← 普罗科皮乌斯

战史

§7.34.16-7.34.32

伦巴第使者的申诉与吉佩德使者的抗辩

伦巴第使者谴责吉佩德人强占西尔米乌姆及其背信弃义,并以宗教一致为由请求结盟;次日吉佩德使者进见,申明自身恪守法律仲裁的和平意愿,并以军力优势和久远同盟关系力陈与己结盟的益处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.34.16

“Πῶς ἄν τις ἐφικέσθαι δύναιτο λόγῳ τῆς τοῦ πράγματος ἀτοπίας; οὐ κατεφρόνησαν τῆς Ῥωμαίων ἀρχῆς; οὐκ ἔλυσαν σπονδῶν τε καὶ συμμάχων θεσμούς;

“有谁能用言辞说尽此事的荒谬绝伦呢?难道他们没有蔑视罗马帝国吗?难道他们没有撕毁盟约与盟友的法度吗?

§7.34.17

οὐχ ὕβρισαν εἰς οὓς ἥκιστα ἐχρῆν; οὐκ ἐβιάσαντο βασιλείαν ἧς δοῦλοι ἂν εὔξαιντο εἶναι, ἤν τις σχολὴ ὑμῖν ἐπ’ αὐτοῖς γένηται; Γήπαιδες, ὦ βασιλεῦ, Σίρμιον ἔχουσι καὶ Ῥωμαίους ἀνδραποδίζουσιν, ὅλην τε προσποιεῖσθαι Δακίαν αὐχοῦσι· τίνα πόλεμον ὑπὲρ ὑμῶν ποτε ἢ ξὺν ὑμῖν ἢ πρὸς ὑμᾶς αὐτοὺς νενικηκότες; ἢ τίνος ἀγωνίας ἆθλα τὴν χώραν ταύτην πεποιημένοι; καὶ ταῦτα ἔμμισθοι πρὸς ὑμῶν γεγονότες πολλάκις καὶ τὰ χρήματα, ὥσπερ εἴρηται, κεκομισμένοι χρόνον οὐκ ἴσμεν ὁπόσον ἄνω.

难道他们没有将侮辱施加于最不应当受辱之人吗?倘若你们腾出闲暇来对付他们,他们便会祈求成为其奴隶的那个帝国,难道他们没有对之施暴吗?陛下,吉佩德人霸占着西尔米乌姆,将罗马人沦为奴隶,并妄称领有整个达基亚; 然而,他们何曾为你们、或与你们同阵、或与你们自身交战而赢得过任何战争?他们又是作为哪场战斗的战利品而将这片土地据为己有的呢?更何况他们屡次充当你们的受薪雇佣军,且如前所述,自无法追溯的遥远过去起便连年领取钱财。

§7.34.19

καίτοι τῆς παρούσης αὐτῶν πρεσβείας οὐ γέγονε πρᾶξις μιαρωτέρα ἐκ τοῦ παντὸς χρόνου. ἐπειδὴ γὰρ ἡμᾶς πολεμησείοντας ἐπ’ αὐτοὺς εἶδον, ἐς Βυζάντιόν τε θαρσοῦσιν ἀφῖχθαι καὶ βασιλεῖ ἐς τοσόνδε περιυβρισμένῳ ἐς ὄψιν ἥκειν.

然而,纵观古今,再没有比他们当下的这次出使更为可憎的行径了。因为他们一见我们急欲向他们开战,竟然就敢于来到拜占庭,来到被他们如此肆意侮辱的皇帝御前。

§7.34.20

ἴσως που καὶ ἀναιδείας περιουσίᾳ ἐς ξυμμαχίαν παρακαλέσουσιν ἐφ’ ἡμῖν τοῖς οὕτω κατεσπουδασμένοις ὑμῖν.

或许他们出于极端的厚颜无耻,甚至会请求与你们结盟,来讨伐对你们如此竭忠尽智的我们。

§7.34.21

καὶ μὴν εἰ μὲν ἀποδωσείοντες ἥκουσιν ὧνπερ ἐπεβάτευσαν οὐδὲν σφίσι προσῆκον,1 Λαγγοβάρδας αἰτιωτάτους τῆς ἐνθένδε ὠφελείας λογιστέον Ῥωμαίοις, ὧνπερ τῷ δέει ἀναγκασθέντες τὴν ἀκούσιον εὐγνωμοσύνην ὀψὲ τοῦ καιροῦ μεταμπίσχονται.

