← 普罗科皮乌斯

战史

§7.35.15-7.35.30

伊尔迪格斯的流亡与因杜尔夫袭扰达尔马提亚

本段记述了遭流放的里西乌尔夫斯一家的下落与奥杜因在伦巴第人中夺权的过程,以及伊尔迪格斯的流亡动向;随后贝利萨留的原侍卫因杜尔夫叛投哥特人并袭击达尔马提亚,战争第十四年遂告结束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.35.15

ὃς δὴ ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ξὺν ὀλίγοις τισὶν ἐς τοὺς Οὐάρνους αὐτίκα φεύγει, παίδων οἱ ἀπολελειμμένων ἐνταῦθα δυοῖν.1

里西乌尔夫斯遂离开故土,率少数随从立即逃往瓦尔尼人那里,其两个儿子则被留在了故地。

§7.35.16

χρήμασι δὲ Οὐάκης τοὺς βαρβάρους τούτους ἀνέπεισε τὸν Ῥισιοῦλφον κτεῖναι. τῶν δὲ Ῥισιούλφου παίδων ὁ μὲν εἷς ἐτελεύτησε νόσῳ, ὁ δὲ δὴ ἕτερος, Ἰλδίγης ὄνομα, ἐς Σκλαβηνοὺς φεύγει.

然而瓦科用金钱收买了这伙蛮族,让他们杀死了里西乌尔夫斯。在里西乌尔夫斯的两个儿子中,一个因病去世,另一个名叫伊尔迪格斯的则逃到了斯拉夫人那里。

§7.35.17

Οὐ πολλῷ μὲν οὖν ὕστερον ὁ μὲν Οὐάκης νοσήσας ἐξ ἀνθρώπων ἠφάνιστο, ἐς δὲ Οὐάλδαρον, τὸν Οὐάκου υἱόν, ἡ Λαγγοβαρδῶν ἦλθεν ἀρχή. ᾧ δὴ παιδὶ κομιδῆ ὄντι ἐπίτροπος καταστὰς Αὐδουὶν τὴν ἀρχὴν διῳκεῖτο.

此后不久,瓦科染病去世,伦巴第人的统治权落入瓦科之子瓦尔达鲁斯之手。因该子尚是幼童,奥杜因被指定为其监护人主持政务。

§7.35.18

δυνάμει τε πολλῇ ἀπ’ αὐτοῦ χρώμενος αὐτὸς τὴν ἀρχὴν οὐκ ἐς μακρὰν ἔσχε, τοῦ παιδὸς τούτου νόσῳ αὐτίκα ἐξ ἀνθρώπων ἀφανισθέντος.

奥杜因由此掌握了大权,不久便自行夺取了统治权,因为那幼童很快便因病夭折了。

§7.35.19

ἡνίκα τοίνυν Γήπαισί τε καὶ Λαγγοβάρδαις ὁ πόλεμος κατέστη, ὥσπερ μοι εἴρηται, Ἰλδίγης εὐθὺς Λαγγοβαρδῶν τε τούς οἱ ἐπισπομένους καὶ Σκλαβηνῶν πολλοὺς ἐπαγαγόμενος ἐς Γήπαιδας ἦλθε, καὶ αὐτὸν Γήπαιδες κατάξειν ἐπὶ τὴν ἀρχὴν ἐλπίδα εἶχον.

当如我所述吉佩德人与伦巴第人爆发战争时,伊尔迪格斯立即率领追随他的伦巴第人和众多斯拉夫人投奔吉佩德人,吉佩德人也期望扶持他重登大宝。

§7.35.20

γενομένων δὲ τῶν ἐν τῷ παρόντι πρὸς Λαγγοβάρδας σπονδῶν ἕνεκα2 ὁ μὲν Αὐδουὶν τὸν Ἰλδίγην εὐθὺς ἅτε πρὸς φίλων ἐξῃτεῖτο Γηπαίδων, οἱ δὲ τὸν μὲν ἄνθρωπον ἐκδοῦναι οὐδαμῆ ἔγνωσαν, ἐκέλευον δὲ αὐτὸν ἐνθένδε ἀπαλλαγέντα ὅπῃ βούλοιτο διασώσασθαι.

