- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.31.1-7.31.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了针对查士丁尼皇帝的暗杀阴谋的背景:阿尔塔巴内斯欲娶普赖耶克塔却被狄奥多拉皇后横加阻挠,以及日耳曼努斯因兄弟博莱德斯的遗产纠纷而对皇帝心生怨恨的经过。
Ἐν τούτῳ δέ τινες ἐπίθεσιν ἐπὶ βασιλέα Ἰουστινιανὸν ἐβουλεύσαντο. οἵπερ ὅπως τε ἐς τὸ βούλευμα τοῦτο κατέστησαν καὶ τρόπῳ δὴ ὅτῳ ἀποκρουσθέντες οὐδαμῆ ἐς τὸ ἔργον ἀφίκοντο, αὐτίκα δηλώσω. Ἀρταβάνῃ Γόνθαριν καθελόντι τὸν τύραννον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐξαισία τις ἐπιθυμία ἐγένετο Πρεϊέκταν τὴν βασιλέως ἀδελφιδῆν, ἣν εἶχεν ἐγγυητήν, γυναῖκα ποιήσασθαι. ὅπερ καὶ αὐτῇ βουλομένῃ ὡς μάλιστα ἦν,1 οὐκ ἔρωτι τοῦ ἀνθρώπου ἐνταῦθα ἠγμένῃ, ἀλλ’ ὅτι οἱ χάριτας ὡμολόγει πολλὰς ἅτε τισαμένῳ μὲν τὸν Ἀρεοβίνδου τοῦ ἀνδρὸς φόνον, αὐτὴν δὲ ἀνασωσαμένῳ καὶ ἀναρπάσαντι, αἰχμάλωτόν τε οὖσαν καὶ οὐκ ἐς μακρὰν τῷ τυράννῳ Γονθάριδι μέλλουσαν οὔτι ἑκουσίαν ἐς εὐνὴν ξυνελθεῖν.
在此期间,有些人图谋对查士丁尼皇帝发动袭击。他们究竟是如何形成这一谋划的,又是因为什么缘故遭到挫败而绝未能付诸实施,我将在下文中立即阐明。 正如我在前面的叙述中所说,阿尔塔巴内斯在铲除了僭主贡塔里斯之后,产生了一种非同寻常的渴望,想要娶皇帝的甥女普赖耶克塔为妻,此前他已将她聘为未婚妻。 这也是普赖耶克塔本人极愿意的,并非因为她受对那男子的情欲驱使,而是因为她自认对他负有重大的感恩之情,因为他不仅为她丈夫阿雷奥宾杜斯的遇害报了仇,还解救并抢回了沦为俘虏、且不久就将违心与僭主贡塔里斯同床共枕的她。
ἐπεί τε ἄμφω ταῦτα ἤρεσκε, Πρεϊέκταν μὲν Ἀρταβάνης βασιλεῖ ἔπεμψεν, αὐτὸς δέ, καίπερ Λιβύης ὅλης στρατηγὸς καταστάς, ἔχρῃζε βασιλέως, ἀναπλάσας τινὰς οὐχ ὑγιεῖς σκήψεις, ὅπως αὐτὸν ἐς Βυζάντιον μεταπέμποιτο. ἐνῆγε γὰρ ἐς τοῦτο αὐτὸν ἡ τοῦ γάμου ἐλπίς, ἄλλα τε πολλὰ ἐνθένδε ἀγαθὰ ὑποφαίνουσα καὶ τῆς βασιλείας οὐ πόρρω αὐτὸν τὸ λοιπὸν ἔσεσθαι.
由于这符合双方的心愿,阿尔塔巴内斯便将普赖耶克塔送往皇帝那里,而他自己虽已被任命为全利比亚的总司令,却编造出一些站不住脚的借口,恳求皇帝将他召回拜占庭。 因为对这桩婚事的期望正在促使他这样做,预示着自此将有许多其他好处,并且从此以后他距离皇位也不会太远。
οἱ γὰρ ἄνθρωποι εὐημερίας ἐκ τοῦ παραλόγου ἐπιλαβόμενοι οὐ δύνανται τὴν διάνοιαν ἐνταῦθα ἑστάναι, ἀλλὰ καραδοκοῦσι τὰ πρόσω, καὶ ταῖς ἐλπίσιν ἐπίπροσθεν ἀεὶ χωροῦσιν, ἕως καὶ τῆς οὐ δέον ὑπαρξάσης αὐτοῖς εὐδαιμονίας στερήσονται. Βασιλεὺς μέντοι τὴν δέησιν ἐπιτελῆ ἐποίει καὶ τὸν Ἀρταβάνην ἐς Βυζάντιον μετεπέμπετο, ἕτερον ἀντικαταστήσας Λιβύης στρατηγόν, ᾗπέρ μοι δεδιήγηται.
