- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.29.1-7.29.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了斯拉夫人的入侵、冬季地震、尼罗河异常泛滥引发的荒歉以及肆虐多年的巨鲸波菲里奥斯的搁浅落网,并以托提拉围攻鲁斯基亚内要塞标志着战争第十三年的结束。
Ὑπὸ τοῦτον τὸν χρόνον Σκλαβηνῶν στράτευμα διαβάντες1 ποταμὸν Ἴστρον Ἰλλυριοὺς ἅπαντας ἄχρι Ἐπιδαμνίων ἔδρασαν ἀνήκεστα ἔργα, κτείνοντες καὶ ἀνδραποδίζοντες τοὺς ἐν ποσὶν ἡβηδὸν ἅπαντας καὶ τὰ χρήματα ληϊζόμενοι.
约在此际,一支斯拉芬人军队渡过伊斯特罗斯河,对直至埃庇达姆诺斯的全部伊利里亚人犯下了无可挽回的罪行,杀戮并奴役所遇的一切成年人,掳掠其财产。
ἤδη δὲ καὶ φρούρια ἐνταῦθα πολλά τε καὶ δοκοῦντα ἐχυρὰ τὰ πρότερα εἶναι οὐδενὸς ἀμυνομένου ἐξελεῖν ἴσχυσαν, καὶ περιήρχοντο ξύμπαντα κατ’ ἐξουσίαν διερευνώμενοι.
由于无人防守,他们甚至得以攻克了当地许多要塞,而这些要塞此前一直被认为是坚固的;他们任意巡弋,搜寻整个地区。
οἱ δὲ τῶν Ἰλλυριῶν ἄρχοντες στράτευμα πεντακισχιλίων τε καὶ μυρίων ἔχοντες εἵποντο, ἄγχιστα μέντοι τῶν πολεμίων οὐδαμῆ ἐτόλμων ἰέναι.
伊利里亚的指挥官们率领一万五千人的军队尾随其后,却根本不敢走近敌人。
Τότε δὲ καὶ σεισμοὶ πολλάκις χειμῶνος ὥρᾳ σκληροί τε λίαν καὶ ὑπερφυεῖς ἔν τε Βυζαντίῳ καὶ χωρίοις ἄλλοις ἐγένοντο, νύκτωρ ἅπαντες.
当时正值冬季,在拜占庭及其他地方还多次发生了极其剧烈且不同寻常的地震,全部发生在夜间。
καὶ οἱ μὲν ταύτῃ ᾠκημένοι καταχωσθήσεσθαι ὑποτοπήσαντες ἐν δέει μεγάλῳ ἐγένοντο, οὐδὲν μέντοι ἐνθένδε φλαῦρον αὐτοῖς ξυνηνέχθη παθεῖν.
定居该地的居民料想自己将被活埋,陷入了巨大的恐惧之中,但并未因此遭受任何灾祸。
Τότε καὶ Νεῖλος ὁ ποταμὸς ὑπὲρ ὀκτωκαίδεκα πήχυς ἀναβὰς ἐπέκλυσε μὲν τὴν Αἴγυπτον καὶ ἤρδευσε πᾶσαν, ἀλλὰ ἐν μὲν Θηβαΐδι τῇ ὕπερθεν οὔσῃ ὑφιζάνοντά τε καὶ ἀποχωροῦντα τοῖς καθήκουσι χρόνοις τὰ ὕδατα παρείχετο τοῖς τῇδε ᾠκημένοις σπείρειν τε τὴν γῆν καὶ τῶν ἄλλων ἐπιμελεῖσθαι ᾗπερ εἰώθει·
当时尼罗河水位上涨超过十八肘,淹没了埃及并灌溉了全境;然而在上游的底比斯地区,洪水在适当时节退去并回落,使得当地居民能够照常耕种土地并从事其他农务。
χώρας δὲ τῆς ἔνερθεν ἐπειδὴ πρῶτον ἐπεπόλασεν, οὐκέτι ἀπέβη, ἀλλ’ ἐνοχλῶν αὐτῇ ξύμπαντα διαγέγονε τὸν τοῦ σπείρειν καιρόν, οὐ ξυμπεσὸν τοῦτό γε πρότερον ἐκ τοῦ παντὸς αἰῶνος,2 ἔστι δὲ οὗ καὶ ἀπολωφῆσαν τὸ ὕδωρ ἐπέκλυσεν αὖθις οὐ πολλῷ ὕστερον.
