← 普罗科皮乌斯

战史

§7.30.14-7.30.25

鲁斯基亚内投降与贝利萨留被召回

罗马军队登陆受阻后退却,并改派部队袭扰皮凯努姆,但鲁斯基亚内的守军因绝粮最终向托提拉投降;同时,安东妮娜在拜占庭成功说服查士丁尼皇帝召回贝利萨留。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.30.14

ὅπερ ἐπεὶ Ῥωμαῖοι εἶδον, κατωρρώδησάν τε καὶ ἄγχιστα οὐδαμῆ ἐτόλμων ἰέναι, ἀλλὰ χρόνον μέν τινα τὰς ναῦς ἑκαστάτω ἀνακωχεύσαντες ἡσυχῆ ἔμενον, ὕστερον δὲ ἀπογνόντες τὴν ἀπόβασιν πρύμναν τε πάντες ἐκρούοντο καὶ ἀναχθέντες τῷ Κροτωνιατῶν αὖθις λιμένι προσέσχον.

罗马人见此情景,惊恐万分,根本不敢靠近分毫;他们先是在尽可能远的地方停泊船只,静静守候了一段时间,后来对登陆彻底绝望,便纷纷倒桨后退,驶向外海,再次开进克罗通的港口。

§7.30.15

Οὗ δὴ ἐπὶ κοινῆς βουλευσαμένοις ἔδοξε σφίσιν ἄμεινον εἶναι Βελισάριον μὲν ἐς Ῥώμην ἰόντα τὰ ταύτῃ τε ὡς ἄριστα διοικήσασθαι καὶ τὰ ἐπιτήδεια ἐσκομίσασθαι, Ἰωάννην δὲ καὶ Βαλεριανὸν τούς τε ἄνδρας ἐς γῆν καὶ τοὺς ἵππους ἀποβιβάσαντας ὁδῷ τε πορευομένους ἐς Πικηνοὺς ἰέναι, ξυνταράξοντας τῶν πολεμίων τοὺς τὰ ἐκείνῃ πολιορκοῦντας πολίσματα.

他们在那里共同商议,认为最好的办法是贝利萨留前往罗马,尽最大努力整顿那里的事务并运入补给,而约翰和瓦莱里安则将人员与马匹卸上陆地,循陆路前往皮凯努姆,以扰乱围攻该地各城镇的敌军。

§7.30.16

οὕτω γὰρ ἂν αὐτοῖς Τουτίλαν διαλύσαντα τὴν προσεδρείαν ἐπισπέσθαι ἐλπίδα εἶχον.1

因为他们希望通过这种方式促使托提拉解除围攻并尾随追击他们。

§7.30.17

Ἰωάννης μὲν οὖν ξὺν τοῖς ἑπομένοις χιλίοις οὖσι κατὰ ταῦτα ἐποίει· Βαλεριανὸς δὲ τὸν κίνδυνον δείσας ταῖς ναυσὶ κόλπον περιιὼν τὸν Ἰόνιον ἔπλει τοῦ Ἀγκῶνος εὐθύ. ταύτῃ γὰρ ἐν Πικηνοῖς τε γενήσεσθαι ξὺν τῷ ἀσφαλεῖ ᾤετο καὶ τῷ Ἰωάννῃ ξυμμῖξαι.

于是,约翰率领跟随他的一千名士兵照此行事;但瓦莱里安畏惧危险,乘船绕过伊奥尼亚湾,直奔安孔而去。因为他认为这样便能安全抵达皮凯努姆,并与约翰会合。

§7.30.18

ἀλλὰ Τουτίλας διαλῦσαι τὴν προσεδρείαν οὐδ’ ὣς ἤθελεν, ἀλλ’ αὐτὸς μὲν ἐνταῦθα καθῆστο, δισχιλίους δὲ ἱππεῖς τοῦ στρατοπέδου ἀπολεξάμενος ἐς Πικηνοὺς στέλλει, ἐφ’ ᾧ τοῖς ἐνταῦθα βαρβάροις ξυμμίξαντες τοὺς ἀμφί τε Ἰωάννην καὶ Βαλεριανὸν ἀποκρούσονται.

然而托提拉即便如此也绝不肯解除围攻,而是亲自坐镇当地,从军中挑选出两千名骑兵派往皮凯努姆,以便与那里的蛮族会合,击退约翰与瓦莱里安的部队。

§7.30.19

Οἱ δὲ πολιορκούμενοι ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ, ἐπεὶ σφᾶς τά τε ἀναγκαῖα ἤδη παντάπασιν ἐπελελοίπει καὶ οὐδεμίαν ἔτι ἀπὸ Ῥωμαίων ἐπικουρίας ἐλπίδα εἶχον, Γουδίλαν τε τὸν δορυφόρον καὶ Δεοφέροντα τὸν Ἰταλιώτην παρὰ Τουτίλαν πέμψαντες ἐπρεσβεύοντο ἀμφὶ τῇ σωτηρίᾳ, δεόμενοι σφίσιν αὐτοῖς τῶν πεπραγμένων ξυγγνώμονα εἶναι.