因为世人一旦意外获得了飞黄腾达,其心思便无法安于当下,反而翘首企盼更远的前景,在希望中不断向前迈进,直至连他们本不应得的幸福也被剥夺殆尽。然而皇帝满足了他的请求,将阿尔塔巴内斯召回拜占庭,并如我此前所叙述的那样,另行任命他人接替利比亚总司令一职。
γενόμενον δὲ τὸν Ἀρταβάνην ἐν Βυζαντίῳ ὁ μὲν δῆμος τῶν πεπραγμένων ἐθαύμαζε καὶ ἄλλως ἠγάπα.
阿尔塔巴内斯抵达拜占庭后,民众因其功勋而对他赞叹不已,而且因其他方面的品质也对他深为爱戴。
ἦν γὰρ εὐμήκης τε τὸ σῶμα καὶ καλός, τό τε ἦθος ἐλευθέριος καὶ ὀλίγα ἄττα φθεγγόμενος. βασιλεὺς δὲ αὐτὸν ἐν τοῖς μάλιστα ἐτετιμήκει. στρατηγόν τε γὰρ τῶν ἐν Βυζαντίῳ στρατιωτῶν καὶ ἄρχοντα φοιδεράτων καταστησάμενος ἐς τῶν ὑπάτων ἀνεγράψατο τὸ ἀξίωμα.
因为他身躯高大健美,性格豁达慷慨,且言语不多。皇帝也将他列入最受尊崇之列;因为皇帝任命他为拜占庭驻军的统领兼同盟军首领,并授予他执政官品级。
τῇ μέντοι Πρεϊέκτᾳ ξυνοικίζεσθαι οὐδαμῆ ἴσχυσεν. ἦν γὰρ αὐτῷ γυνὴ πρότερον ξυγγενής τε οὖσα καὶ ἐκ παιδὸς αὐτῷ ἐς γάμον ἐλθοῦσα. ἣν δὴ πολλῷ ἔμπροσθεν ἀποσεισάμενος αὐτὸς ἔτυχε τῶν τινος ἴσως παραπεπτωκυίας αἰτίας, ὧν δὴ ἕνεκα γυναῖκας ἀνδράσι προσκρούειν ξυμβαίνει.
然而,他却绝无可能与普赖耶克塔成婚。因为他早已有了一位元配妻子,既是他的亲属,又自幼便与他结为连理,但他早在很久以前就将她休弃,或许是因为导致妻子与丈夫失和的某种偶然缘故。
αὕτη, τέως μὲν τῷ Ἀρταβάνῃ οὐκ εὖ καθεστήκει τὰ πράγματα, οἴκοι καθῆστο ἐν πάσῃ ἀπραγμοσύνῃ, τὰ παρόντα σιωπῇ φέρουσα. ἐπεὶ δὲ Ἀρταβάνης ἤδη λαμπρός τε τοῖς ἔργοις καὶ μέγας ἐγεγόνει ταῖς τύχαις, οὐκ ἐνεγκοῦσα ἡ γυνὴ ἔτι τὴν ἀτιμίαν ἐς Βυζάντιον ἦλθεν. ἱκέτις τε γενομένη τῆς βασιλίδος ἀπολαβεῖν τὸν ἄνδρα ἠξίου.
当阿尔塔巴内斯的境遇尚不顺遂之时,她一直足不出户,完全不问世事,默默忍受着眼前的处境。然而,当阿尔塔巴内斯因赫赫战功而名声显赫、因命运眷顾而显贵之后,那女子便再也无法忍受这种屈辱,来到了拜占庭。她向皇后乞求援助,请求领回自己的丈夫。
ἡ δὲ βασιλὶς ʽἐπεφύκει γὰρ ἀεὶ δυστυχούσαις γυναιξὶ προσχωρεῖν’ ἀκουσίῳ αὐτὴν τῷ Ἀρταβάνῃ ὡς μάλιστα ξυνοικεῖν ἔγνω, τήν τε Πρεϊέκταν Ἰωάννης ὁ Πομπηίου τοῦ Ὑπατίου γυναῖκα γαμετὴν ἐποιήσατο.
