- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.34.1-7.34.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
毗邻而居的吉佩德人与伦巴第人爆发冲突,双方皆派使节向查士丁尼皇帝请求援军。伦巴第使节先行获得接见,发表演说严厉谴责吉佩德人过去的背信弃义与乘人之危。
Οὕτω μὲν οἱ βάρβαροι διεδάσαντο τὴν Ῥωμαίων ἀρχήν. χρόνῳ δὲ ὕστερον Γήπαιδές τε καὶ Λαγγοβάρδαι ἅτε δὴ ἐν γειτόνων πη ᾠκημένοι1 ἀλλήλοις διάφοροι γεγένηνται ἐς τὰ μάλιστα.
蛮族们便如此瓜分了罗马帝国的领土。然而过了一段时间之后,由于彼此相邻而居,吉佩德人与伦巴第人之间产生了极其严重的敌意。
πολεμησείοντές τε προθυμίᾳ τῇ πάσῃ ἐς ἀλλήλους ἑκάτεροι ὤργων τοῖς πολεμίοις διὰ μάχης ἰέναι, χρόνος τε τῇ ξυμβολῇ τακτὸς ὥριστο.
双方皆怀着极大的渴望企图开战,急于与敌军交锋,甚至商定了决战的日期。
Λαγγοβάρδαι δὲ οὐκ ἂν οἰόμενοι Γήπαισιν ἀξιόμαχοι κατὰ μόνας αὐτοὶ ἔσεσθαι2 (πλήθει γὰρ αὐτοὺς ἐλασσοῦσθαι τῶν πολεμίων ξυνέβαινε) Ῥωμαίους ἔγνωσαν ἐς ξυμμαχίαν ἐπαγαγέσθαι.
但伦巴第人自忖单凭自身无力与吉佩德人抗衡——因为他们在人数上恰好逊于敌人——遂决意拉拢罗马人结为同盟。
πέμψαντες οὖν παρὰ βασιλέα Ἰουστινιανὸν πρέσβεις στράτευμα σφίσιν ἐδέοντο πέμψαι. ὅπερ ἐπεὶ Γήπαιδες ἔγνωσαν, πέμπουσι καὶ αὐτοὶ ἐς Βυζάντιον πρέσβεις ὑπὲρ τῶν αὐτῶν δεησομένους. ἦρχε δὲ τότε Γηπαίδων μὲν Θορισὶν ὄνομα, τῶν δὲ ἑτέρων Αὐδουίν.
于是他们派遣使节前往查士丁尼皇帝处,请求派兵支援他们。吉佩德人一得知此事,也派遣使者前往拜占庭,提出同样的请求。当时统治吉佩德人的是名叫托里辛者,而统治另一方的则是奥杜因。
βασιλεὺς δὲ Ἰουστινιανὸς λόγους μὲν τοὺς πρὸς ἀμφοτέρων ἀκούειν ἔγνω, οὐχ ἅμα μέντοι ξυνιόντων, ἀλλὰ καὶ χωρὶς παρ’ αὐτὸν γινομένων.
查士丁尼皇帝决定听取双方的陈述,然而并非让他们一同进见,而是让他们分别来到自己面前。
ἐν τοῖς πρῶτοι οὖν Λαγγοβάρδαι βασιλεῖ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε· “Ἡμῖν μέν, ὦ βασιλεῦ, καταπεπλῆχθαι τῇ Γηπαίδων ἀτοπίᾳ ξυμβαίνει, οἵ γε τοσαῦτά τε τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθος ἐς τὴν ὑμετέραν παρανενομηκότες ἀρχὴν νῦν καὶ τὴν μεγίστην τῶν ὕβρεων ὑμῖν κομιοῦντες ἐφ’ ὑμᾶς ἥκουσιν.
伦巴第人率先来到皇帝御前,陈词如下:“陛下,我们目睹吉佩德人的荒谬举止,委实感到惊骇;他们对贵国帝国犯下了如此众多且严重的暴行,如今竟又来到您的面前,公然要将最大的侮辱施加于您。
οὗτοι γὰρ ἂν μόνοι τὰ ἔσχατα ἐς τοὺς πέλας ὑβρίζοιεν, οἳ3 λίαν αὐτοὺς εὐπετεῖς εἰς τὸ ἐξαπατᾶσθαι οἰόμενοι τῆς τῶν ἠδικημένων ἀπολαύσοντες εὐηθείας παρ’ αὐτοὺς ἥκοιεν.
