- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.32.36-7.32.51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
莱昂提乌斯暗中探听到了查纳朗格斯企图刺杀皇帝与贝利撒留的密谋。待贝利撒留抵近后,马耳凯卢斯告发了该阴谋;元老院和皇帝因迟报而怀疑日耳曼努斯,马耳凯卢斯挺身揽责,化解了皇帝的震怒。
ταύτης τε τῆς σινδόνος τὸν μὲν Λεόντιον ἐντὸς ἔκρυψεν, αὐτὸς δὲ ξὺν Ἰουστίνῳ τῷ παιδὶ ἐκτὸς ἔμενεν.
他把莱昂提乌斯藏在这幅帷幔之后,自己则同儿子查士丁留在外面。
ἐνταῦθα τοῦ Χαναράγγου ἀφικομένου ἤκουσε σαφῶς ὁ Λεόντιος ἅπαντα λέγοντος, ἅπερ αὐτῷ τε καὶ Ἀρταβάνῃ καὶ τῷ Ἀρσάκῃ ἐν βουλῇ ἐγεγόνει.
当查纳朗格斯来到那里时,莱昂提乌斯清楚地听见他叙述了全盘密谋,即他本人与阿尔塔巴内斯及阿尔萨克斯所共同商定的一切。
ἐν τοῖς καὶ τόδε ἐς τὸν λόγον ἦλθεν, ὡς, ἢν βασιλέα κτείνωσι Βελισαρίου ἔτι ἐς Βυζάντιον ὁδῷ ἰόντος, οὐδὲν ἂν τῶν βεβουλευμένων προχωρήσειε σφίσιν· εἴπερ αὐτοῖς μὲν βασιλέα Γερμανὸν καταστήσεσθαι βουλομένοις εἴη,1 Βελισάριον δὲ πλῆθος στρατιᾶς ἀθροίσειν εἰκὸς ἐκ τῶν ἐπὶ Θρᾴκης χωρίων, οὕτω τε σφίσιν ἐπιόντα τὸν ἄνθρωπον οὐδεμιᾷ μηχανῇ ἀπωθεῖσθαι ἱκανοὶ ἔσονται.
谈话中还涉及了这样一点:假若他们在贝利撒留仍在前往拜占庭的途中便杀死皇帝,他们的谋划便没有一项能够得逞;因为倘若他们一方面意欲立日耳曼努斯为帝,另一方面贝利撒留很可能从色雷斯一带召集大批军队,面对以此种势头进犯而来的此人,他们将绝无任何手段能够将其击退。
δεήσει γοῦν ἐς μὲν τὴν Βελισαρίου παρουσίαν ἀποθέσθαι τὴν πρᾶξιν, ἐπειδὰν δὲ ὁ ἀνὴρ τάχιστα ἐς Βυζάντιόν τε ἀφίκηται καὶ παρὰ βασιλέα ἐν Παλατίῳ εἴη, τότε δή, ἑσπέρας βαθείας που οὔσης, ἐγχειρίδια φέροντας ἀπροσδοκήτους ἐνταῦθα γενέσθαι, καὶ Μάρκελλόν τε καὶ Βελισάριον ξὺν βασιλεῖ κτεῖναι.
因此,必须将行动推迟至贝利撒留抵达之时;一旦此人到达拜占庭并在宫殿觐见皇帝,就在那时——大约在深夜时分——他们应当携带短剑出其不意地出现在那里,将马耳凯卢斯和贝利撒留与皇帝一并诛杀。
οὕτω γὰρ τὸ ἐνθένδε ἀδεέστερον ᾗ βούλονται διοικήσονται. Ταῦτα Μάρκελλος πρὸς Λεοντίου μαθὼν οὐδ’ ὣς ἐς βασιλέα τὸν λόγον ἀνενεγκεῖν ἔγνω, ἀλλ’ ἔτι ὀκνήσει πολλῇ εἴχετο, τοῦ μὴ τὸν Ἀρταβάνην σπουδῇ πολλῇ κατεργάσασθαι ἀπερισκέπτως.2
因为这样一来,此后他们便能毫无后顾之忧地按自己的意愿差配一切。马耳凯卢斯从莱昂提乌斯那里获知这些后,即便如此仍未决意向皇帝奏报,而是依然极度犹豫不决,以免轻率而过于匆忙地致阿尔塔巴内斯于死地。
ὁ μέντοι Γερμανὸς ἅπαντα ἔς τε Βούζην καὶ Κωνσταντιανὸν ἐξήνεγκε, δείσας, ὅπερ ἐγένετο, μή τινα ἐκ τῆς μελλήσεως ὑποψίαν λάβῃ.