而皇后——因为她向来生就偏向不幸妇人的本性——裁定无论阿尔塔巴内斯多么不情愿,她也必须与他同住;而许帕提乌斯之子庞培乌斯的儿子约翰则娶了普赖耶克塔为正妻。
ταύτην Ἀρταβάνης τὴν ξυμφορὰν οὐκ ἤνεγκε πρᾴως, ἀλλ’ ἠγριαίνετό τε καὶ ἀγαθὰ εἰργασμένον Ῥωμαίους ἔλεγε τόσα...2 γυναῖκα μὲν τήν οἱ αὐτῷ κατηγγυημένην ἑκόντα ἑκοῦσαν ἀγαγέσθαι οὐδεὶς ἐῴη, τῇ δὲ πάντων αὐτῷ δυσμενεστάτῃ οὔσῃ πλησιάζειν ἀναγκάζηται τὸν ἅπαντα χρόνον· ὃ δὴ μάλιστα ἀνθρώπου ψυχὴν ἀνιᾶν πέφυκεν.
阿尔塔巴内斯未能心平气和地承受这一灾难,反而暴怒不已,声称自己为罗马人立下了如此众多的功勋……竟无人允许他迎娶那名双方自愿许配给他的女子,反而被迫终生与全天下对他最怀恶意的女人生活在一起;而这正是生来最令人心灵痛苦之事。
ὥστε ἀμέλει οὐ πολλῷ ὕστερον ἐπειδὴ τάχιστα ἡ βασιλὶς ἐξ ἀνθρώπων ἠφάνιστο, ταύτην ἀσμένως ἀπεπέμψατο τὴν γυναῖκα εὐθύς.
因此,毫不奇怪,不久之后皇后刚一从人间消逝,他便立刻欣然将这个妻子打发走了。
Ἐτύγχανε δὲ βασιλεῖ τὸν Γερμανὸν ἀνεψιὸν ὄντα Βοραΐδην ἀδελφὸν ἔχειν.3 οὗτος οὖν Βοραΐδης ὁ Γερμανοῦ ἀδελφὸς ἔναγχος ἐτετελευτήκει, τῶν χρημάτων τὰ πλεῖστα τῷ τε ἀδελφῷ καὶ παισὶ τοῖς ἐκείνου ἀπολιπών.
当时皇帝的堂兄弟日耳曼努斯恰好有一位名叫博莱德斯的兄弟。这位日耳曼努斯的兄弟博莱德斯最近去世了,将绝大部分财产留给了他的兄弟及该兄弟的孩子们。
οὔσης δὲ αὐτῷ γυναικός τε καὶ παιδὸς μιᾶς, τοσαῦτα τὴν παῖδα ἐκέλευεν ἔχειν ὅσα ὁ νόμος ἠνάγκαζε. διὸ δὴ βασιλεὺς τῇ παιδὶ μᾶλλον ἀμύνειν ἠξίου· ὅπερ ἐν τοῖς μάλιστα Γερμανὸν ἔδακνε.
尽管他有一妻一女,但他命令只给女儿留下法律强制规定的份额。因此,皇帝认为更应该维护那个女儿的权益;而这让日耳曼努斯感到极为刺痛。
- 7.31.3ὅπερ καὶ αὐτῇ βουλομένῃ ὡς μάλιστα ἦν
与格加 βουλομένῳ ἐστί 构成的固定句式,意为“某人极愿意某事”或“符合某人的心愿”。关系代词 ὅπερ 指代前文娶普赖耶克塔为妻一事,分词 βουλομένῃ 与与格代词 αὐτῇ 性数格一致。
- 7.31.15ἀγαθὰ εἰργασμένον Ῥωμαίους ἔλεγε τόσα...
动词 ἐργάζομαι 带双宾格(ἀγαθά 与 Ῥωμαίους),表示“为罗马人做了如此多的善事/立下如此多功勋”。宾格完成时分词 εἰργασμένον 指代阿尔塔巴内斯本人,作为 ἔλεγε 引出的间接引语的不定式结构中的逻辑主语,引出其愤懑的抗议。
- 7.31.17Ἐτύγχανε δὲ βασιλεῖ τὸν Γερμανὸν ἀνεψιὸν ὄντα Βοραΐδην ἀδελφὸν ἔχειν.
ἐτύγχανε 作无人称动词,支配宾格加不定式结构,与格 βασιλεῖ 从属于 ἀνεψιὸν ὄντα:不定式 ἔχειν 的逻辑主语为 βασιλεῖ τὸν Γερμανὸν ἀνεψιὸν ὄντα(“作为皇帝堂兄弟的日耳曼努斯”),宾语为 Βοραΐδην ἀδελφόν(“一位名叫博莱德斯的兄弟”)。
