- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.33.1-7.33.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
趁着哥特战争陷入胶着,法兰克人、吉佩德人、伦巴第人与赫鲁尔人在整个西方扩张势力,蚕食并劫掠罗马帝国领土。
Ὑπὸ δὲ τὸν χρόνον τοῦ πολέμου τόνδε κύριοι τῆς ἑσπερίας οἱ βάρβαροι διαρρήδην ἐγένοντο πάσης. τοῖς τε Ῥωμαίοις ὁ Γοτθικὸς πόλεμος, καίπερ τὰ πρῶτα κατὰ κράτος νενικηκόσιν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, ἐς τοῦτο ἀπεκρίθη, ὥστε οὐχ ὅσον σφίσι χρήματα καὶ σώματα ἐπ’ οὐδεμιᾷ ὀνήσει διεφθάρθαι πολλά, ἀλλὰ καὶ Ἰταλίαν προσαπολέσθαι,1 καὶ Ἰλλυριούς τε καὶ Θρᾷκας σχεδόν τι ξύμπαντας ἐπιδεῖν πρὸς τῶν βαρβάρων ἅτε ὁμόρων γεγενημένων δηιουμένους τε καὶ διαφθειρομένους οὐδενὶ κόσμῳ. ἐγένετο δὲ ὧδε.
在战争的这一时期,蛮族人悍然掌控了整个西方。对于罗马人而言,哥特战争虽然在最初取得了决定性的胜利,正如我前面所述,但最终的结果却是:不仅无数资财和生命耗费殆尽而毫无益处,而且连意大利也继而失落,甚至目睹几乎整个伊利里库姆和色雷斯都被毗邻而居的蛮族人肆无忌惮地劫掠摧毁。事情的经过如下。
Γαλλίας μὲν ὅλας τὰς σφίσι κατηκόους κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου Γερμανοῖς ἔδοσαν Γότθοι, οὐκ ἂν οἰόμενοι πρὸς ἑκατέρους ἀντιτάξασθαι οἷοί τε εἶναι, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
在本次战争之初,正如我在前文中所述,哥特人自忖无力两线作战,遂将治下的整个高卢割让给了日耳曼人(法兰克人)。
ταύτην τε τὴν πρᾶξιν οὐχ ὅπως οὐ διακωλύειν Ῥωμαῖοι ἔσχον, ἀλλὰ καὶ βασιλεὺς Ἰουστινιανὸς ἐπέρρωσε σφίσι, τοῦ μή τί οἱ ἐναντίωμα τούτων δὴ τῶν βαρβάρων ἐκπεπολεμωμένων ὑπαντιάσαι.2
罗马人不仅未能阻遏这一举动,查士丁尼皇帝甚至为他们批准了此事,以免这批蛮族一旦树敌会对他造成任何阻碍。
οὐ γάρ ποτε ᾤοντο Γαλλίας ξὺν τῷ ἀσφαλεῖ κεκτῆσθαι Φράγγοι, μὴ τοῦ αὐτοκράτορος τὸ ἔργον ἐπισφραγίσαντος τοῦτό γε.3 καὶ ἀπ’ αὐτοῦ οἱ Γερμανῶν ἄρχοντες Μασαλίαν τε τὴν Φωκαέων ἀποικίαν καὶ ξύμπαντα τὰ ἐπιθαλάσσια χωρία ἔσχον, θαλάσσης τε τῆς ἐκείνῃ ἐκράτησαν.
因为法兰克人向来认为,除非皇帝为此事盖章确认,否则他们绝不能安稳地据有高卢。受此推动,日耳曼人的领袖们占据了福西亚人的殖民地马萨利亚及全部沿海地带,并控制了该海域。
καὶ κάθηνται μὲν ἐν τῇ Ἀρελάτῳ τὸν ἱππικὸν ἀγῶνα θεώμενοι, νόμισμα δὲ χρυσοῦν ἐκ τῶν ἐν Γάλλοις μετάλλων πεποίηνται, οὐ τοῦ Ῥωμαίων αὐτοκράτορος, ᾗπερ εἴθισται, χαρακτῆρα ἐνθέμενοι τῷ στατῆρι τούτῳ, ἀλλὰ τὴν σφετέραν αὐτῶν εἰκόνα. καίτοι νόμισμα μὲν ἀργυροῦν ὁ Περσῶν βασιλεὺς ᾗ βούλοιτο ποιεῖν εἴωθε, χαρακτῆρα δὲ ἴδιον ἐμβαλέσθαι στατῆρι χρυσῷ οὔτε αὐτὸν θέμις οὔτε δὲ ἄλλον ὁντιναοῦν βασιλέα τῶν πάντων βαρβάρων, καὶ ταῦτα μᾶλλον ὄντα χρυσοῦ κύριον, ἐπεὶ οὐδὲ τοῖς ξυμβάλλουσι προΐεσθαι τὸ νόμισμα τοῦτο οἷοί τέ εἰσιν, εἰ καὶ βαρβάρους τοὺς ξυμβάλλοντας εἶναι ξυμβαίνει. ταῦτα μὲν οὖν τῇδε Φράγγοις ἐχώρησεν.
