← 普罗科皮乌斯

战史

§7.30.1-7.30.13

狄奥多拉之死与救援鲁斯基亚内的尝试

查士丁尼皇帝派遣增援,但狄奥多拉皇后已逝,罗马驻军亦叛变并杀害了指挥官。贝利萨留率舰队急赴解救被围困的鲁斯基亚内,却遭遇暴风雨阻碍,托提拉则在岸边布阵严阵以待。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.30.1

Βασιλεὺς δὲ Ἰουστινιανὸς πεζοὺς στρατιώτας οὐχ ἦσσον ἢ δισχιλίους ἐς Σικελίαν ναυσὶν ἔπεμψε καὶ Βαλεριανὸν οὐδεμιᾷ μελλήσει παρὰ Βελισάριον ἐκέλευεν ἰέναι.

查士丁尼皇帝派遣不少于两千名步兵乘船前往西西里,并命令瓦莱里安毫无延误地前往贝利萨留处。

§7.30.2

καὶ ὃς διαπορθμευσάμενος ἐς τὸν Δρυοῦντα κατέπλευσεν, οὗ δὴ καὶ Βελισάριον ξὺν τῇ γυναικὶ εὗρεν.

瓦莱里安渡海驶抵德留斯,正是在那里遇见了贝利萨留及其妻子。

§7.30.3

ὑπὸ τοῦτον τὸν χρόνον Ἀντωνίνα μὲν ἡ Βελισαρίου γυνὴ ἐς Βυζάντιον στέλλεται, τῆς βασιλίδος δεησομένη μείζονι παρασκευῇ τὸν πόλεμον ἐξαρτύεσθαι.

约在此际,贝利萨留之妻安东妮娜被派往拜占庭,以便请求皇后以更大规模的军备投入战争。

§7.30.4

ἡ δὲ βασιλὶς Θεοδώρα νοσήσασα ἐξ ἀνθρώπων ἠφάνιστο, ἐνιαυτοὺς ἕνα τε καὶ εἴκοσι τῇ βασιλείᾳ ἐπιβιοῦσα καὶ μῆνας τρεῖς.1

然而,狄奥多拉皇后已因病辞世,她在帝位统治中共度过了二十一年零三个月。

§7.30.5

Ἐν τούτῳ δὲ οἱ ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ πολιορκούμενοι πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ἐς λόγους τοῖς πολεμίοις ξυνίασιν, ὡμολόγησάν τε μεσούσης μάλιστα τῆς τοῦ θέρους ὥρας τὸ φρούριον ἐνδώσειν, ἢν μή τις ἐπιγένηται μεταξὺ βοήθεια σφίσιν, ἐφ’ ᾧ μέντοι ἀπαθεῖς κακῶν ἅπαντες μείνωσιν.2

在此期间,被围困在鲁斯基亚内要塞中的守军因缺乏必需品而受困窘迫,遂与敌人交涉,并商定若在此期间无任何援军抵达,便在大约仲夏时分献出要塞,条件是所有人均不受侵害。

§7.30.6

ἦσαν δὲ Ἰταλῶν μὲν ἐν τῷ φρουρίῳ τούτῳ πολλοί τε καὶ λόγιμοι, καὶ Δεοφέρων ὁ Τουλλιανοῦ ἀδελφός, τοῦ δὲ Ῥωμαίων στρατοῦ ἱππεῖς μὲν Ἰλλυριοὶ τριακόσιοι, οὕσπερ Ἰωάννης ἐνταῦθα καταστησάμενος ἔτυχε, Χαλαζάρ τε αὐτοῖς τὸν δορυφόρον ἐπιστήσας, Μασσαγέτην γένος, διαφερόντως ἀγαθὸν τὰ πολέμια, καὶ Γουδίλαν Θρᾷκα, καὶ πεζοὶ ἑκατὸν πρὸς Βελισαρίου ἐπὶ τῇ φυλακῇ τοῦ φρουρίου σταλέντες.

在这座要塞中,有许多显贵的意大利人,包括图利亚努斯的兄弟德奥菲隆;而在罗马军队中,则有约翰此前派驻该处的三百名伊利里亚骑兵——约翰任命了自己的卫士、马萨革泰族人、战场上格外勇猛的查拉扎尔以及色雷斯人古迪拉斯统领他们——以及贝利萨留为守卫要塞而派遣的一百名步兵。

§7.30.7

Τότε καὶ ὅσοι στρατιῶται πρὸς Βελισαρίου ἐπὶ τῇ Ῥώμης φρουρᾷ ἐτετάχατο τὸν σφῶν ἄρχοντα Κόνωνα κτείνουσιν, ἐμπορίαν αὐτῷ τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐπὶ πονηρῷ τῷ σφετέρῳ ἐπενεγκόντες.

当时,贝利萨留安排守卫罗马的所有士兵杀死了他们的长官科农,指控他牺牲士兵利益牟取粮食及其他生活必需品的暴利。

§7.30.8

πρέσβεις τε τῶν ἱερέων τινὰς πέμπουσιν, ἀπισχυριζόμενοι ὡς, ἢν μὴ βασιλεὺς τούτου δὴ τοῦ ἐγκλήματος ἀμνηστίαν σφίσι διδοίη χρόνου τε ῥητοῦ τὰς συντάξεις ἐκτίσοι3 ὅσας δὴ αὐτοῖς τὸ δημόσιον ὤφειλε, Τουτίλᾳ τε καὶ Γότθοις οὐδὲν μελλήσαντες προσχωρήσουσι. βασιλεύς τε αὐτοῖς τὴν δέησιν ἐπιτελῆ ἐποίει.