然而,随着当时与伦巴第人签订了休战协定,奥杜因随即便像对待盟友一般向吉佩德人索要伊尔迪格斯;但他们决不同意交出此人,而是令他离开彼处,前往所愿之地逃生。

§7.35.21

καὶ ὃς μελλήσει οὐδεμιᾷ ξὺν τοῖς ἑπομένοις καὶ Γηπαίδων τισὶν ἐθελουσίοις ἐς Σκλαβηνοὺς αὖθις ἀφίκετο.

他毫不迟疑,率领追随者以及若干自愿随行的吉佩德人再次逃回斯拉夫人那里。

§7.35.22

ἔνθεν τε ἀναστὰς παρὰ Τουτίλαν τε καὶ Γότθους ᾔει, στράτευμα οὐχ ἧσσον ἢ ἐς ἑξακισχιλίους ξὺν αὑτῷ ἔχων, ἔς τε Βενετίας ἀφικόμενος Ῥωμαίοις τισὶν ὑπαντήσας, ὧν Λάζαρος ἡγεῖτο, ἐς χεῖρας ἦλθε, τρεψάμενός τε αὐτοὺς πολλοὺς ἔκτεινεν. οὐ μέντοι Γότθοις ξυνέμιξεν, ἀλλ’ Ἴστρον ποταμὸν διαβὰς αὖθις ἐς Σκλαβηνοὺς ἀπεχώρησεν.

随后他从那里出发,前往托蒂拉和哥特人处,身旁拥有一支不下六千人的军队;抵达威尼提亚时,他遭遇了拉扎鲁斯率领的若干罗马部队并与之交战,将他们击溃并歼灭甚多。然而他并未与哥特人会合,而是渡过伊斯特罗斯河,再度撤回斯拉夫人处。

§7.35.23

Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε ᾗπέρ μοι εἴρηται, ἐν τούτῳ τῶν τις Βελισαρίου δορυφόρων, Ἰνδοὺλφ ὄνομα, βάρβαρος γένος, θυμοειδής τε καὶ δραστήριος, ὃς δὴ ἐν Ἰταλίᾳ λειφθεὶς ἔτυχε, Τουτίλᾳ τε καὶ Γότθοις προσεχώρησεν οὐδενὶ λόγῳ.3

正当这些事情按我所述的态势发展之际,贝利萨留的一名留滞在意大利的近身侍卫,名叫因杜尔夫,出身蛮族、性情烈悍且行事果决,毫无缘由地投奔了托蒂拉和哥特人。

§7.35.24

καὶ αὐτὸν ὁ Τουτίλας εὐθὺς ξὺν στρατῷ πολλῷ καὶ ναυσὶν ἔπεμψεν ἐς τὰ ἐπὶ Δαλματίας χωρία.

托蒂拉立即派遣他率领大军和战船开赴达尔马提亚各地区。

§7.35.25

ὃς δὴ ἐν χωρίῳ Μουικούρῳ καλουμένῳ γενόμενος, ὅπερ ἐπιθαλάσσιον ἄγχιστά πη Σαλώνων ἐστί, τὰ μὲν πρῶτα ξυνέμισγε τοῖς ταύτῃ ἀνθρώποις ἅτε Ῥωμαῖός τε ὢν καὶ Βελισαρίῳ προσήκων, ἔπειτα δὲ αὐτός τε τὸ ξίφος ἀράμενος καὶ τοῖς ἐπισπομένοις ἐγκελευσάμενος ἐξαπιναίως ἅπαντας ἔκτεινε.

