- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.32.1-7.32.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔萨克斯因叛国被从宽处置后怀恨在心,巧言策动心怀不满的阿尔塔巴内斯谋反,并拉拢青年查纳朗格斯入伙;随后他秘密接洽日耳曼努斯的按长子查士丁,企图利用他们对皇帝的怨恨将日耳曼努斯父子拉入刺杀阴谋。
Βασιλεῖ μὲν οὖν τά τε ἀμφὶ Ἀρταβάνῃ καὶ Γερμανῷ ταύτῃ πη εἶχεν. ἦν δέ τις Ἀρσάκης ὄνομα ἐν Βυζαντίῳ, Ἀρμένιος γένος, Ἀρσακίδης ἀνήρ, τῷ Ἀρταβάνῃ κατὰ γένος προσήκων.
皇帝与阿尔塔巴内斯及日耳曼努斯之间的关系大体便是如此。当时在拜占庭有一名叫阿尔萨克斯的人,是亚美尼亚族人,出身阿尔萨息王族,与阿尔塔巴内斯有亲戚关系。
ὃς δὴ κακουργῶν ἐς τὴν πολιτείαν οὐ πολλῷ ἔμπροσθεν ἐφωράθη καὶ προδοσίας διαφανῶς ἑάλω ἅτε δὴ ἐς Χοσρόην τὸν Περσῶν βασιλέα πράγματα ἐπὶ Ῥωμαίοις νεώτερα πράσσων.
此人不久前因危害国家体制而被查获,且叛国罪证确凿,因为他曾勾结波斯国王霍斯劳谋图不利于罗马人的事变。
βασιλεύς τε αὐτὸν ἄλλο μὲν εἰργάσατο οὐδὲν ἄχαρι, ξάνας δὲ οὐ πολλὰς κατὰ νώτου ἐπόμπευσε καμήλῳ ἀνὰ τὴν πόλιν ὀχούμενον,1 οὐδὲν μέντοι αὐτὸν οὔτε τοῦ σώματος οὔτε τῆς οὐσίας ἀφείλετο, οὐ μὴν οὐδὲ φυγῇ ἐζημίωσε. δυσφορούμενος δὲ ὅμως τοῖς ξυμπεπτωκόσιν Ἀρσάκης δολώσεις ἐπί τε Ἰουστινιανῷ καὶ τῇ πολιτείᾳ ἐπινοεῖν ἤρξατο.
皇帝并未对其施加其他严苛处置,只是在其背上施以少许鞭笞,让他骑着骆驼在全城游街示众,并未剥夺其身体的任何部分,亦未没收其财产,甚至连流放之刑都未加于他。然而,阿尔萨克斯因这一遭遇而怀恨在心,开始图谋对查士丁尼及国家发动阴谋。
ἐπειδή τε ξυναχθόμενόν οἱ τὸν Ἀρταβάνην ἅτε ξυγγενῆ εἶδεν, ἔτι μᾶλλον ἠρέθιζέ τε καὶ λόγων ἐνέδραις τὸν ἄνθρωπον καταλαβὼν ἐκάκιζεν, οὔτε νύκτα οὔτε ἡμέραν τινὰ ἀνιείς, ἀνδρεῖόν τε καὶ ἀνδρόγυνον ἀπὸ καιροῦ γεγονότα2 ὠνείδιζεν.
当他看到阿尔塔巴内斯作为亲属也与他同病相怜时,便更加挑拨煽动,用言语的罗网缠住那人并横加辱骂,昼夜不停,责备他不知时务地时而表现得英勇,时而又显得软弱雌伏。
ἐπὶ μὲν γὰρ κακοῖς ἀλλοτρίοις γενναῖόν τε καὶ τῆς τυραννίδος διαλυτὴν αὐτὸν γεγονέναι, φίλον τε ὄντα καὶ ἑστιάτορα Γόνθαριν αὐτοχειρὶ λαβόντα κτεῖναι οὐδενὶ λόγῳ. ἐν δέ γε τῷ παρόντι ἀποδειλιάσαντα οὕτως ἀνάνδρως ἐνταῦθα καθῆσθαι, τῆς μὲν πατρίδος οἱ φρουρουμένης τε ἐνδελεχέστατα καὶ δασμοῖς ἐκτετηκυίας ἀήθεσι, τοῦ δὲ πατρὸς ἀνῃρημένου ἐπὶ ξυνθηκῶν τε καὶ ξυμβάσεως λόγῳ, παντὸς δὲ τοῦ ξυγγενοῦς δεδουλωμένου τε καὶ σκεδαννυμένου ἀεὶ πανταχόσε τῆς Ῥωμαίων ἀρχῆς.