因为唯有这样的人才会对邻人施加这般极端的暴行:他们自以为对方极易受骗,企图利用受害者的淳朴厚道,因而来到他们面前。
ὑμᾶς δὲ διασκοπεῖσθαι τοσοῦτον αἰτοῦμεν, ὅπη ποτὲ γνώμης τὰ ἐς φιλίαν Γήπαισιν ἔχει. οὕτω γὰρ ἂν τὰ ξυνοίσοντα ὡς ἀσφαλέστατα ἐξεργάσαισθε τῇ Ῥωμαίων ἀρχῇ, ἐπεὶ τοῖς ἀεὶ προγεγενημένοις τεκμηριοῦσθαι τὰ ἐσόμενα ξὺν τῷ ἀσφαλεῖ δύνανται ἄνθρωποι.
我们只恳请您深察,吉佩德人对友谊究竟抱有怎样的意图。因为唯有如此,您才能最稳妥地促成对罗马帝国有利之事,毕竟人们凭借恒常发生的前事,能够安稳地预判未来。
εἰ μὲν οὖν ἐς ἑτέρους τινὰς τὴν ἀγνωμοσύνην ἐπιδεδεῖχθαι μόνον τὸ Γηπαίδων ἔθνος ξυνέβαινε, πολλοῦ λόγου τε ἂν ἡμῖν καὶ χρόνου καὶ τῆς ἔξωθεν μαρτυρίας ἐδέησε, διελέγχειν ἐφιεμένοις τὸν τῶν ἀνδρῶν τρόπον· νῦν δὲ τὸ παράδειγμα ἐγγύθεν παρ’ ὑμῶν αὐτῶν λαβεῖν πάρεστι.”
因此,倘若吉佩德民族仅仅是对某些其他人显露其悖谬不义,那么我们意图揭穿这些人的品行,尚需耗费繁复的言辞、时间以及外部见证;然而如今,这一例证完全可以就近从您自身经历中取得。”
“Σκέψασθε γάρ· Γότθοι μὲν τὴν Δακῶν χώραν ἐς φόρου ἀπαγωγὴν τὰ πρότερα εἶχον, Γήπαιδες δὲ τοῦ Ἴστρου ἐπὶ θάτερα τὸ ἐξ ἀρχῆς ᾤκηντο ἅπαντες, Γότθων μὲν οὕτω κατεπτηχότες τὴν δύναμιν ὥστε τὸν ποταμὸν διαπορθμεύεσθαι οὐδὲ ὅσον ἀποπειράσασθαι πώποτε ἴσχυσαν,4 ἔνσπονδοι δὲ καὶ φίλοι Ῥωμαίοις τὰ μάλιστα ὄντες καὶ δῶρα πολλὰ τῷ τῆς φιλίας ὀνόματι κομιζόμενοι ἀνὰ πᾶν ἔτος πρός τε τῶν ἔμπροσθεν βεβασιλευκότων, καὶ παρὰ σοῦ μέντοι οὐδέν τι ἧσσον. ἡδέως ἂν οὖν πυθοίμεθα τούτων δὴ τῶν ἀνδρῶν τί ποτε ὑπὲρ τούτων αὐτοῖς ἐς Ῥωμαίους ἀγαθὸν εἴργασται. ἀλλ’ οὐκ ἂν ἔχοιεν οὐ μικρὸν ἢ μέγα εἰπεῖν·
“请您审视实情:昔日哥特人占领达基亚人的土地以征收赋税,而吉佩德人自始至终皆居住在伊斯特罗斯河的对岸,他们畏惧哥特人的力量,以至于从未曾敢于尝试渡河;他们对罗马人是极尽忠诚的盟友与朋友,每年以友谊之名从历代先皇那里获得重赏,从您这里所得亦毫无逊色。因此,我们很想当面询问这些人,换取这些恩惠,他们究竟曾为罗马人做过何等善事?但他们必将无话可说,无论巨细。
ἕως μὲν οὖν οὐκ εἶχον ἐφ’ ὅτῳ ἂν ὑμᾶς ἀδικοῖεν,5 οὐ γνώμῃ τινί, ἀλλ’ ἀπορίᾳ ἠναγκασμένοι ἡσυχῆ ἔμενον.