他们列坐于阿雷拉特观看赛马竞技,并利用高卢的矿产铸造金币;但他们在这类斯塔特金币上所铸刻的,并非依惯例所应刻的罗马皇帝肖像,而是他们自己的相貌。然而,波斯国王虽习惯于随意铸造银币,但无论对他还是对所有蛮族中的任何其他君主而言,将自己的肖像铸入金币都是不合规矩的,即便他在黄金方面拥有更大的支配权亦是如此;因为即便交易对象恰巧也是蛮族,他们也根本无法将这种货币推行给交易者。法兰克人的境况便如此展开。
Ἐπεὶ δὲ τὰ Γότθων τε καὶ Τουτίλα καθυπέρτερα τῷ πολέμῳ ἐγένετο, Φράγγοι Βενετίων τὰ πλεῖστα σφίσι προσεποιήσαντο οὐδενὶ λόγῳ, οὔτε Ῥωμαίων δυναμένων ἔτι ἀμύνεσθαι οὔτε Γότθων οἵων τε ὄντων τὸν πόλεμον πρὸς ἑκατέρους διενεγκεῖν.
当哥特人与托蒂拉在战争中占据上风时,法兰克人毫无口实地兼并了威尼提亚的大部,因为罗马人已无力自卫,而哥特人也无法同时应付两线战争。
Γήπαιδες δὲ πόλιν τε Σίρμιον καὶ Δακίας ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάσας καταλαβόντες ἔσχον, ἐπειδὴ τάχιστα βασιλεὺς αὐτὰς Ἰουστινιανὸς ἀφείλετο Γότθους· ἐξηνδραπόδισάν τε τοὺς ταύτῃ Ῥωμαίους, ἔτι μέντοι ἐπίπροσθεν ἀεὶ ὁδῷ ἰόντες ἐληΐζοντο βιαζόμενοι τὴν Ῥωμαίων ἀρχήν.
至于吉佩德人,在查士丁尼皇帝刚从哥特人手中收复该地之后,他们便强占并据有了锡尔米乌姆城以及几乎整个达基亚;他们将那里的罗马人掠为奴隶,并且不断向前推进,肆意洗劫罗马帝国领土。
διὸ δὴ βασιλεὺς αὐτοῖς τὰς συντάξεις οὐκέτι ἐδίδου, ἅσπερ εἴθιστο σφᾶς ἀνέκαθεν πρὸς Ῥωμαίων κομίζεσθαι.
正因如此,皇帝便不再向他们支付自古以来他们依惯例从罗马人那里领取的津贴。
Λαγγοβάρδας δὲ βασιλεὺς Ἰουστινιανὸς ἐδωρήσατο Νωρικῷ τε πόλει καὶ τοῖς ἐπὶ Παννονίας ὀχυρώμασί τε καὶ ἄλλοις χωρίοις πολλοῖς καὶ χρήμασι μεγάλοις ἄγαν.
然而查士丁尼皇帝却将诺里库姆的城镇、潘诺尼亚的要塞及许多其他地区,连同极巨额的钱财,赏赐给了伦巴第人。
διά τοι τοῦτο ἐξ ἠθῶν τῶν πατρίων Λαγγοβάρδαι ἐξαναστάντες ἐνθένδε ποταμοῦ Ἴστρου4 ἱδρύσαντο, Γηπαίδων οὐ πολλῷ ἄποθεν. καὶ αὐτοὶ μὲν Δαλμάτας τε καὶ Ἰλλυριοὺς μέχρι τῶν Ἐπιδάμνου ὁρίων ληϊσάμενοι ἠνδραπόδισαν, ἐπειδή τε τῶν τινες αἰχμαλώτων ἐνθένδε φυγόντες οἴκαδε ἀποκομίζεσθαι ἴσχυσαν, περιιόντες τὴν Ῥωμαίων ἀρχὴν οἱ βάρβαροι οὗτοι ἅτε Ῥωμαίοις ἔνσπονδοι ὄντες ἤν τινας τῶν ἀποδράντων ἐπιγνοῖεν ἐνταῦθα, ὥσπερ ἀνδραπόδων οἰκείων δεδραπετευκότων ἐπελαμβάνοντο, τῶν τε γειναμένων ἀφέλκοντες ἐς τὰ οἰκεῖα ξὺν αὑτοῖς ἐκομίζοντο, οὐδενὸς σφίσιν ἀντιστατοῦντος.
