- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.34.33-7.34.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吉佩德使节为其占据领地辩护并谋求罗马结盟或中立,查士丁尼皇帝断然拒绝并派大军支援伦巴第人;在罗马军击败奥尔杜斯统率的赫鲁尔部众后,吉佩德人与伦巴第人突然私自媾和,迫使罗马军队驻足观望。
δικαιώματα μὲν οὖν πρὸς ὑμᾶς ἐς τὴν ξυμμαχίαν ἐπαγωγὰ ταῦτά ἐστιν ἡμῖν.” “Θεάσασθε δὲ ὁποῖοι Λαγγοβάρδαι τοὺς τρόπους εἰσί.
因此,以上便是我们引你们结盟的正义理由。”“然而,请看这伦巴第人具有何等的心性。
δίκῃ μὲν τὰ διάφορα διαλῦσαι, καίπερ πολλὰ προκαλουμένων ἡμῶν, οὐδαμῆ ἔγνωσαν, θράσει ἀλογίστῳ ἐχόμενοι· ἐπεὶ δὲ ὁ πόλεμος ἤδη που ἐν χερσὶ γέγονεν, οἱ δὲ ὀπίσω τῶν πραγμάτων ἀναποδίζοντες1 τῷ τὴν οἰκείαν ἀσθένειαν ξυνεπίστασθαι παρ’ ὑμᾶς ἥκουσιν, ἀξιοῦντες Ῥωμαίους ἀνελέσθαι τὸν ὑπὲρ αὐτῶν οὐ δέον ἀγῶνα.
尽管我们再三提出传唤,他们却因受妄悖的蛮横所驱使,全然不愿通过司法审理来解决争端;但当战事已迫在眉睫之时,他们却将事态全盘倒转,深知自身的孱弱而跑到你们御前,要求罗马人为了他们去承担本无义务的争战。
πάντως δὲ οἱ κλῶπες οὗτοι τό τε Σίρμιον καὶ ἄλλα ἐπὶ Δακίας ἄττα χωρία ὑπόθεσιν ὑμῖν τοῦ πολέμου τοῦδε προΐσχονται εἶναι.
无论如何,这帮窃贼无非是以西尔米乌姆和达基亚的若干其他据点为借口,诱使你们卷入这场战争。
καίτοι πόλεών τε καὶ χώρας τοσοῦτον τῇ σῇ βασιλείᾳ περίεστιν ὥστε καὶ διερευνᾶσθαι τῶν ἀνθρώπων τινας, οἷς ἂν καὶ δοίης μοῖραν τινα πρὸς ἐνοίκησιν.
然而,陛下的帝国所剩余的城池与土地是如此丰饶,以至于你们还要在众人中寻觅对象,分封领地以供他们定居。
Φράγγους ἀμέλει καὶ τὸ Ἐρούλων ἔθνος καὶ τούτους Λαγγοβάρδας τοσούτοις ἐδωρήσω πόλεώς τε καὶ χώρας, ὦ βασιλεῦ, μέτροις, ὁπόσα οὐκ ἄν τις διαριθμήσαιτο. ἡμεῖς δὲ τῇ φιλίᾳ τῇ σῇ τὸ θαρσεῖν ἔχοντες, τοῦτο, ὅπερ ἐβούλου, διαπεπράγμεθα· ὁ δέ τι προΐεσθαι τῶν ὑπαρχόντων βεβουλευμένος κρείσσω παρὰ πολὺ τοῦ πρὸς αὐτοῦ τετυχηκότος τῆς χάριτος τὸν προτερήσαντά τε καὶ γνώμῃ τὸ δῶρον αὐτονόμῳ ἑλόμενον οἴεται εἶναι,2 ἢν μὴ ἐς τὸν κεκτημένον ὑβρίζων, ἀλλὰ τῷ φίλος οἱ ἐς τὰ μάλιστα εἶναι θαρσῶν, τὴν τοῦ πράγματος ἀξίωσιν πεποιῆσθαι δοκεῖ, ὅπερ καὶ Γήπαισιν ἐς Ῥωμαίους τετύχηκεν εἶναι.