他来到一处名叫穆伊库鲁姆的地方——该地紧邻萨罗纳的海滨——起初与当地居民打成一片,宛如自己是罗马人且为贝利萨留的部属;随后他拔出利剑并号令随从,出其不意地将所有人诛戮殆尽。

§7.35.26

ληϊσάμενός τε τὰ χρήματα πάντα ἐνθένδε ἀπιὼν ᾤχετο, ἐπέσκηψε δὲ ἄλλῳ ἐν τῇ παραλίᾳ κειμένῳ φρουρίῳ, ὅπερ Λαυρεάτην καλοῦσι Ῥωμαῖοι.

他洗劫了所有财物后离开该地,转而奔袭沿海的另一座要塞,罗马人称之为劳雷阿泰。

§7.35.27

οὗ δὴ ἐπιβὰς τοὺς παραπεπτωκότας ἀνῄρει. Ἅπερ ἐπεὶ Κλαυδιανὸς ἔγνω, ὅσπερ τότε Σαλώνων ἦρχε, στράτευμα ἐπὶ τῶν καλουμένων δρομώνων ἐπ’ αὐτὸν ἔπεμψεν.

他闯入彼处,将在场之人尽数杀绝。当时镇守萨罗纳的克劳狄阿努斯得知此事后,派遣军队搭乘所谓的德罗蒙战船前去讨伐。

§7.35.28

οἳ δὴ ἐπεὶ ἐν Λαυρεάτῃ ἐγένοντο, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθον. παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἔφυγον ὅπη ἑκάστῳ δυνατὰ γέγονε, τοὺς δρόμωνας ἐν τῷ λιμένι ἀπολιπόντες. οὗ δὴ καὶ τὰ ἄλλα πλοῖα ἔμπλεα σίτου τε καὶ τῶν ἄλλων ἐπιτηδείων ὄντα ἐτύγχανεν.

当他们抵达劳雷阿泰时,与敌军交战;但在战斗中遭到惨败,各人仓皇向可能之处逃窜,将德罗蒙战船遗弃在港口中;彼处恰好还有其他装满粮食与生活必需品的船只。

§7.35.29

ἅπερ ἅπαντα Ἰνδούλφ τε καὶ Γότθοι ἑλόντες κτείναντές τε τοὺς ἐν ποσὶν ἅπαντας καὶ τὰ χρήματα ληϊσάμενοι παρὰ Τουτίλαν ἦλθον.

因杜尔夫与哥特人俘获了所有这些船只,屠杀了途中遇见的所有人,劫掠财物后回到了托蒂拉那里。

§7.35.30

καὶ ὁ χειμὼν ἔληγε, καὶ τέταρτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε,4 ὃν Προκόπιος ξυνέγραψε.

冬季遂告结束,由普罗科匹厄斯记述的这场战争的第十四个年头亦告终结。

语法注4 条
  1. 7.35.15παίδων οἱ ἀπολελειμμένων ἐνταῦθα δυοῖν

    由名词短语 παίδων δυοῖν 与分词 ἀπολελειμμένων 构成的属格独立结构,其中嵌入了表领属或关涉的第三人称单数与格代词 οἱ(“有两个儿子为他留在此地”)。

  2. 7.35.20γενομένων δὲ τῶν ἐν τῷ παρόντι πρὸς Λαγγοβάρδας σπονδῶν ἕνεκα

    γενομένων ... σπονδῶν 构成属格独立结构,后置介词 ἕνεκα 则支配属格名词 σπονδῶν(意为“因达成了休战协议”),修饰主句动词 ἐξῃτεῖτο,说明奥杜因提出引渡要求的缘由或契机。

  3. 7.35.23οὐδενὶ λόγῳ

    方式与格习语,意为“毫无缘由”或“无任何正当理由”,强调其叛变行为毫无正当借口或合理依据。

  4. 7.35.30τέταρτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε

    τῷ πολέμῳ τῷδε 为表示关涉的与格(关系与格),附属于不及物动词 ἐτελεύτα(“结束”),意即“对这场战争而言,第十四个年头宣告结束”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.35.15-7.35.30