由于这个缘故,伦巴第人迁出了世代相传的家园,定居在伊斯特罗斯河的这一侧,距吉佩德人不远之处。 他们自身也大肆劫掠达尔马提亚人和伊利里库姆人,直抵埃皮达姆努斯的边界,并将居民掠为奴隶;每当有战俘逃脱并设法返回家园时,这些蛮族人以罗马同盟者的身份游荡于罗马帝国境内,一旦在那里认出逃亡者,便视若自家的逃奴将其抓捕,强行从其父母身边拽走,带回自己的驻地,没有任何人敢于阻拦他们。
καὶ ἄλλα μέντοι Δακίας χωρία δόντος βασιλέως Ἔρουλοι ἔσχον ἀμφὶ πόλιν Σιγγιδόνον, οὗ δὴ ἵδρυνται νῦν, Ἰλλυριούς τε καὶ τὰ ἐπὶ Θρᾴκης χωρία καταθέοντες καὶ ληϊζόμενοι ἐκ τοῦ ἐπὶ πλεῖστον. τινὲς δὲ αὐτῶν καὶ Ῥωμαίων στρατιῶται γεγένηνται ἐν τοῖς φοιδεράτοις καλουμένοις ταττόμενοι.
此外,经皇帝赐予,赫鲁尔人占据了辛吉杜努姆城周围达基亚的其他地区,如今他们正定居于彼处,大部分时间都在侵扰洗劫伊利里库姆和色雷斯方向的土地。他们当中亦有人成为了罗马士兵,被编入所谓的同盟军中。
ἡνίκα οὖν Ἐρούλων ἐς Βυζάντιον πρέσβεις σταλεῖεν, τούτων δὴ τῶν ἀνδρῶν, οἳ τοὺς Ῥωμαίων κατηκόους ληΐζονται, τὰς συντάξεις ἁπάσας πρὸς βασιλέως κεκομισμένοι πόνῳ οὐδενὶ ἀπαλλάσσονται.
因此,每当赫鲁尔人的使节被派往拜占庭时,他们从皇帝手中领取了这些劫掠罗马臣民之人的全额津贴,毫不费力地安然离去。
- 7.33.1ὥστε οὐχ ὅσον σφίσι χρήματα καὶ σώματα ἐπ’ οὐδεμιᾷ ὀνήσει διεφθάρθαι πολλά, ἀλλὰ καὶ Ἰταλίαν προσαπολέσθαι
在结果从句(ὥστε加不定式结构)中,使用了相关结构 οὐχ ὅσον ... ἀλλὰ καί(“不仅……而且……”)。不定式 διεφθάρθαι 与 προσαπολέσθαι 的逻辑主语分别为宾格 χρήματα καὶ σώματα πολλά 与 Ἰταλίαν,而 σφίσι 则作受害与格。
- 7.33.3τοῦ μή τί οἱ ἐναντίωμα τούτων δὴ τῶν βαρβάρων ἐκπεπολεμωμένων ὑπαντιάσαι
由带冠词的属格不定式(τοῦ μή加不定式)构成的否定目的表达。支配与格的动词 ὑπαντιάσαι(“迎面遇到/阻碍”)的主语是中性宾格 τί ἐναντίωμα(“任何阻碍”),附着词代词 οἱ 是其与格宾语。τούτων δὴ τῶν βαρβάρων ἐκπεπολεμωμένων 则是表示条件或原因的属格独立结构(“这些蛮族一旦树敌/由于被激怒为敌”)。
- 7.33.4μὴ τοῦ αὐτοκράτορος τὸ ἔργον ἐπισφραγίσαντος τοῦτό γε
带有否定词 μή 的属格独立结构,表示否定条件(“除非皇帝盖章确认此举” = εἰ μὴ ... ἐπεσφράγισε)。这是条件性属格独立结构中使用 μή 而非 οὐ 的典型用法。
- 7.33.11ἐνθένδε ποταμοῦ Ἴστρου
副词 ἐνθένδε(“在此侧/从此处”)支配属格 ποταμοῦ Ἴστρου,构成表示地点的短语,意为“在伊斯特罗斯河的这一侧(指南岸、罗马帝国一侧)”。
