- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.32.17-7.32.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔萨克斯向日耳曼努斯之子查士丁透露谋刺皇帝的计划以图拉拢,遭到断然拒绝;查士丁向父亲禀报后,日耳曼努斯向近卫军长官马耳凯卢斯求助。马耳凯卢斯建议先秘密获取确凿人证再行上奏,随后派遣亲信莱昂提乌斯潜伏于日耳曼努斯府中偷听查纳朗格斯的密谋供词。
ταῦτά τε ὀμωμοκότι τῷ ἀνδρὶ ὠνείδιζεν εἰ1 βασιλεῖ ξυγγενὴς πλησιαίτατος ὢν ἀγοραίους μὲν καὶ ἀγελαίους ἀνθρώπους τινὰς ἔχοντας οὐδὲν αὐτοῖς προσῆκον ὁρῶν τὰς τῆς πολιτείας ἀρχάς, αὐτὸς δὲ τηλίκος ὢν ἤδη ὡς αὐτοῦ εἶναι διοικεῖσθαι τὰ πράγματα, οὐχ αὑτὸν μόνον περιορῴη, ἀλλὰ καὶ τὸν πατέρα, καίπερ ἐπ’ ἄκρον ἀρετῆς ἥκοντα, καὶ τὸν ἀδελφὸν Ἰουστινιανὸν ἐν ἰδιώτου μοίρᾳ καθημένους τὸν πάντα αἰῶνα.
在他发了誓之后,阿尔萨克斯便责备这名男子,质问他作为皇帝最亲近的亲族,为何坐视某些市井庸俗之辈占据与他们毫不相称的国家要职,而他自己明明已到了足以亲自主持国政的年纪,却不仅对自己受到的轻慢置若罔闻,甚至任凭达到了德行之顶峰的父亲以及兄弟查士丁尼终生屈居平民的境遇。
καὶ οὐδὲ τοῦ θείου τὴν οὐσίαν αὐτὸν εἰσιέναι ξυνέβη, ἧς δὴ κληρονόμος τά γε ὅσα βεβουλῆσθαι Βοραΐδην αὐτὸς γεγονώς,2 εἶτα οὐ δέον ἐκ τοῦ ἐπὶ πλεῖστον ἀφῄρηται.
不仅如此,他甚至未能继承叔父的遗产;根据博赖德斯的意愿,他本已成为那份财产的继承人,事后却无端被剥夺了其中的绝大部分。
καίτοι πολλῷ ἔτι μᾶλλον αὐτοὺς περιοφθήσεσθαι εἰκὸς αὐτίκα δὴ μάλα, ἐπειδὰν τάχιστα Βελισάριος ἐξ Ἰταλίας ἀφίκηται. ἠγγέλλετο γὰρ ὢν ἐν Ἰλλυριοῖς ἤδη που μέσοις.
况且,一旦贝利撒留从意大利归来,他们极有可能立刻受到更为深重的轻蔑;因为有消息称,贝利撒留此时已到达伊利里亚中部一带。
τοσαῦτα ὑπειπὼν Ἀρσάκης ἐς τὴν ἐς βασιλέα ἐπιβουλὴν τὸν νεανίαν ὥρμα, τά τέ οἱ αὐτῷ καὶ Ἀρταβάνῃ ξυγκείμενα καὶ τῷ Χαναράγγῃ ἀμφὶ τὸ ἔργον τοῦτο ἀποκαλύψας.
阿尔萨克斯作了这番诱导性的铺垫后,便极力唆使这名年轻人参与谋害皇帝的阴谋,并向他透露了他本人、阿尔塔巴内斯与查纳朗格斯围绕此事已商定好的全盘密谋。
ταῦτα Ἰουστῖνος ἀκούσας ξυνεταράχθη τε καὶ ἰλιγγιάσας ἄντικρυς τῷ Ἀρσάκῃ ἀπεῖπε μήτ’ ἄν οἱ αὐτῷ μήτε Γερμανῷ τῷ πατρὶ ταῦτά ποτε ποιητέα εἶναι.
查士丁闻听此言大为震惊,感到一阵眩晕,当面断然告知阿尔萨克斯,无论是他自己还是其父日耳曼努斯,都绝不可能做出这等事情。
Καὶ ὁ μὲν Ἀρσάκης τὰ ξυμπεσόντα τῷ Ἀρταβάνῃ ἀπήγγειλεν, ὁ δὲ Ἰουστῖνος ἐς τὸν πατέρα τὸν πάντα λόγον ἀνήνεγκε. καὶ ὃς Μαρκέλλῳ κοινολογησάμενος, ὃς τῶν ἐν Παλατίῳ φυλάκων ἦρχεν, ἀμφὶ τὸ πρᾶγμα ξυμβουλὴν ἐποιεῖτο, εἴπερ σφίσι ταῦτα ἐς βασιλέα ἐξενεγκεῖν ξύμφορον εἴη.
