἅπαντες.
于是,他们突然相互拥抱,亲吻彼此的面颊,作临终的道别,俨然全体即将立刻受死一般。
Ὅπερ κατανοήσας ὁ Τουτίλας ἔδεισε μὴ θανατῶντες ἄνθρωποι καὶ σωτηρίας πέρι ἐλπίδα οὐδεμίαν τὸ λοιπὸν ἔχοντες ἀνήκεστα ἔργα Γότθους δράσωσι.
托蒂拉察觉到了这一点,唯恐一心求死且对生还不再抱任何希望的人会给哥特人造成无可挽回的惨重伤亡。
πέμψας οὖν παρ’ αὐτοὺς δυοῖν προὐτείνετο αὐτοῖς αἵρεσιν, ὅπως ἢ2 τοὺς ἵππους ἀφέντες ἐνταῦθα καὶ τὰ ὅπλα καταθέμενοι, ἀπομόσαντές τε μηκέτι ἐπὶ Γότθους στρατεύεσθαι, κακῶν ἀπαθεῖς ἐς Βυζάντιον ἀπαλλάσσωνται, ἢ τὰ σφέτερα αὐτῶν ἔχοντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ Γότθοις τὸ λοιπὸν ξυστρατεύσωσι.
于是他派人前往他们那里,提出两项选择任其择一:要么将马匹留于原地,缴下武器,宣誓不再与哥特人作战,然后毫发无损地返回拜占庭;要么保留自身财产,在同等平等的条件下此后与哥特人一同从军征战。
τούτους Ῥωμαῖοι τοὺς λόγους ἄσμενοι ἤκουσαν. καὶ τὰ μὲν πρῶτα τὴν ἐπὶ τὸ Βυζάντιον εἵλοντο ἅπαντες, ἔπειτα δὲ πεζοὶ μὲν ποιεῖσθαι καὶ ἄνοπλοι τὴν ἀναχώρησιν αἰσχυνόμενοι, δειμαίνοντες δὲ μή τισιν ἐνέδραις ἐν τῇ ἀποπορείᾳ περιπεπτωκότες διαφθαρεῖεν, ἅμα δὲ καὶ μεμφόμενοι, ὅτι δὴ σφίσι χρόνου τὰς συντάξεις πολλοῦ τὸ Ῥωμαίων δημόσιον ὤφειλεν, ἅπαντες ἐθελούσιοι τῷ Γότθων στρατῷ ἀνεμίγνυντο, πλήν γε δὴ ὅτι Παῦλός τε καὶ τῶν τις Ἰσαύρων, Μίνδης ὄνομα, Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐς Βυζάντιον σφᾶς ἐδέοντο στεῖλαι.
罗马人欣然听取了这番话。起初他们全体选择前往拜占庭;但随后由于耻于徒步且手无寸铁地撤退,又唯恐在归途中遭遇伏击而丧命,同时怨恨罗马国库长期拖欠他们的薪饷,便全凭自愿并入了哥特军队;唯有保罗以及一名名叫明德斯的伊苏利亚人来到托蒂拉面前,请求托蒂拉送他们前往拜占庭。
παῖδάς τε γὰρ καὶ γυναῖκας σφίσιν ἐν γῇ τῇ πατρῴᾳ ἔφασκον εἶναι, ὧνπερ χωρὶς βιοτεύειν οὐχ οἷοί τε εἶναι.
因为他们说自己的故土尚有妻子儿女,离开他们便无法苟活。
οὕσπερ ὁ Τουτίλας ἅτε ἀληθιζομένους ἀποδεξάμενος, ἐφοδίοις τε δωρησάμενος καὶ παραπομποὺς ξυμπέμψας ἀφῆκε. καὶ ἄλλοι μέντοι τοῦ Ῥωμαίων στρατοῦ, ὅσοι καταφυγόντες ἐς τὰ τῆς πόλεως ἱερὰ ἔτυχον, ἐς τριακοσίους ὄντες, τὰ πιστὰ λαβόντες Τουτίλᾳ προσεχώρησαν.
托蒂拉认为他们所言非虚,便接纳了其请求,赠予路费并派护卫随行,将他们放行。此外,逃入城中各圣所避难的罗马军人约有三百人,亦在获得安全保证后归降了托蒂拉。
Ῥώμην δὲ οὔτε καθελεῖν οὔτε ἀπολιπεῖν τὸ λοιπὸν Τουτίλας ἤθελεν, ἀλλὰ Γότθους τε καὶ Ῥωμαίους τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας ξυνοικίζειν ἐνταῦθα ἔγνω ἐξ αἰτίας τοιᾶσδε.
托蒂拉此时既不愿摧毁罗马,也不愿将其放弃,反而出于如下原因,决定让哥特人与元老院议员及其余所有罗马人共同定居于此。
- 7.36.23τὴν ἐπὶ θανάτῳ ἠσπάζοντο
此处为省略阴性名词(如表示“致意、拥抱”的 δεξίωσιν 或 φιλοφροσύνην)的习语表达,字面义为“相互致以临终的(道别/拥抱)”。
- 7.36.25δυοῖν προὐτείνετο αὐτοῖς αἵρεσιν, ὅπως ἢ ... ἢ ...
ὅπως ἢ ... ἢ ... 引导的从句用以解释说明名词 αἵρεσιν(“抉择”)的具体内容。两项选择并列构成:前者接虚拟式 ἀπαλλάσσωνται,后者接不定过去虚拟式 ξυστρατεύσωσι。