况且,纵使他们此番前来是意图归还那些他们毫无权利侵占的土地,罗马人也必须将由此获得的益处首先归功于伦巴第人;正是由于被迫出于对伦巴第人的畏惧,他们才在为时已晚之际披上这层非自愿的善意伪装。

§7.34.22

τῷ γὰρ τὴν ἀνάγκην πεποιημένῳ τὴν χάριν εἰκότως ὁ τῆς εὐεργεσίας τυχὼν εἴσεται. εἰ δέ γε μηδὲ νῦν ἐκστῆναι τῶν οὐ προσηκόντων βεβούληνται, τίς ἂν εἴη ταύτης δὴ τῆς κακοτροπίας ὑπερβολή;”

因为蒙受恩惠之人,理所当然地应当感激促成这一必然情势之人。但倘若他们至今仍不肯退出不属于自己的领土,那么这种险恶用心又何以复加呢?”

§7.34.23

“Ταῦτα μὲν οὖν ἡμῖν ἀφελείᾳ βαρβαρικῇ, λόγων σπανιζούσῃ, τῶν πραγμάτων οὐδαμῆ ἐπαξίως εἰρήσθω.

“因此,就让我们以缺乏修饰的蛮族质朴之辞,哪怕绝未能相称于事情的严重性,把这些话说完吧。

§7.34.24

σὺ δέ, ὦ βασιλεῦ, διασκοπούμενος ὅσα ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἡμῖν εἴρηται, τὰ Ῥωμαίοις τε καὶ Λαγγοβάρδαις τοῖς σοῖς ξυνοίσοντα πρᾶσσε, τοῦτο πρὸς τοῖς ἄλλοις ἅπασιν ἐννοῶν, ὡς ἡμῖν μὲν ἀμφὶ τῷ θεῷ ὁμογνωμονοῦσι τὸ ἐξ ἀρχῆς συντετάξονται Ῥωμαῖοι δικαίως, τοῖς δὲ Ἀρειανοῖς οὖσι καὶ δι’ αὐτὸ τοῦτο ἀπ’ ἐναντίας χωρήσουσι.”

然而陛下,您既能深察我们的陈辞与切要之需相比有何不足,就请推行有益于罗马人及作为您麾下之人的伦巴第人的举措吧。在其他一切考量之外,请铭记这一点:由于我们自始便在敬奉上帝之事上与你们同心同德,罗马人理应正义地与我们结成同阵;而对于身为阿里乌斯派的那些人,恰恰因由这一点,罗马人自当与之反目为敌。”

§7.34.25

Λαγγοβάρδαι μὲν τοσαῦτα εἶπον. γενόμενοι δὲ τῇ ὑστεραίᾳ παρὰ βασιλέα καὶ οἱ Γηπαίδων πρέσβεις ἔλεξαν ὧδε· “Δίκαιον, ὦ βασιλεῦ, τοὺς ἐπὶ ξυμμαχίας αἰτήσει παρὰ τοὺς πέλας ἀφικομένους ἀναδιδάξαι πρῶτον, ὡς δίκαιά τε δεησόμενοι πάρεισι καὶ ξύμφορα τοῖς ξυμμαχήσουσιν, οὕτω τε τοὺς λόγους ὧνπερ ἕνεκα πρεσβεύουσι ποιεῖσθαι.

伦巴第人言尽于此。次日,吉佩德人的使者也来到皇帝御前,陈词如下:“陛下,凡为请求同盟而造访邻邦者,理当首先阐明:他们所提的要求既是正义的,又对施援者有利,然后再就出使的本意展开陈述。

§7.34.26

ὡς μὲν οὖν ἠδικήμεθα πρὸς Λαγγοβαρδῶν, αὐτόθεν δῆλον· δίκῃ γὰρ διαλύειν τὰ διάφορα ἐν σπουδῇ ἔχομεν, δικάζεσθαι δὲ οἷς ἂν σπουδάζηται βιάζεσθαι οὐδαμῆ πρόσεστιν.2 ὡς δὲ πολυανθρωπίᾳ τε καὶ ἀρετῇ Γήπαιδες παρὰ πολὺ Λαγγοβαρδῶν κρείσσους τυγχάνουσιν ὄντες, τί ἄν τις ἐν εἰδόσι μακρολογοίη; τὸ δὲ ξὺν τοῖς καταδεεστέροις ἐς τὴν ἀγωνίαν καθισταμένους ἐς κακόν τι προὖπτον ἰέναι, παρὸν τὴν νίκην ξὺν τοῖς δυνατωτέροις ταττομένους ἀκίνδυνον ἔχειν, οὐκ ἄν τινας οἰόμεθα τῶν καὶ κατὰ βραχὺ σωφρονούντων ἑλέσθαι.3

