- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.35.1-7.35.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留黯然返回拜占庭,文中回顾了曾预示其早年辉煌的葡萄庄园异兆;教宗维吉利乌斯等恳请皇帝收复意大利未获积极回应,而伦巴第王国内部因王位继承引发逃亡。
Βελισάριος μὲν τὴν ἐπὶ τὸ Βυζάντιον1 οὐδενὶ κόσμῳ ᾔει, γῆς μὲν τῆς Ἰταλῶν πενταετὲς οὐδαμῆ ἀποβάς, οὐδέ πη ὁδῷ ἰέναι ἐνταῦθα ἰσχύσας, ἀλλὰ φυγῇ κεκρυμμένῃ ἐχόμενος πάντα τοῦτον τὸν χρόνον. ἔκ τε ὀχυρώματος ἀεὶ ἐπιθαλασσίου τινὸς ἐς ἄλλο ἐπὶ τῆς παραλίας ὀχύρωμα διηνεκὲς ναυτιλλόμενος καὶ ἀπ’ αὐτοῦ ἀδεέστερον τοὺς πολεμίους τετύχηκε Ῥώμην τε ἀνδραποδίσαι2 καὶ τἄλλα ὡς εἰπεῖν ἅπαντα. τότε δὲ καὶ Περυσίαν πόλιν. ἣ πρώτη ἐν Τούσκοις οὖσα ἐτύγχανε. πικρότατα πολιορκουμένην ἀπέλιπεν, ἥπερ αὐτοῦ ἔτι ὁδῷ ἰόντος κατ’ ἄκρας ἑάλω.
贝利萨留极不光彩地启程前往拜占庭;在这五年间,他从未踏上过意大利的土地,也无力在当地作任何陆路行军,而是在整整这段时期里一直处于隐蔽的逃遁之中。他不断地从一座海边要塞航行到沿海的另一座要塞,结果反使敌人更加肆无忌惮地奴役了罗马以及几乎所有其他地方。当时,托斯卡纳的首要城市佩鲁西亚正遭到极其惨烈的围攻,他却将其弃之不顾而去;就在他尚在途中的时候,该城便彻底沦陷了。
ἐς Βυζάντιον δὲ ἀφικόμενος διατριβὴν τὸ λοιπὸν ἐνταῦθα εἶχε, πλούτου μὲν ἐξουσίαν περιβεβλημένος πολλήν. εὐτυχήμασι δὲ τοῖς ἔμπροσθεν αὐτῷ ξυμβεβηκόσιν ἀπόβλεπτος ὤν, ἅπερ οἱ πρότερον ἢ ἐς Λιβύην ἐστράτευσε ξυμβόλῳ προὔλεγέ τινι οὐκ ἀφανεῖ τὸ δαιμόνιον.3
抵达拜占庭之后,他自此便逗留于彼处,坐拥巨额财富,并因先前降临于他的种种侥幸成功而备受仰望;对于这些功绩,在他出征利比亚之前,神意便曾以一个昭彰的征兆向他预示过。
Ὁ δὲ ξύμβολος ἐγένετο ὧδε. ἦν τις Βελισαρίῳ κλῆρος ἐν Βυζαντίων τῷ προαστείῳ ὃ δὴ Παντείχιον μὲν ὀνομάζεται, κεῖται δὲ ἐν τῇ ἀντιπέρας ἠπείρῳ. ἐνταῦθα ὀλίγῳ ἔμπροσθεν ἢ ἔμελλε Βελισάριος ἐπί τε Γελίμερα καὶ Λιβύην ἐξηγήσασθαι τῷ Ῥωμαίων στρατῷ, ἐνδελεχέστατα πλήθειν οἱ τὰς ἀμπέλους ξυνέβη.
那征兆是这样的。贝利萨留在拜占庭一处名为潘泰基翁、坐落于对岸大陆的郊区拥有一处庄园。就在贝利萨留即将率领罗马大军征讨盖利默和利比亚不久之前,那里的葡萄藤极尽丰硕地挂满了果实。
οἴνου τε ὃς ἐνθένδε γεγονὼς ἔτυχε πίθων οἱ θεράποντες ἐμπλησάμενοι μέγα τι χρῆμα,4 καὶ αὐτῶν τὰ μὲν ἔνερθεν κατορύξαντες, τὰ δὲ ὕπερθεν πηλῷ ἐς τὸ ἀκριβὲς ἐπιβύσαντες, ἐν τῷ οἰνῶνι κατέθεντο.