因为他说,阿尔塔巴内斯为他人的灾难挺身而出,成为暴政的摧毁者,无缘无故便亲手抓捕并杀死了他的朋友兼设宴款待他的贡塔里斯;但在当下的困局中,他却如此毫无男子气概地畏缩不前、在此虚度光阴,坐视自己的祖国被极严密地看守、在罕见的赋税压榨下日渐枯竭,其父亲在条约与协定的名义下遭杀害,全族之人皆沦为奴隶并不断被驱散到罗马帝国的各个角落。
ἀλλὰ τούτων τοιούτων ὄντων αὐτῷ Ἀρταβάνης ἀποχρῆν οἴεται, εἰ στρατηγός τε Ῥωμαίων εἴη καὶ ὕπατος καλοῖτο μόνον. “Καὶ σὺ μὲν” ἔφη “ξυγγενεῖ τέ μοι ὄντι καὶ πεπονθότι ἀνήκεστα ἔργα οὐδαμῆ συναλγεῖς· ἐγὼ δέ σε οἰκτείρω τῆς ἐπ’ ἀμφοῖν ταῖν γυναικοῖν, ὦ βέλτιστε, τύχης, ἧς τε οὐ δέον ἐστέρησαι καὶ ᾗ ξυνοικεῖν ἠναγκάσθης.
而在这一切自身祸乱面前,阿尔塔巴内斯竟认为只要能担任罗马人的将军、被称为执政官便足矣。“而你,”他说,“对我这个遭受了不可挽回之祸的同族之痛毫无体恤;但我却为你在这两个妇人身上的命运感到惋惜,我的良友:一个是你本不该被夺走的女子,另一个则是你被迫与其同居的妇人。
καίτοι οὐδένα εἰκός, ὅτῳ φρονήματος καὶ κατὰ βραχύ τινος μέτεστι, τὸν Ἰουστινιανοῦ ἀναδύεσθαι φόνον οὔτε ὀκνήσει οὔτε ὀρρωδίᾳ τινί, ὃς δὴ κάθηται ἀφύλακτος ἐς ἀεὶ ἐπὶ λέσχης τινὸς ἀωρὶ νύκτωρ, ὁμοῦ τοῖς τῶν ἱερέων ἐσχατογέρουσιν ἀνακυκλεῖν τὰ Χριστιανῶν λόγια σπουδὴν ἔχων.
况且,任何稍有一点骨气之人,理应不会出于任何迟疑或恐惧而逃避诛杀查士丁尼之事,因为查士丁尼总是在深夜毫无守卫地坐在某个闲谈之所,热衷于同那些最年老的祭司们一起反复研读基督徒的典籍神谕。
ἀλλὰ γὰρ” ἔφη “οὐδέ τίς σοι ἀντιστήσεται τῶν Ἰουστινιανοῦ ξυγγενῶν. ὁ μέντοι γε πάντων δυνατώτατος Γερμανός, οἶμαι, ξυλλήψεταί σοι προθυμούμενος ξὺν τοῖς παισὶ τοῖς αὑτοῦ, νεανίαις τε οὖσι καὶ τῇ τε ἡλικίᾳ καὶ τῷ θυμῷ ἐπ’ αὐτὸν ζέουσιν, οὕς γε καὶ τὴν πρᾶξιν αὐτοματίσειν ἐλπίδα ἔχω.3
更何况,”他说,“查士丁尼的亲属中绝无一人会反对你。事实上,权势最盛的日耳曼努斯,我想定会欣然带着他的儿子们全力协助你;那些儿子们正值青春年少,无论年龄还是脾性皆对皇帝怒火中烧,我甚至寄望于他们会主动挑起这桩义举。
ἠδικημένοι γὰρ πρὸς ἐκείνου τυγχάνουσιν ἤδη ὅσα οὔτε ἡμεῖς οὔτε τις ἄλλος Ἀρμενίων οὐδείς.” τοιούτοις Ἀρσάκης ἀεὶ καταγοητεύων τὸν Ἀρταβάνην, ἐπειδή ποτε αὐτὸν ἐνδόντα εἶδεν, ἐπί τινα Περσαρμένιον ἕτερον, Χαναράγγην ὄνομα, τὸ πρᾶγμα ἦγεν. ἦν δὲ οὗτος ὁ Χαναράγγης νεανίας μέν, καλὸς δὲ τὸ σῶμα, οὐ μέντοι κατεσπουδασμένος, ἀλλ’ ἐπὶ πλεῖστον παιδαριώδης.