皇帝陛下,毫无疑问,您曾赏赐给法兰克人、赫鲁尔部族以及这些伦巴第人的城邑与土地之广袤,无人能够尽数计算。 而我们仗恃着与您的友谊,完成了您所期盼的事情;凡决意放弃自己部分产业的人,都会认为那先发制人、凭自主意愿取走这份赠礼的人,远胜于直接从他手中受惠之人——只要〔前者〕看来并非出于对主人的轻侮,而是依仗着自己是其至交才对该物提出要求,而这恰恰就是吉佩德人对罗马人的情状。
ὧν ἐνθυμουμένους ὑμᾶς μάλιστα μὲν κατὰ τὸ ξυμμαχικὸν αἰτοῦμεν σὺν ἡμῖν ἐπὶ Λαγγοβάρδας ἰέναι δυνάμει τῇ πάσῃ· εἰ δὲ μή, ἐκποδὼν ἀμφοτέροις στῆναι. ταῦτα γὰρ βουλευόμενοι δίκαιά τε ποιεῖτε καὶ λίαν ἐπιτηδείως τῇ Ῥωμαίων ἀρχῇ.”
深思这些事实,我们首先恳求你们恪守同盟之约,倾全国之兵与我们并力讨伐伦巴第人;若不可行,则请对双方袖手旁观。因为作出如此决断,既合乎正义,又极有利于罗马帝国。”
Καὶ Γήπαιδες μὲν τοσαῦτα εἶπον. βουλευσάμενος δὲ πολλὰ Ἰουστινιανὸς βασιλεὺς αὐτοὺς μὲν ἀποπέμψασθαι ἀπράκτους ἔγνω, ὁμαιχμίαν δὲ πρὸς Λαγγοβάρδας διώμοτον πεποιημένος πλέον αὐτοῖς ἢ ἐς μυρίους ἱππεῖς ἔπεμψεν, ὧν δὴ Κωνσταντιανὸς καὶ Βούζης καὶ Ἀράτιος ἦρχον.
吉佩德人言尽于此。查士丁尼皇帝经过反复考量,决定让他们空手而归;他与伦巴第人立下誓约结为同盟,向他们派去了一万余名骑兵,由君士坦提亚努斯、布泽斯和阿拉提乌斯统领。
ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης, ὁ Βιταλιανοῦ ἀδελφιδοῦς, προρρηθὲν αὐτῷ ἐκ βασιλέως,3 ἐπειδὰν τάχιστα διαμαχήσωνται πρὸς τὸ Γηπαίδων ἔθνος, ἐνθένδε σπουδῇ ἐς τὴν Ἰταλίαν ξὺν τοῖς ἑπομένοις ἰέναι. ἐτύγχανε γὰρ ἐξ Ἰταλίας καὶ αὐτὸς ἥκων.
维塔利安的侄子约翰亦在军中,皇帝事先向他下旨:一旦与吉佩德部族决战完毕,便须率本部人马自彼处星夜赶往意大利;因为他本人也恰好刚从意大利赶来。
ξύμμαχοι δὲ αὐτοῖς Ἔρουλοι πεντακόσιοί τε καὶ χίλιοι εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον.
随同他们作为盟军的还有一千五百名赫鲁尔人,由菲勒穆斯等将领率领。
οἱ γὰρ ἄλλοι ξύμπαντες Ἔρουλοι ἐς τρισχιλίους ὄντες ξὺν τοῖς Γήπαισιν ἐτετάχατο, ἐπεὶ Ῥωμαίων ἀποστάντες οὐ πολλῷ ἔμπροσθεν ἔτυχον ἐξ αἰτίας ἥ μοι ἐν τοῖς ἔμπροσθεν ἐρρήθη.
至于其余所有的赫鲁尔人,约有三千之众,早已归入吉佩德人的阵营,因为正如我前文所述的原委,他们不久前刚从罗马人麾下叛离。
Μοῖρα δὲ Ῥωμαίων τῶν παρὰ Λαγγοβάρδας ἐπὶ ξυμμαχίᾳ ἰόντων Ἐρούλων τισὶ ξὺν Ἀόρδῳ τῷ τοῦ ἄρχοντος ἀδελφῷ ἐξαπιναίως ἐπιτυγχάνουσι.