然而日耳曼努斯却将一切吐露给了布泽斯和君士坦提阿努斯,因为他唯恐——正如后来所发生的那样——由于拖延而招致某种猜疑。
Ἡμέραις δὲ πολλαῖς ὕστερον, ἐπειδὴ παρὼν Βελισάριος ἄγχιστά του ἤδη ἠγγέλλετο, Μάρκελλος μὲν ἐς βασιλέα τὸν πάντα λόγον ἀνήνεγκεν, ὁ δὲ αὐτίκα ἐς τὴν εἱρκτὴν ἀπαχθῆναι τοὺς ἀμφὶ Ἀρταβάνην ἐκέλευε, τῶν τε ἀρχόντων τισὶ τὴν ἐπ’ αὐτοῖς ἐπέτρεπε βάσανον.
多日之后,当有消息称贝利撒留已抵近极近之处时,马耳凯卢斯才向皇帝作了全盘呈报。皇帝随即下令将阿尔塔巴内斯一伙押入牢狱,并责成若干官员对他们进行审讯。
ἐπεὶ δὲ ἡ ἐπιβουλὴ ξύμπασα ἐς φῶς τε ἤδη ἐληλύθει καὶ διαρρήδην ἐν γράμμασιν ἦν, ἅπαντας βασιλεὺς τοὺς ἐκ τῆς συγκλήτου βουλῆς ἐν Παλατίῳ ἐκάθισεν, οὗπερ εἰώθασι τὰς ἀμφὶ τοῖς ἀντιλεγομένοις ποιεῖσθαι γνώσεις.
当全盘阴谋已然大白于天下并被详尽记录于文卷之后,皇帝令全体元老院成员在宫殿内列坐,那里正是他们向来对争议事项作出裁决之所。
οἵπερ ἀναλεξάμενοι ἅπαντα ὅσα τοῖς εὐθυνομένοις δεδιηγῆσθαι τετύχηκεν, οὐδέν τι ἧσσον ἐς Γερμανόν τε καὶ Ἰουστῖνον τὸν αὐτοῦ παῖδα τὸ ἔγκλημα ἦγον, ἕως ὁ Γερμανὸς Μαρκέλλου τε καὶ Λεοντίου τὴν μαρτυρίαν παρασχόμενος ἐκλύειν τὴν ὑποψίαν ἔσχεν.
他们通读了受审者所陈述的一切内容,却依然将罪责指向日耳曼努斯及其子查士丁,直到日耳曼努斯呈出马耳凯卢斯和莱昂提乌斯的证词,才得以消除这项嫌疑。
αὐτοί τε γὰρ καὶ Κωνσταντιανὸς καὶ Βούζης διώμοτοι ἰσχυρίσαντο μηδ’ ὁτιοῦν σφᾶς τούτων δὴ ἕνεκα τὸν Γερμανὸν ἀποκρύψασθαι, ἀλλὰ ταύτῃ πάντα ξυνενεχθῆναι ᾗπέρ μοι ἔναγχος δεδιήγηται.
因为他们两人以及君士坦提阿努斯和布泽斯均起誓断言,日耳曼努斯就这些事对他们没有隐瞒分毫,而且事情的全过程正是如我方才所叙述的那样。
οἱ μὲν οὖν ἐκ τῆς συγκλήτου εὐθὺς αὐτοῦ τε καὶ τοῦ παιδὸς ἀπεψηφίσαντο ἅπαντες ἅτε οὐδὲν εἰς τὴν πολιτείαν ἡμαρτηκότων.
于是元老院全体成员立刻宣判他及其子无罪,认定他们并未对国家犯下任何过错。
Ἐπεὶ δὲ εἴσω πάντες ἐν βασιλέως ἐγένοντο, αὐτὸς μὲν ὀξὺ θυμωθεὶς βασιλεὺς ἠγανάκτει τε καὶ ὑπερφυῶς ἐπὶ τὸν Γερμανὸν ἠγριαίνετο τὴν βραδυτῆτα τῆς δηλώσεως αἰτιώμενος, τῶν τε ἀρχόντων δύο μέν τινες θεραπεύοντες αὐτὸν ὡμολόγουν τὴν γνώμην, καὶ ξὺν αὐτῷ δυσφορουμένοις ἐῴκεσαν· ταύτῃ τε τὸν βασιλέως θυμὸν ἐπὶ μέγα ἐξῇρον, ἀλλοτρίας αὐτῷ χαριεῖσθαι συμφορὰς ἐν σπουδῇ ἔχοντες.