他们还派遣部分祭司作为使节,声称若皇帝不对这项罪行予以赦免,并不在约定时间内付清国库所欠他们的全部军饷,他们便将毫不迟疑地投奔托提拉和哥特人。皇帝依允了他们的诉求。

§7.30.9

Βελισάριος δὲ τὸν Ἰωάννην ἐς τὸν Δρυοῦντα μεταπεμψάμενος ξύν τε αὐτῷ καὶ Βαλεριανῷ καὶ ἄλλοις ἄρχουσι στόλον πολὺν ἀγείρας εὐθὺ Ῥουσκιανῆς κατὰ τάχος ἔπλει, τοῖς πολιορκουμένοις ἐπαμύνειν ἐν σπουδῇ ἔχων.

贝利萨留则将约翰召至德留斯,与他、瓦莱里安及其他将领集结了一支庞大舰队,急切希望解救被围困者,遂全速径直驶向鲁斯基亚内。

§7.30.10

οἵ τε ἐν τῷ φρουρίῳ τὸν στόλον τοῦτον ἅτε ἀφ’ ὑψηλοῦ κατιδόντες εὐέλπιδές τε γενόμενοι οὐκέτι τοῖς πολεμίοις προσχωρεῖν ἔγνωσαν, καίπερ ἐνισταμένης ἤδη τῆς σφίσι ξυγκειμένης ἡμέρας.

要塞中的守军从高处望见这支舰队,重燃希望,尽管约定的交城之日已经到来,仍决意不再投降敌人。

§7.30.11

καὶ τὰ μὲν πρῶτα χειμῶνος ἐξαισίου ἐπιπεσόντος, ἄλλως τε καὶ τῆς ἐκείνῃ ἀκτῆς ἀλιμένου παντάπασιν οὔσης, ταῖς ναυσὶν ἁπάσαις ὡς ἀπωτάτω ἀλλήλων ξυνηνέχθη διασκεδάννυσθαι·4 ταύτῃ τε χρόνου μῆκος σφίσι τριβῆναι ξυνέβη. αὖθίς τε ἀγηγερμένοι ἐν τῷ Κροτωνιατῶν λιμένι ἐπὶ Ῥουσκιανὴν ἀνήγοντο. οὕσπερ ἐπεὶ οἱ βάρβαροι εἶδον, ἐπὶ τοὺς ἵππους ἀναθορόντες ἀμφὶ τὴν ἠϊόνα ἐγένοντο τὴν ἀπόβασιν τοῖς πολεμίοις ἀναστέλλειν διανοούμενοι.

然而起初突降一场罕见的风暴,加之彼处海岸完全无港口可泊,导致所有船只彼此尽可能散开漂离;因此,他们白白浪费了大量时间。他们再度在克罗通港口集结后,驶向鲁斯基亚内。蛮族见状,纷纷跃上战马聚集在海滩一带,意图阻止敌人登陆。

§7.30.13

Τουτίλας τε αὐτοὺς ἐπὶ πλεῖστον τῆς ἀκτῆς ἀντιμετώπους ἔστησε ταῖς τῶν νηῶν πρῴραις. τοὺς μὲν δόρατα ἔχοντας, τοὺς δὲ τὰ τόξα ἐντειναμένους.

托提拉让士兵沿大片海岸列阵迎向船头,部分持矛,部分张弓搭箭。

语法注4 条
  1. 7.30.4ἐνιαυτοὺς ἕνα τε καὶ εἴκοσι τῇ βασιλείᾳ ἐπιβιοῦσα καὶ μῆνας τρεῖς

    宾格短语“ἐνιαυτοὺς ἕνα τε καὶ εἴκοσι ... καὶ μῆνας τρεῖς”表示时间的持续长度,与格“τῇ βασιλείᾳ”则表示领域或状态(“在统治期内/在位期间”),亦与复合动词“ἐπιβιοῦσα”的前缀“ἐπι-”相呼应。

  2. 7.30.5ἐφ’ ᾧ μέντοι ἀπαθεῖς κακῶν ἅπαντες μείνωσιν

    连词“ἐφ’ ᾧ”引导表示条件的从句(“条件是……”),此处后接不定过去时虚拟式“μείνωσιν”。形容词“ἀπαθεῖς”后接属格“κακῶν”,充当表示分离的属格(“免受灾祸”)。

  3. 7.30.8χρόνου τε ῥητοῦ τὰς συντάξεις ἐκτίσοι

    “χρόνου ... ῥητοῦ”是表示时间范围的时间属格(“在约定的期限内”)。动词“ἐκτίσοι”是在由分词“ἀπισχυριζόμενοι ὡς”引出的间接引语条件从句(“ἢν μὴ...”)中与“διδοίη”并列的祈愿式动词。

  4. 7.30.11ταῖς ναυσὶν ἁπάσαις ὡς ἀπωτάτω ἀλλήλων ξυνηνέχθη διασκεδάννυσθαι

    无人称动词“ξυνηνέχθη”(“发生/结果是”)支配与格“ταῖς ναυσὶν ἁπάσαις”与不定式“διασκεδάννυσθαι”,意为“结果使得所有的船只彼此尽可能分散漂离”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.30.1-7.30.13