- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.36.1-7.36.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托蒂拉在狄奥根尼斯率领守军坚决抵抗的罗马围城战中,买通守门的伊苏利亚卫兵,凭借角声佯攻与半途伏兵夺取了罗马城。
Μετὰ δὲ Τουτίλας ἅπαν ἐπὶ Ῥώμην τὸ στράτευμα ἦγε, καὶ ἐγκαθεζόμενος εἰς πολιορκίαν καθίστατο. ἐτύγχανε δὲ Βελισάριος τρισχιλίους ἀριστίνδην ἀπολεξάμενος, οὕσπερ ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ καταστησάμενος Διογένην αὐτοῖς ἄρχοντα, τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, ἐπέστησεν, ἄνδρα ξυνετόν τε διαφερόντως καὶ ἀγαθὸν τὰ πολέμια.
此后,托蒂拉率领全军向罗马进发,并在城下扎营开始围城。此前贝利萨留曾挑选了三千名精锐之士留守罗马,并指派其近身侍卫之一狄奥根尼斯为统帅;此人格外精明,深谙战事。
διὸ δὴ χρόνου μῆκος τῇ προσεδρείᾳ ταύτῃ ἐτρίβετο. οἵ τε γὰρ πολιορκούμενοι ἀρετῆς περιουσίᾳ πρὸς ἅπαντα τὸν Γότθων στρατὸν ἀξιόμαχοι ὄντες ἐφαίνοντο καὶ Διογένης ἔς τε τὸ ἀκριβὲς τῇ φυλακῇ ἐχρῆτο ὡς μή τις κακουργήσων ἐπὶ τὸ τεῖχος ἴοι καὶ πανταχόθι τῆς πόλεως σῖτον ἐντὸς τοῦ περιβόλου σπείρας ἐνδεῖν σφίσι τὰ ἐπιτήδεια ὡς ἥκιστα ἐποίει.
因此,这场围困耗费了漫长的时间。因为被围者凭借其过人的勇气,足以匹敌哥特人的全军;而狄奥根尼斯巡哨防守极为严密,以防有人图谋不轨靠近城墙,同时他在城圈之内的全城各处播种粮食,使他们的物资储备极少出现短缺。
πολλάκις δὲ οἱ βάρβαροι τειχομαχεῖν ἐγχειρήσαντες καὶ τοῦ περιβόλου ἀποπειράσασθαι ἀπεκρούσθησαν, ἀρετῇ σφᾶς ἀπωσαμένων ἐνθένδε Ῥωμαίων. τοῦ μέντοι Πόρτου κρατήσαντες Ῥώμην κατὰ κράτος ἐπολιόρκουν. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
蛮族多次企图强攻城墙并尝试突破城圈,但都被击退,因为罗马人凭借英勇将他们逐出城下。然而他们攻占了波尔图斯,全力围攻罗马。局势便如此推移着。
Βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπειδὴ Βελισάριον ἐς Βυζάντιον ἥκοντα εἶδεν, ἄρχοντα πέμπειν ξὺν στρατῷ ἄλλον ἐπὶ Γότθους τε διενοεῖτο καὶ Τουτίλαν.
此时查士丁尼皇帝见贝利萨留已返回拜占庭,便打算另派统帅率军征讨哥特人与托蒂拉。
καὶ εἰ μὲν ἐπιτελῆ ταύτην δὴ ἐπεποιήκει τὴν ἔννοιαν, οἶμαι ἄν, Ῥώμης μὲν ἔτι ὑπ’ αὐτῷ οὔσης, σεσωσμένων δέ οἱ τῶν ἐνταῦθα στρατιωτῶν καὶ τοῖς ἐκ Βυζαντίου ἐπιβεβοηθηκόσιν ἀναμίγνυσθαι δυναμένων, περιέσεσθαι τῶν ἐναντίων αὐτὸν τῷ πολέμῳ.1
我认为,如果他当时果真付诸实行此项企图,那么由于罗马尚在掌握之中,当地守军不仅安然无恙且能与拜占庭发来的援军会合,他本可以在战争中战胜敌人的。
νῦν δὲ τὰ μὲν πρῶτα Λιβέριον ἀπολεξάμενος, ἄνδρα τῶν ἐκ Ῥώμης πατρικίων, ἐν παρασκευῇ ἐκέλευε γενέσθαι, μετὰ δὲ ἀσχολίας οἱ ἴσως ἐπιγενομένης ἑτέρας τινὸς τὴν προθυμίαν κατέπαυσε.