与此同时,鲁斯基亚内要塞中的被围守军因必需品已彻底匮乏,对罗马方面的救援也不再抱任何希望,遂派遣卫士古迪拉斯和意大利人德奥菲隆前往托提拉处,就保全性命一事进行谈判,恳求宽恕他们之前的所作所为。

§7.30.20

ὁ δὲ Τουτίλας ἐς ἄλλον οὐδένα ὅτι μὴ ἐς τὸν Χαλαζὰρ ἐπιτελέσειν τὴν κόλασιν ἐπηγγέλλετο ἅτε τὰ πρόσθεν ξυγκείμενα ἠλογηκότα, τοῖς δὲ ἄλλοις τὸ ἔγκλημα ἐπιχωρεῖν πᾶσιν.

托提拉声明,除查拉扎尔无视先前的协定而必须受罚外,他不会对任何其他人实施惩罚,并赦免所有其他人的罪过。

§7.30.21

οὕτω τοίνυν αὐτὸς τὸ φρούριον ἐδέξατο. καὶ τὸν μὲν Χαλαζὰρ ἄμφω τε τὼ χεῖρε ἀποτεμὼν καὶ τὰ αἰδοῖα εὐθὺς ἔκτεινε, τῶν δὲ στρατιωτῶν τοὺς μὲν βουλομένους μένειν ἐκέλευε τὰ σφέτερα αὐτῶν ἔχοντας, ἐφ’ ᾧ τὸ λοιπὸν ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ Γότθοις ξυντάξονται· ὅπερ κἀν τοῖς ἄλλοις ὀχυρώμασι τοῖς ἁλισκομένοις πράσσειν εἰώθει·

于是,他便这样接收了要塞。在砍掉查拉扎尔的双手和下体后,他立即将其处死;对于守军士兵,他命令那些愿意留下的人保留自己的财产留下来,条件是今后以与哥特人完全平等的条件编入军列——这也是他在其他被攻克要塞中一贯采取的做法——

§7.30.22

οἷς δὲ τὸ μένειν ἐν ἡδονῇ ὡς ἥκιστα ἦν, τούτους δὴ γυμνοὺς ὅπη βούλοιντο ἐκέλευεν ἀπαλλάσσεσθαι, τοῦ μή τινά οἱ τῶν ἁπάντων ἀνθρώπων ἀκούσιον ξυστρατεύεσθαι.2

而对于极不情愿留下的人,他命令他们净身出户,爱去哪里就去哪里,免得全天下有任何人违背本心随他出征。

§7.30.23

ὀγδοήκοντα μὲν οὖν τοῦ Ῥωμαίων στρατοῦ τῶν χρημάτων ἀπολελειμμένων ἐς τὸν Κρότωνα ἦλθον, οἱ δὲ ἄλλοι ξὺν τοῖς χρήμασιν αὐτοῦ ἔμειναν.

因此,罗马军队中有八十人在留下财产后前往克罗通,其余人则带着各自的财物留在了当地。

§7.30.24

τῶν μέντοι Ἰταλῶν τὰ μὲν χρήματα πάντα ἀφείλετο, τὰ δέ γε σώματα κακῶν παντάπασιν ἀπαθῆ εἴασεν.

然而对于意大利人,托提拉虽没收了他们的全部财产,却让他们的肉体完全免遭侵害。

§7.30.25

Ἀντωνίνα δὲ ἡ τοῦ Βελισαρίου γυνὴ τῆς βασιλίδος ἀπογενομένης ἐς Βυζάντιον ἀφικομένη ἐδέετο βασιλέως μετάπεμπτόν οἱ τὸν ἄνδρα ἐνταῦθα ἐλθεῖν.3 ῥᾷστά τε διεπράξατο τοῦτο. ἤδη γὰρ καὶ ὁ Μηδικὸς πόλεμος ἐπικείμενος ἰσχυρότατα βασιλέα Ἰουστινιανὸν ἐς τοῦτο ἐνῆγεν.

此时,贝利萨留之妻安东妮娜在皇后去世后抵达拜占庭,恳求皇帝将丈夫召回该地。她极为轻松地办成了此事;因为波斯战事迫在眉睫,已在极力促使查士丁尼皇帝做出这一决定。

语法注3 条
  1. 7.30.16οὕτω γὰρ ἂν αὐτοῖς Τουτίλαν διαλύσαντα τὴν προσεδρείαν ἐπισπέσθαι ἐλπίδα εἶχον

    虚词 ἄν 与不定式 ἐπισπέσθαι 连用,依附于动词短语 ἐλπίδα εἶχον,在间接引语中表示潜在或将来的推测结果(“心存托提拉会……的希望”)。不定式的逻辑主语是宾格的 Τουτίλαν,分词 διαλύσαντα 与其同格呼应。

  2. 7.30.22τοῦ μή τινά οἱ τῶν ἁπάντων ἀνθρώπων ἀκούσιον ξυστρατεύεσθαι

    带定冠词属格的否定不定式(τοῦ μή + 不定式)用作否定目的状语(“为了不使任何人……”)。附着词与格代词 οἱ 在复合动词 ξυστρατεύεσθαι 中作伴随或利害与格(“随他出征”),形容词 ἀκούσιον 则作主语 τινά 的述语性修饰成分。

  3. 7.30.25μετάπεμπτόν οἱ τὸν ἄνδρα ἐνταῦθα ἐλθεῖν

    形容词 μετάπεμπτος 处于述语位置,修饰宾格 τὸν ἄνδρα,表示“被召回”之意。附着代词与格 οἱ 表示利害关系(对她而言),整个部分构成受动词 ἐδέετο 支配的宾格加不定式结构(“请求其丈夫被召回彼处”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.30.14-7.30.25