因为他们如今从他那里遭受的侵害,是我们甚至任何其他亚美尼亚人都未曾蒙受过的。”阿尔萨克斯便用这番话不断蛊惑阿尔塔巴内斯,一旦见他动摇妥协,便将此事透露给另一位波斯属亚美尼亚人,名叫查纳朗格斯。这位查纳朗格斯是个青年,体貌俊美,却极不安分稳重,大部分时候显得十分幼稚轻率。
Ἐπεὶ οὖν Ἀρσάκης αὐτόν τε καὶ Ἀρταβάνην τά τε ἐς τὴν γνώμην καὶ ἐς τοὺς λόγους ξυνέμιξεν, ἀπηλλάσσετο ἐπαγγειλάμενος Γερμανόν τε καὶ τοὺς αὐτοῦ παῖδας ὁμογνώμονας ἐς τὸ ἔργον θήσεσθαι σφίσι.
于是,在阿尔萨克斯使查纳朗格斯与阿尔塔巴内斯在意图与言论上达成一致后,便告辞离去,并许诺必会让日耳曼努斯及其子嗣与他们同心同德共谋此事。
καὶ ἦν γὰρ Ἰουστῖνος ὁ πρεσβύτερος τῶν Γερμανοῦ παίδων νεανίας μὲν καὶ πρῶτον ὑπηνήτης, δραστήριος δὲ καὶ ἐς τὰς πράξεις ὀξύτερος· ὥστε καὶ ἐς τῶν ὑπάτων τὸν δίφρον οὐ πολλῷ ἔμπροσθεν ἀναβεβήκει. ἀφικόμενός τε παρ’ αὐτὸν Ἀρσάκης ἔφασκέν οἱ λάθρα ἐν ἱερῷ τινι ἐντυχεῖν βούλεσθαι.
当时,日耳曼努斯的长子查士丁虽是一名刚长出初髭的年轻后生,却精明干练,在行事上尤为敏锐;以至于不久前他甚至已登上了执政官的宝座。阿尔萨克斯来到他那里,声称希望与他在某座圣所中秘密会面。
ἐπεί τε ἐν τῷ ναῷ ἐγενέσθην ἄμφω, ἠξίου πρῶτον Ἀρσάκης τὸν Ἰουστῖνον δι’ ὅρκων ἰσχυρίσασθαι μή ποτε τοὺς λόγους ἔς τινα τῶν πάντων ἀνθρώπων ὅτι μὴ ἐς τὸν πατέρα μόνον4 ἐξοίσειν.
待二人皆进入圣殿后,阿尔萨克斯首先要求查士丁起誓保证,绝不将这番谈话泄露给天底下的任何人,唯有对其父一人除外。
- 7.32.3ξάνας δὲ οὐ πολλὰς κατὰ νώτου ἐπόμπευσε καμήλῳ ἀνὰ τὴν πόλιν ὀχούμενον
ξάνας 是动词 ξαίνω(梳理羊毛,引申为“抽打、鞭笞”)的不定过去时主动分词阳性主格单数,与主语 βασιλεύς 一致;阴性宾格复数 οὐ πολλὰς 省略了 πληγάς(鞭打)作内宾格,意为“(在背上)施以不多的几下鞭打”。动词 ἐπόμπευσε 支配阳性宾格分词 ὀχούμενον 作及物动词用,意为“让骑着骆驼的他游街示众”。
- 7.32.5ἀνδρεῖόν τε καὶ ἀνδρόγυνον ἀπὸ καιροῦ γεγονότα
介词短语 ἀπὸ καιροῦ 是一个习语,意为“不合时宜地”、“在不当的时候”。它修饰形容词 ἀνδρεῖον 与 ἀνδρόγυνον,斥责阿尔塔巴内斯展现勇敢与软弱完全错位(在外人的事务上表现得勇武,而在面对自己家庭与祖国的奇耻大辱时却软弱退缩)。
- 7.32.10οὕς γε καὶ τὴν πρᾶξιν αὐτοματίσειν ἐλπίδα ἔχω
动词 αὐτοματίζω 意为“自发采取行动”或“主动从事”。关系代词 οὕς 在由 ἐλπίδα ἔχω 引出的宾语从句中充当将来时不定式 αὐτοματίσειν 的逻辑主语(宾格加不定式结构),意为“我甚至寄望于他们会自发地挑起这一行动”。
- 7.32.16ὅτι μὴ ἐς τὸν πατέρα μόνον
短语 ὅτι μή 是一个固定习语,相当于“除了……之外”(nisi)。它对前文的绝对否定句 μή ποτε... ἔς τινα τῶν πάντων ἀνθρώπων(绝不向任何活着的人)作出例外限定,意为“除非仅仅告知他的父亲”。