然而实际上,他起初挑选了出身罗马贵族阶层的利贝里乌斯,令其做好准备,但随后或许因其他事务缠身,便打消了这一热忱。
Χρόνου δὲ τῇ Ῥώμης πολιορκίᾳ τριβέντος πολλοῦ, τῶν τινὲς Ἰσαύρων, οἳ ἀμφὶ πύλην ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι φυλακὴν εἶχον ʽἅμα μὲν ἐπικαλοῦντες ἐνιαυτῶν πολλῶν οὐδὲν πρὸς βασιλέως σφίσι δεδόσθαι, ἅμα δὲ καὶ Ἰσαύρους ὁρῶντες τοὺς παραδόντας Ῥώμην τὰ πρότερα Γότθοις κεκομψευμένους ἐπὶ μεγάλων τινῶν χρημάτων ὄγκᾠ,2 Τουτίλᾳ λαθραιότατα ἐς λόγους ἐλθόντες ὡμολόγησαν τὴν πόλιν ἐνδώσειν, τακτή τε ξυνέκειτο ἡμέρα τῇ πράξει. καὶ ἐπεὶ παρῆν ἡ κυρία, Τουτίλας μηχανᾶται τοιάδε. ἐς ποταμὸν Τίβεριν ἐν πρώτῃ τῶν νυκτῶν φυλακῇ δύο πλοῖα μακρὰ καθῆκεν, ἄνδρας ἐνταῦθα χρῆσθαι ταῖς σάλπιγξιν ἐπισταμένους ἐνθέμενος.
在围困罗马耗费了很长时间之后,驻守在以使徒保罗命名的城门附近的某些伊苏利亚人——他们一方面抱怨皇帝多年来分文未赐,另一方面看到此前将罗马出卖给哥特人的那些伊苏利亚人如今腰缠巨款得意非凡——遂极隐秘地与托蒂拉接洽,答应献出该城。他们还为这一行动商定了明确的日期。当既定之日来临,托蒂拉便设下了如下计策。他在一更时分将两艘长战船放至梯伯河中,并在船上安排了精通吹奏号角之人。
οἷς δὴ ἐπέστελλε διὰ μὲν τοῦ Τιβέριδος ἐρέσσοντας ἐπίπροσθεν ἰέναι, ἐπειδὰν δὲ τοῦ περιβόλου ἄγχιστα ἥκωσι ταῖς σάλπιγξιν ἐνταῦθα ἠχεῖν δυνάμει τῇ πάσῃ.
他向他们下令,沿着梯伯河划桨前行,一旦靠近城圈,便在彼处倾尽全力吹响号角。
αὐτὸς δὲ τὸν Γότθων στρατὸν ἄγχιστα πύλης τῆς εἰρημένης, ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, λανθάνων τοὺς πολεμίους ἐν παρασκευῇ εἶχε.
他自己则避开敌人的耳目,让哥特军队在上述以使徒保罗命名的城门极近处严阵以待。
λογισάμενός τε ὡς ἤν τινες τοῦ Ῥωμαίων στρατοῦ ἅτε ἐν σκότῳ διαλαθόντες ἐκ τῆς πόλεως διαδρᾶναι οἷοί τε ὦσιν, ἴωσιν ἐς Κεντουκέλλας,3 ἐπεὶ ὀχύρωμα ἕτερον τῶν τῇδε χωρίων οὐδαμῆ σφίσιν ἐλέλειπτο, ἀνδρῶν μαχίμων ἐνέδραις τισὶ προλοχίζειν ἔγνω τὴν ἐνταῦθα ὁδὸν φέρουσαν, οἷς δὴ ἐπήγγελλε τοὺς φεύγοντας διαχρήσασθαι.
他又考虑到,罗马军队中如果有人能够借着夜色暗中逃出城去,鉴于该地区已无其他要塞留存,必将逃向森图姆切莱,于是他决定派遣作战人员在通往彼处的道路上设伏,并命令他们杀绝逃亡者。
οἱ μὲν οὖν ἐν τοῖς πλοίοις ὄντες, ἐπεὶ τῆς πόλεως ἄγχι ἐγένοντο, ἐχρῶντο ἤδη κατὰ τὰ σφίσιν ἐπηγγελμένα ταῖς σάλπιγξι.