至于我们遭受了伦巴第人的不公侵害,从事实本身便昭然若揭;因为我们殷切期望通过诉讼裁决来平息争端, 而一心诉诸法庭者,绝不可能同时动用暴力。再者,关于吉佩德人在人口与勇武方面远胜伦巴第人这一事实, 在早已明知实情的人面前,何须多言?然而,在原本可以通过与更强者结阵而毫无风险地赢取胜利的情形下,却偏要与劣势者一同卷入战斗以致走向显而易见的祸患,我们认为凡稍有理性之人皆绝不会作此抉择。

§7.34.30

ὥστε καὶ ὑμῖν ἐφ’ ἑτέρους τινὰς ἰοῦσι ξυντετάξονται τὸ λοιπὸν Γήπαιδες, χάριν μὲν τῶν πεπραγμένων ὀφείλοντες, δυνάμεως δὲ περιουσίᾳ ξυμποριζόμενοι τὴν τῶν πολεμίων, ὡς τὸ εἰκός, ἐπικράτησιν.

因此,今后在你们进剿其他任何敌寇时,吉佩德人亦必将与你们并肩作战,既是对所做之事感念其恩,又凭借充沛的军力,理所当然地助你们克敌制胜。

§7.34.31

καὶ μὴν καὶ τοῦτο λογίζεσθαι ὑμᾶς ἂν πρέποι, ὡς Λαγγοβάρδαι μὲν ἐξ ὑπογυίου Ῥωμαίοις γεγένηνται φίλοι, Γήπαιδας δὲ ὑμῖν ἐνσπόνδους τε τὸ ἀνέκαθεν καὶ γνωρίμους γεγονέναι ξυμβαίνει.

不仅如此,你们亦理当深思这一点:伦巴第人只是近来才成为罗马人的朋友,而吉佩德人自古以来便是贵国的立约盟友与故交。

§7.34.32

φιλία δὲ χρόνου μήκει ξυμπλεκομένη τὴν διάλυσιν οὐκ εὐπετῆ ἔχει. ὥστε ξυμμάχους οὐ δυνατοὺς μόνον, ἀλλὰ καὶ βεβαίους κεκτήσεσθε.

历经悠久岁月织就的友谊绝非轻易便能拆解。因此,你们不仅将获得一支强有力的盟军,而且还将赢得坚实可靠的盟友。”

语法注3 条
  1. 7.34.21ὧνπερ ἐπεβάτευσαν οὐδὲν σφίσι προσῆκον

    关系代词 ὧνπερ 为属格,受动词 ἐπιβατεύω(支配属格,“非法侵占、侵夺”)管辖。随后的 οὐδὲν σφίσι προσῆκον 为中性分词短语,作副词性或宾格绝对分词用法(或修饰先行词),表示让步或附带状况:“尽管这绝不属于他们”。

  2. 7.34.27δικάζεσθαι δὲ οἷς ἂν σπουδάζηται βιάζεσθαι οὐδαμῆ πρόσεστιν

    全句的主语是不定式 βιάζεσθαι(“动用暴力”),主谓语是 πρόσεστιν(支配与格,“属于、伴随……的性质”)。与格成分 οἷς ἂν σπουδάζηται 是省略了先行词 τούτοις 的关系分句,其中 δικάζεσθαι 为中动态不定式,依附于 σπουδάζηται(“那些热心于诉诸法律/裁判的人”)。整句结构为:“动用暴力绝非一心诉诸法律裁判者所应有的特征”。

  3. 7.34.29τὸ δὲ ξὺν τοῖς καταδεεστέροις ἐς τὴν ἀγωνίαν καθισταμένους ἐς κακόν τι προὖπτον ἰέναι, παρὸν τὴν νίκην ξὺν τοῖς δυνατωτέροις ταττομένους ἀκίνδυνον ἔχειν, οὐκ ἄν τινας οἰόμεθα τῶν καὶ κατὰ βραχὺ σωφρονούντων ἑλέσθαι

    主句的主干为 οὐκ ἄν τινας οἰόμεθα ... ἑλέσθαι(“我们认为绝不会有人……会选择”),其中 τινας τῶν καὶ κατὰ βραχὺ σωφρονούντων 是不定式 ἑλέσθαι 的逻辑主语。句首带冠词的不定式短语 τὸ ... ἰέναι 充当 ἑλέσθαι 的直接宾语。中间插入的 παρὸν ... ἔχειν 为无人称绝对宾格分词结构(παρόν),表示让步(“尽管原本有可能……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.34.16-7.34.32