仆人们用由此产出的葡萄酒装满了许多大酒瓮,将瓮的下半部埋入地下,上半部用黏土严密地封住,存放在酒窖之中。
μησὶ δὲ ὀκτὼ ὕστερον ἐν πίθοις τισὶν ἀναβράσσων ὁ οἶνος διεσπάσατο μὲν τὸν πηλὸν ᾧπερ ἐπέφρακτο αὐτῶν ἕκαστος, ὑπερβλύσας δὲ καὶ ῥεύσας πολὺς ἐς τοσόνδε γῆν τὴν ἐχομένην ἐπέκλυσεν ὥστε καὶ τέλμα ἐν τούτῳ τῷ ἐδάφει ἐργάσασθαι μέγα.
八个月后,若干大瓮中的葡萄酒因发酵而胀破了各自封口所用的黏土,酒液溢出并大量流淌,将周围的地面淹没至在土壤上汇聚成一大片积水的程度。
ὅπερ ἐπεὶ οἱ θεράποντες εἶδον, ἐν θάμβει μεγάλῳ γενόμενοι πολλοὺς μὲν ἐνθένδε ἀμφορέας ἐμπλήσασθαι ἔσχον,5 αὖθις δὲ τούτους δὴ τοὺς πίθους τῷ πηλῷ ἀποφράξαντες τὰ παρόντα ἐν σιωπῇ εἶχον.
仆人们见状惊骇不已,他们虽从中盛满了许多双耳细颈罐,但随即又用黏土重新封堵这些大瓮,将此事秘而不宣。
ἐπεὶ δὲ τοῦτο πολλάκις ὑπὸ τὸν αὐτὸν χρόνον γεγονὸς εἶδον, αὐτοὶ μὲν ἐπὶ τὸν κεκτημένον τὸ πρᾶγμα ἦγον, ὁ δὲ τῶν ἐπιτηδείων πολλοὺς ἐνταῦθα ἀγείρας ἐπέδειξε τὰ ποιούμενα· οἵπερ τῷ ξυμβόλῳ τεκμηριούμενοι ἐς ταύτην δὴ τὴν οἰκίαν μεγάλα προὔλεγον ἀγαθὰ ἔσεσθαι.
然而,当他们看到在同一时期这种现象屡屡发生时,便将实情禀报给主人;主人在此召集了许多亲友,向他们展示了发生的情形。亲友们依凭这一征兆断定,预言大吉之事必将降临于此家族。
Ταῦτα μὲν οὖν τῇδε Βελισαρίῳ ἐχώρησε. Βιγίλιος δέ, ὁ τῆς Ῥώμης ἀρχιερεύς, ξὺν Ἰταλοῖς τοῖς ἐνταῦθα τηνικάδε παροῦσι, πολλοῖς τε καὶ λογιμωτάτοις ἐσάγαν οὖσιν, οὐκέτι ἀνίει, ἀλλ’ ἔχρῃζε βασιλέως Ἰταλίας μεταποιεῖσθαι δυνάμει τῇ πάσῃ.
贝利萨留的事情便如此收场。与此同时,罗马教宗维吉利乌斯与当时身在彼处的意大利人——其中多为极孚众望之士——仍不肯罢休,恳求皇帝倾全力收复意大利。
μάλιστα δὲ πάντων αὐτὸν Γόθιγος ἐνῆγε, πατρίκιος ἀνήρ, ἐς τῶν ὑπάτων τὸν δίφρον ἀναβεβηκὼς πολλῷ πρότερον· ἐπεὶ καὶ αὐτὸς τούτων δὴ ἕνεκεν ἐς Βυζάντιον ἀφικόμενος ἔτυχεν ἔναγχος.