船上的人靠近城池后,便立即依照受领的指令吹响号角。
Ῥωμαῖοι δὲ καταπλαγέντες ἐς μέγα τε δέος καὶ θόρυβον καταστάντες ἐξαπιναίως ἀπολιπόντες οὐδενὶ λόγῳ τὰ σφέτερα φυλακτήρια ἐβοήθουν ἐνταῦθα δρόμῳ, τὴν ἐπιβουλὴν ἐς τὸ ἐκείνῃ τεῖχος εἶναι οἰόμενοι.
罗马人惊骇之下陷入巨大的恐慌与骚乱,仓皇间毫无理性地弃守防地,飞奔前去增援,以为敌人的袭击定是在那一带的城墙。
μόνοι τε οἱ προδιδόντες Ἴσαυροι ἐπὶ τῇ αὐτῶν φυλακῇ μείναντες τάς τε πύλας κατ’ ἐξουσίαν ἀνέῳγον καὶ τῇ πόλει τοὺς πολεμίους ἐδέξαντο.
唯有那些密谋叛变的伊苏利亚人留在自己的守位上,肆无忌惮地打开城门,将敌人迎入城中。
καὶ πολὺς μὲν τῶν παραπεπτωκότων ἐνταῦθα γεγένηται φόνος, πολλοὶ δὲ φεύγοντες δι’ ἑτέρων πυλῶν ᾤχοντο, οἱ δὲ τὴν ἐπὶ Κεντουκέλλας ἰόντες ὑπό τε τοῖς ἐνεδρεύουσι γενόμενοι διεφθάρησαν. ὀλίγοι μέντοι αὐτῶν διέφυγον μόλις, ἐν οἷς καὶ Διογένην πληγέντα φασὶ διασεσῶσθαι.
迎面撞上的人在那里遭到大量屠戮;许多人穿过其他城门逃遁而去,而那些沿路奔向森图姆切莱的人则落入伏兵之手被诛杀殆尽。不过他们当中少数人勉强逃脱,据说狄奥根尼斯虽负伤亦在幸免于难之列。
- 7.36.5οἶμαι ἄν, Ῥώμης μὲν ἔτι ὑπ’ αὐτῷ οὔσης, σεσωσμένων δέ οἱ τῶν ἐνταῦθα στρατιωτῶν καὶ τοῖς ἐκ Βυζαντίου ἐπιβεβοηθηκόσιν ἀναμίγνυσθαι δυναμένων, περιέσεσθαι τῶν ἐναντίων αὐτὸν τῷ πολέμῳ
在非真实条件句(由 εἰ μὲν ... ἐπεποιήκει 引导)的归结从句中,小词 ἄν 附着于插入动词 οἶμαι,但在语法意义上修饰随后的不定式 περιέσεσθαι,用以表达非真实的结果(相当于 περιεγένετο ἄν,意为“他本会战胜”)。尽管中间插入了多个独立属格结构(Ῥώμης ... οὔσης, σεσωσμένων ... δυναμένων),其核心句法结构仍为 οἶμαι ἄν ... περιέσεσθαι αὐτόν。
- 7.36.7ἐπὶ μεγάλων τινῶν χρημάτων ὄγκῳ
介词 ἐπί 支配与格 ὄγκῳ,字面意为“在巨额财富的堆积上(炫耀)”。它与前面的完成时分词 κεκομψευμένους 连用,形容先前献城的伊苏利亚人因所得巨资而傲然炫富、作态得意的神貌。
- 7.36.11ὡς ἤν τινες τοῦ Ῥωμαίων στρατοῦ ἅτε ἐν σκότῳ διαλαθόντες ἐκ τῆς πόλεως διαδρᾶναι οἷοί τε ὦσιν, ἴωσιν ἐς Κεντουκέλλας
在由表示思考的分词 λογισάμενος 所引导的 ὡς 从句内部,条件从句 ἤν ... ὦσιν(虚拟语气)与归结分句的动词 ἴωσιν(同样使用虚拟语气)相呼应。这表现了间接引语中基于严密推断的预期或决心,意即“托蒂拉料想如果有人能逃出,必定会逃向森图姆切莱”。