阿尔萨克斯便将所遇之事向阿尔塔巴内斯作了汇报,而查士丁则将全盘谈话告知了父亲。日耳曼努斯与统领宫廷卫队的马耳凯卢斯商议,就是否应当将此事向皇帝禀报征求其意见。
ἦν δὲ οὗτος ὁ Μάρκελλος ἐμβριθέστατός τε τὸ ἦθος καὶ τῇ σιωπῇ τὰ πολλὰ νέμων, οὔτε χρημάτων τι ἕνεκα πράσσων οὔτε λόγων ἢ πράξεων γελωτοποιῶν ἀνεχόμενος οὔτε ἄλλως ἀνειμένῃ διαίτῃ χαίρων, ἀλλὰ βίον σκληρόν τέ τινα καὶ ἡδονῆς ἀλλότριον ἐς ἀεὶ ἔχων, τοῦ μέντοι δικαίου ἐπιμελητὴς ἀκριβὴς καὶ τοῦ ἀληθοῦς διαπυρώτατος ἐραστής.
这位马耳凯卢斯品性极为沉稳庄重,平时多半保持缄默,行事从不谋求金钱,既不容忍引人发笑的言行,也不喜好放纵松弛的生活,反而始终过着一种严苛且与享乐无缘的日子,但他对正义恪尽职守,对真理怀有极为炽烈的热爱。
ὃς δὴ τότε οὐκ εἴα3 τὸν λόγον ἐς βασιλέα φέρεσθαι. “Σὲ μὲν γὰρ τούτου” ἔφη “μηνυτὴν γενέσθαι ἀξύμφορον. ἢν γάρ τι λάθρα ἐρεῖν βασιλεῖ βούλοιο, ὑποτοπήσουσί τε εὐθὺς οἱ ἀμφὶ Ἀρταβάνην αὐτὸ μεμηνύσθαι, καὶ ἤν που Ἀρσάκης διαφυγὼν λαθεῖν δύνηται, ἀνεξέλεγκτον τὸ ἔγκλημα μενεῖ.
当时他坚决不同意将此事上奏皇帝。“因为由你充当此事的告发者是极为不利的,”他说,“假若你试图私下向皇帝透露些什么,阿尔塔巴内斯一伙人会立刻怀疑事情已经泄露;而一旦阿尔萨克斯逃脱并藏匿起来,这项指控便将成为悬案而无法确证。
ἐγὼ δέ τι μὴ λίαν ἀκριβολογησάμενος4 ἢ πιστεύειν αὐτὸς ἢ βασιλεῖ ἐσαγγέλλειν οὐδαμῆ εἴωθα.
至于我本人,对于未经极严密核实的事情,向来既不轻信,也绝不向皇帝禀报。
βούλομαι τοίνυν ἢ τῶν λόγων αὐτήκοος γενέσθαι ἢ τῶν μοι ἐπιτηδείων τινὰ ἐκ παρασκευῆς ὑμετέρας ἀκοῦσαι τοῦ ἀνθρώπου λέγοντός τι ὑπὲρ τούτων διαφανές.”
因此,我希望能亲耳听到那些话,或者在你们的安排下,由我的一位亲信亲耳听到那人就此事发表确凿无误的言论。”
Ταῦτα ὁ Γερμανὸς ἀκούσας Ἰουστῖνον τὸν παῖδα ἐκέλευε πράσσειν ὅπως ἡ Μαρκέλλου ἐπίταξις ἐπιτελὴς εἴη.
日耳曼努斯听后,便命其子查士丁设法落实马耳凯卢斯的要求。
ὁ δὲ Ἀρσάκῃ μέν τι ὑπὲρ τούτου εἰπεῖν οὐκέτι εἶχεν, ἐπεὶ ἄντικρυς αὐτῷ, ὥσπερ μοι ἐρρήθη, ἀπειπὼν ἔτυχε.
然而查士丁已无法就此事再向阿尔萨克斯开口,因为正如我前文所述,他恰好当面断然拒绝了他。
τοῦ δὲ Χαναράγγου ἀνεπυνθάνετο εἰ Ἀρταβάνου γνώμῃ ἔναγχος Ἀρσάκης παρ’ αὐτὸν ἥκοι. “Ἐγὼ μὲν γὰρ οὐκ ἄν ποτε” ἔφη “τῶν τι ἀπορρήτων ἐθάρσησα ἐπ’ ἐκείνῳ τοιῷδε ὄντι καταλιπεῖν.