在所有人中,敦促皇帝最力的乃是贵族塞特古斯,此人很久以前便曾荣登执政官之宝座;因为他本人也正是为此事于不久前抵达拜占庭的。
βασιλεὺς δὲ Ἰταλίας μὲν ἐπηγγέλλετο προνοήσειν αὐτὸς, ἀμφὶ δὲ τὰ Χριστιανῶν δόγματα ἐκ τοῦ ἐπὶ πλεῖστον διατριβὴν εἶχεν, εὖ διαθέσθαι τὰ ἐν σφίσιν ἀντιλεγόμενα σπουδάζων τε καὶ διατεινόμενος μάλιστα.
皇帝虽然应允亲自顾及意大利,但在大部分时间里却沉溺于基督徒的教义之争,极为热切并全力以赴地试图调解彼此间的争议。
Ταῦτα μὲν ἐν Βυζαντίῳ ἐπράσσετο. ἐτύγχανε δὲ Λαγγοβάρδης ἀνὴρ ἐς Γήπαιδας φεύγων ἐξ αἰτίας τοιᾶσδε.
拜占庭之事大抵如此进行。与此同时,有一名伦巴第男子因如下缘由逃亡至吉佩德人那里。
ἡνίκα Λαγγοβαρδῶν Οὐάκης ἦρχεν, ἦν τίς οἱ ἀνεψιὸς Ῥισιοῦλφος ὄνομα. ὃν δὴ ὁ νόμος, ἐπειδὰν Οὐάκης τελευτήσειεν, ἐπὶ τὴν ἡγεμονίαν ἐκάλει.
当瓦科统治伦巴第人时,他有一位名为里西乌尔夫斯的侄子;按照律法,一旦瓦科去世,理应由他继承王位。
προνοήσας οὖν Οὐάκης ὅπως εἰς τὸν παῖδα τὸν αὑτοῦ ἡ ἀρχὴ ἄγοιτο, ἔγκλημα Ῥισιούλφῳ ἐπενεγκὼν αἰτίαν οὐκ ἔχον φυγῇ τὸν ἄνθρωπον ἐζημίωσεν.
于是瓦科处心积虑想让统治权传给自己亲生儿子,便对里西乌尔夫斯横加莫须有的罪名,将此人处以流放之刑。
- 7.35.1τὴν ἐπὶ τὸ Βυζάντιον
伴随阴性名词 ὁδόν(道路、旅程)省略的同源(同族)宾格结构。介词短语 ἐπὶ τὸ Βυζάντιον 与冠词 τὴν 一同构成定语修饰,充当动词 ᾔει 的宾语(即“行进在前往拜占庭的路上”)。
- 7.35.2ἀπ’ αὐτοῦ ἀδεέστερον τοὺς πολεμίους τετύχηκε Ῥώμην τε ἀνδραποδίσαι
介词短语 ἀπʼ αὐτοῦ 指代前文各分词短语所描述的行为(即贝利萨留避免陆战而仅在沿海要塞间穿梭航行),表示原因或结果。动词 τετύχηκε 在此作非人称用法,统领带不定式的宾格结构 τοὺς πολεμίους ... ἀνδραποδίσαι(意为“导致了敌人得以奴役……”)。
- 7.35.3ἅπερ οἱ πρότερον ἢ ἐς Λιβύην ἐστράτευσε ξυμβόλῳ προὔλεγέ τινι οὐκ ἀφανεῖ τὸ δαιμόνιον
中性复数关系代名词 ἅπερ(先行词为 εὐτυχήμασι)作动词 προὔλεγε 的直接宾语,而其语法主语 τὸ δαιμόνιον 则被大幅后置(倒装/超距修饰)至句末。οἱ 为第三人称单数与格代词,作间接宾语(“向他”)。
- 7.35.5πίθων οἱ θεράποντες ἐμπλησάμενοι μέγα τι χρῆμα
属格 πίθων 为部分属格,从属于表示数量的迂回习语结构 μέγα τι χρῆμα(“巨量的……”)。主语 οἱ θεράποντες 与分词 ἐμπλησάμενοι 通过语序倒置插入在两者之间。
- 7.35.7ἐμπλήσασθαι ἔσχον
不定过去时主动态 ἔσχον 后接不定式,构成表示能力的习惯用法(意为“得以”、“能够”,相当于 ἐδυνήθησαν)。中动态不定式 ἐμπλήσασθαι 则表示为动作主体自身利益而装盛(间接中动态)。