由此可见,只要他们尚无借口或手段加害于您,他们之所以保持安分,绝非出于任何善意,而是被迫于无能为力。
τοῦ μὲν γὰρ Ἴστρου ἐπέκεινα προσποιεῖσθαι ὑμεῖς οὐδὲν ἠξιοῦτε, τὸ δὲ ἐνθένδε τὸ ἐκ Γότθων αὐτοὺς ἀνεσόβει δέος.
因为您当时并未打算占有伊斯特罗斯河对岸的领土,而在这一侧,源于哥特人的恐惧将他们牢牢震慑。
τίς δ’ ἂν εὐγνωμοσύνην ποτὲ τὴν ἀδυναμίαν καλοίη; ποία δὲ φιλίας βεβαίωσις ἐν τῇ τοῦ ἐξαμαρτάνειν ἀμηχανίᾳ γενήσεται; οὐκ ἔστιν, ὦ βασιλεῦ, ταῦτα, οὐκ ἔστι. δύναμις γὰρ ἀνθρώπου φύσιν ἐνδείκνυται μόνη, ἐξάγουσα πᾶσιν ἐν δημοσίῳ τῇ τοῦ δρᾶν ἐξουσίᾳ τὸν τρόπον.
然而,又有谁会把‘无能为力’称作‘善意’呢?在无从作恶的困局之中,又能产生怎样的友谊实据?陛下,绝无此事,绝不可能。因为唯有权力方能显露人的本性,借由行动的许可,将品行公之于众。
ἰδοὺ γάρ, ἐπειδὴ τάχιστα Γήπαιδες εἶδον Γότθους μὲν ἐκ Δακίας ἀπεληλαμένους ἁπάσης, ὑμᾶς δὲ ἀσχολίᾳ τῇ πρὸς τοὺς πολεμίους ἐχομένους, πανταχόθι τῆς γῆς ἐπιβατεῦσαι τῆς ὑμετέρας οἱ μιαρώτατοι τετολμήκασι.”
请看,一旦吉佩德人见到哥特人已被逐出整个达基亚,而您又受困于抗击强敌的纷繁战事,这群最可憎的恶徒便悍然侵犯了贵国的各处疆土。”
- 7.34.1ἐν γειτόνων πη ᾠκημένοι
介词短语 ἐν γειτόνων 属于习语,意为“在邻近处、作为邻居”(省略了与属格搭配的名词如 χωρίοις 或 οἴκοις)。与不定副词 πη 连用,表示“由于在某种程度上相邻而居”。
- 7.34.3οὐκ ἂν οἰόμενοι Γήπαισιν ἀξιόμαχοι κατὰ μόνας αὐτοὶ ἔσεσθαι
虚词 ἄν 与将来时不定式 ἔσεσθαι(或修饰通过 οἰόμενοι 表达的整个从属判断)结合,表示潜在的可能性条件:“自忖单凭自身将无法匹敌”。虽然 ἄν 与将来时不定式连用在古典雅典语中较为罕见,但在后期希腊语散文中常用于表达潜势或推测。
- 7.34.7οὗτοι γὰρ ἂν μόνοι τὰ ἔσχατα ἐς τοὺς πέλας ὑβρίζοιεν, οἳ
动词 ἂν ... ὑβρίζοιεν 为潜势希求法。主语 οὗτοι 由随后以关系代词 οἳ 引导的定语从句(从句动词 ἥκοιεν 亦为潜势希求法)进行限定。整个句子构成一条普遍性判断:“唯有那些……之人(οἳ...),才会对邻人施加这般极端的暴行(οὗτοι γὰρ ἂν μόνοι...)”。
- 7.34.10οὐδὲ ὅσον ἀποπειράσασθαι πώποτε ἴσχυσαν
短语 οὐδὲ ὅσον 为加强否定的惯用表达,意为“甚至丝毫不……”、“连……都不曾”。在此修饰不定式 ἀποπειράσασθαι,意即“连尝试渡河都绝无可能做到”。
- 7.34.12ἕως μὲν οὖν οὐκ εἶχον ἐφ’ ὅτῳ ἂν ὑμᾶς ἀδικοῖεν
连词 ἕως 引导时间状语从句,意为“只要……期间”。介词短语 ἐφ’ ὅτῳ 引导间接疑问或关系从句(“凭借何种借口/手段”),与潜势希求法 ἂν ... ἀδικοῖεν 搭配,意为“只要他们尚无任何借口或手段加害于您”。