开往伦巴第人营地充当盟军的罗马军一部,猝然遭遇了由赫鲁尔首领之弟奥尔杜斯统领的部众。
μάχης τε καρτερᾶς γενομένης νικῶσι Ῥωμαῖοι, καὶ τόν τε Ἄορδον τῶν τε Ἐρούλων πολλοὺς ἔκτειναν. γνόντες δὲ Γήπαιδες ἄγχιστά πη εἶναι τὸν Ῥωμαίων στρατόν, τὰ διάφορα εὐθὺς Λαγγοβάρδαις διέλυσαν, ἔς τε σπονδὰς οἱ βάρβαροι οὗτοι ξυνέβησαν ἀλλήλοις, ἀκόντων Ῥωμαίων.
经过一场殊死激战,罗马人赢得胜利,击毙了奥尔杜斯并斩杀了大批赫鲁尔人。吉佩德人获悉罗马大军已抵邻近之地,便立刻同伦巴第人化解了争端,两支蛮族违背罗马人的意愿彼此缔结了盟约。
ταῦτα ἐπεὶ ὁ Ῥωμαίων στρατὸς ἔμαθον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. οὔτε γὰρ ἔτι ἐδύναντο πρόσω ἰέναι οὔτε ἀναστρέφειν ὀπίσω εἶχον δειμαίνοντες οἱ στρατηγοὶ μὴ Γήπαιδές τε καὶ Ἔρουλοι καταθέοντες τὴν Ἰλλυριῶν ληΐσωνται χώραν.
罗马军队得知此事后,陷入了极大的进退维谷之中:将领们既无法继续前进,又不敢后撤,唯恐吉佩德人与赫鲁尔人入侵并洗劫伊利里亚地区。
αὐτοῦ γοῦν μείναντες ἐς βασιλέα τὰ παρόντα σφίσιν ἀνήνεγκαν. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.
于是他们驻留原地,将自身处境奏报皇帝。此地的局势大致如此展开。而我将重返我先前展开离题叙述的地方。
- 7.34.34ἐπεὶ δὲ ὁ πόλεμος ἤδη που ἐν χερσὶ γέγονεν, οἱ δὲ ὀπίσω τῶν πραγμάτων ἀναποδίζοντες
在时间从属子句(ἐπεὶ...)之后的主句开头使用δέ,属于主句后起连接词(apodotic dé)用法,用以强调主语代词(οἱ δὲ)并凸显与前述情势的反差。
- 7.34.38ὁ δέ τι προΐεσθαι τῶν ὑπαρχόντων βεβουλευμένος κρείσσω παρὰ πολὺ τοῦ πρὸς αὐτοῦ τετυχηκότος τῆς χάριτος τὸν προτερήσαντά τε καὶ γνώμῃ τὸ δῶρον αὐτονόμῳ ἑλόμενον οἴεται εἶναι
基本句式为“ὁ δὲ βεβουλευμένος... οἴεται τὸν προτερήσαντα... κρείσσω... εἶναι”。在动词οἴεται所带的宾格不定式结构中,主语宾格是“τὸν προτερήσαντά τε καὶ γνώμῃ τὸ δῶρον αὐτονόμῳ ἑλόμενον”(抢先并凭自主决断收取赠礼者),作为比较对象的属格是“τοῦ πρὸς αὐτοῦ τετυχηκότος τῆς χάριτος”(从其手中获得恩惠者)。主语分词与主谓动词相隔甚远,且比较结构层叠嵌入。
- 7.34.41προρρηθὲν αὐτῷ ἐκ βασιλέως
采用中性单数被动不定过去分词προρρηθέν构成的绝对宾格结构(accusative absolute)。它作无人称用法,将后续的不定式子句(ἐς τὴν Ἰταλίαν... ἰέναι)作为逻辑上的实际主语,意为“皇帝已预先向他下令”。