当所有人进入内廷来到皇帝面前时,皇帝本人勃然大怒,愤慨异常,极其暴躁地斥责日耳曼努斯,归咎于其呈报的迟缓。官员中有两人迎合皇帝,随声附和他的看法,装出一副同他一样愤懑的模样;他们以此极力煽动皇帝的怒火,一心想用他人的不幸来讨好皇帝。
οἱ δὲ ἄλλοι κατεπτηχότες σιωπῇ εἴχοντο, τῷ μὴ ἀντιστατεῖν ἃ βούλοιτο ἐγχωροῦντες αὐτῷ·3 Μάρκελλος δὲ μόνος ὀρθοστομήσας διασώσασθαι τὸν ἄνθρωπον ἴσχυσε.
其他人则畏惧退缩,保持缄默,以不加抗拒的方式由着皇帝随心所欲;唯独马耳凯卢斯直言进谏,力挽狂澜救下了此人。
τὴν γὰρ αἰτίαν ἐφ’ ἑαυτὸν ἕλκων τε καὶ βιαζόμενος δυνάμει τῇ πάσῃ Γερμανὸν μὲν οἱ ἐπικαιρότατα ἔφη τὰ πρασσόμενα ἐξειπεῖν, αὐτὸν δὲ περιέργως ἀκριβολογούμενον σχολαιότερον αὐτὰ μεμηνυκέναι.
因为他竭尽全力将责任揽到自己身上,声称日耳曼努斯在最合时宜的关头就将密谋告知了他,是他自己由于过分追求精细核实,才导致呈报有所拖延。
καὶ τὴν βασιλέως ὀργὴν οὕτω κατέπαυσε. μέγα τε ἀπ’ αὐτοῦ κλέος οὗτος ὁ Μάρκελλος περιεβάλετο ἐς πάντας ἀνθρώπους ἅτε ἀρετῆς ἐν τοῖς ἀναγκαιοτάτοις μεταποιούμενος.
他便以此平息了皇帝的怒火。这位马耳凯卢斯因这一举动在所有人中赢得了巨大的声誉,被视为在最生死攸关的关头践行了美德之人。
βασιλεὺς δὲ Ἰουστινιανὸς παρέλυσε τὸν Ἀρταβάνην ἧς εἶχεν ἀρχῆς, ἄλλο δὲ αὐτὸν εἰργάσατο οὐδὲν ἄχαρι, οὐ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα, πλήν γε δὴ ὅτι ἅπαντας οὐ ξὺν ἀτιμίᾳ ἐν φυλακῇ ἔσχεν, ἐν Παλατίῳ μέντοι, οὐκ ἐν τῷ δημοσίῳ οἰκήματι.
查士丁尼皇帝免除了阿尔塔巴内斯所担任的官职,但并未对他施加其他任何严酷的惩处,对其他人同样如此,只是未加羞辱地将所有人软禁起来,而且是在宫廷之内,并非在公立的监牢之中。
- 7.32.38εἴπερ αὐτοῖς μὲν βασιλέα Γερμανὸν καταστήσεσθαι βουλομένοις εἴη
在条件从句中,与格加希求法 βουλομένοις εἴη 表示意愿的惯用句式(相当于拉丁语的 mihi volenti est,“若按他们所愿”),并支配带有主语宾格 βασιλέα Γερμανὸν 的将来不定式 καταστήσεσθαι(“立日耳曼努斯为帝”)。
- 7.32.40τοῦ μὴ τὸν Ἀρταβάνην σπουδῇ πολλῇ κατεργάσασθαι ἀπερισκέπτως
带有否定词 μή 的属格冠词加不定式(articular infinitive)τοῦ μή 在此作状语表示否定目的(“以免……”),修饰并说明前文 ὀκνήσει πολλῇ εἴχετο(“极度犹豫不决”)的原因或顾虑。
- 7.32.48τῷ μὴ ἀντιστατεῖν ἃ βούλοιτο ἐγχωροῦντες αὐτῷ
带与格冠词的不定式 τῷ μὴ ἀντιστατεῖν(“通过不加反对”)作方式/手段状语,修饰分词 ἐγχωροῦντες(“让步/任凭”)。关系代词从句中的 βούλοιτο 则是依附于过去历史时态(κατεπτηχότες σιωπῇ εἴχοντο)的间接引语/泛指过去希求法。