于是他向查纳朗格斯打探,不久前阿尔萨克斯来访是否出自阿尔塔巴内斯的本意。“因为以我而言,”他说,“我绝不敢把任何机密之事托付给那样一个人。
ἀλλ’ εἴ μοι βούλοιό τι αὐτὸς τῶν προὔργου εἰπεῖν, ἐπὶ κοινῆς βουλευσάμενοι τάχα ἄν τι καὶ ἀγαθὸν πράξαιμεν.” ὑπὲρ τούτων ὁ Χαναράγγης τῷ Ἀρταβάνῃ κοινολογησάμενος ἅπαντα ἐς τὸν Ἰουστῖνον ἐξήνεγκεν, ὅσα δὴ πρότερον Ἀρσάκης αὐτῷ εἰπὼν ἔτυχεν.
但若是你本人愿意向我透露任何切实有益的内容,我们共同商议之后,或许也能干出一番有利于我们的作为。”查纳朗格斯就此事与阿尔塔巴内斯商议后,便将先前阿尔萨克斯恰好告知他的一切尽数透露给了查士丁。
Ἐπεὶ δὲ Ἰουστῖνος αὐτός τε ἅπαντα ἐπιτελέσειν καὶ τὸν πατέρα ὡμολόγει ὁμογνωμονοῦντα παρέξεσθαι, ἐδόκει τῷ Γερμανῷ τὸν Χαναράγγην ἐς λόγους ξυμμῖξαι, τακτή τε ἡμέρα τῷ διαλόγῳ ξυνέκειτο.
在查士丁承诺自己不仅会执行全盘计划,更会让父亲同心协力参与之后,便决定由查纳朗格斯与日耳曼努斯面谈,并为这次会谈约定了具体的日期。
ταῦτα ὁ Γερμανὸς Μαρκέλλῳ σημήνας ἠξίου τῶν τινά οἱ ἐπιτηδείων παρέχεσθαι σφίσιν, αὐτήκοον τῶν Χαναράγγου λόγων ἐσόμενον. ὁ δὲ Λεόντιον παρείχετο, τὸν Ἀθανασίου γαμβρόν, ἄνδρα λόγου τε τοῦ δικαίου μεταποιούμενον καὶ ἀληθίζεσθαι ἐξεπιστάμενον μάλιστα.
日耳曼努斯将此事告知马耳凯卢斯,请求他向他们提供一名亲信,以便亲耳听取查纳朗格斯的言论。马耳凯卢斯遣来了阿塔纳修斯的女婿莱昂提乌斯,此人崇尚公正之道,最懂得据实直言。
ὃν δὴ ὁ Γερμανὸς ἐς τὴν οἰκίαν ἐσαγαγὼν ἐν δωματίῳ ἐκάθισεν, ἵνα δὴ ἀπεκρέματό τις παχεῖα σινδὼν παραπέτασμα τῆς στιβάδος οὖσα, ἐφ’ ἧς ἑστιᾶσθαι εἰώθει.
日耳曼努斯便将此人领入府中,安置在一间室内;那里垂挂着一幅厚厚的细麻布帷幔,正是他平时用餐时所卧睡榻的遮帘。
- 7.32.17ὠνείδιζεν εἰ
接在表示责备的动词(ὠνείδιζεν)之后的 εἰ 引导从句,表示责备的内容或理由(“责备他竟然……”),在语法上作间接引语性质的名词性从句,而非条件假定“如果”。
- 7.32.18ἧς δὴ κληρονόμος τά γε ὅσα βεβουλῆσθαι Βοραΐδην αὐτὸς γεγονώς
关系代词 ἧς 为属格,先行词是 τοῦ θείου τὴν οὐσίαν。短语 τά γε ὅσα βεβουλῆσθαι Βοραΐδην 采用由限制性关系词 ὅσα 引导的带限定不定词的宾格结构,意为“在博赖德斯所意愿的限度内”。分词 γεγονώς 与主格主语 αὐτός 一致,具有让步意味。
- 7.32.24οὐκ εἴα
动词 οὐκ ἐάω 的未完成过去时,在此依古典希腊语惯用法带有劝阻或试图阻止的含义(“坚决不同意/劝阻……上奏”),而非单纯描写状态。
- 7.32.25μὴ λίαν ἀκριβολογησάμενος
否定词 μή 修饰分词 ἀκριβολογησάμενος,赋予其相当于条件从句的含义(“若非经过极为严密的核实”)。不定代词 τι 是后续两个不定词 πιστεύειν 与 ἐσαγγέλλειν 的共同直接宾语。