但在下游地区,洪水一旦泛滥便不再退去,而是在整个播种季节一直滞留困扰该地——自古以来从未发生过此类事情——在某些地方,洪水消退不久后又再度泛滥。
ταύτῃ τε ἅπαντα ἐσεσήπει τὰ σπέρματα, ὅσα δὴ μεταξὺ καταβεβλημένα ἐς τὴν γῆν ἔτυχε. καὶ οἱ μὲν ἄνθρωποι τῷ παραλόγῳ τῆς ξυμφορᾶς ἀμηχανίᾳ πολλῇ εἴχοντο, τῶν δὲ ἄλλων ζῴων ἀπορίᾳ τροφῆς τὰ πλεῖστα ἐφθάρη.
因此,其间播入土中的所有种子全部腐烂。人们因这场不可理喻的灾难而陷入极大的无助,绝大多数牲畜也因缺乏食物而丧命。
Τότε καὶ τὸ κῆτος, ὃ δὴ Βυζάντιοι Πορφύριον ἐκάλουν, ἑάλω. τοῦτό τε τὸ κῆτος πλέον μὲν ἢ ἐς πεντήκοντα ἐνιαυτοὺς τό τε Βυζάντιον καὶ τὰ ἀμφ’ αὐτὸ χωρία ἠνώχλει, οὐκ ἐφεξῆς μέντοι, ἀλλὰ διαλεῖπον, ἂν οὕτω τύχῃ, πολύν τινα μεταξὺ χρόνον.
当时,拜占庭人称之为“波菲里奥斯”的巨鲸也被捕获了。这条巨鲸困扰拜占庭及其周边水域达五十余年,然而并非连续不断,而是根据机缘相隔很长一段时间才出现。
καὶ πολλὰ μὲν κατέδυσε πλοῖα, πολλῶν δὲ τοὺς ἐπιβάτας ξυνταράττον τε καὶ βιαζόμενον ὡς ἀπωτάτω ἀπήνεγκεν. ἐπιμελὲς μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ἐγεγόνει τὸ θηρίον τοῦτο χειρώσασθαι. ἐπιτελέσαι δὲ τὸ βούλευμα οὐδεμιᾷ μηχανῇ ἔσχεν. ὅπως δὲ αὐτῷ τανῦν ἁλῶναι ξυνέπεσεν. ἐγὼ δηλώσω. ἐτύγχανε μὲν γαλήνη τὴν θάλασσαν πολλὴ ἔχουσα, δελφίνων δὲ πάμπολύ τι πλῆθος ἄγχιστά πη τοῦ στόματος Πόντου τοῦ Εὐξείνου ξυνέρρεον.
它击沉了许多船只,使许多船上的乘客惊恐失措并强行将其冲走,带到极远之处。查士丁尼皇帝曾一心想制服这头巨兽,但施展任何计谋都未能实现这一图谋。至于它如今是如何落网的,我将予以说明。当时恰逢海面风平浪静,大群海豚汇聚在优克辛海口附近。
οἵπερ ἐκ τοῦ αἰφνιδίου τὸ κῆτος ἰδόντες ἔφευγον ὥς πη ἑκάστῳ δυνατὰ γέγονεν, οἱ δὲ πλεῖστοι ἀμφὶ τοῦ Σαγάριδος τὰς ἐκβολὰς ἦλθον. τινὰς μὲν οὖν αὐτῶν καταλαβὸν τὸ κῆτος καταπιεῖν εὐθὺς ἴσχυσεν.
海豚突然见到巨鲸,便各自竭力逃窜,多数逃到了萨加里斯河口一带。巨鲸追上其中数头,当场将其吞食。
εἴτε δὲ πείνῃ εἴτε φιλονεικίᾳ ἔτι ἐχόμενον οὐδέν τι ἧσσον ἐδίωκεν, ἕως δὴ αὐτὸ ἄγχιστά πη τῆς γῆς ἐκπεσὸν ἔλαθεν.3
无论是因为饥饿还是出于争胜之心的驱使,它依然穷追不舍,直至不知不觉间搁浅在极靠近陆地之处。
ἐνταῦθά τε ἰλύϊ βαθείᾳ κομιδῆ ἐντυχὸν ἐβιάζετο μὲν καὶ πάντα ἐκίνει, ὅπως δὴ ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσοιτο, διαφυγεῖν δὲ τὸ τέναγος τοῦτο οὐδαμῆ εἶχεν, ἀλλ’ ὑπὸ τῷ πηλῷ ἔτι μᾶλλον ἐγίνετο.
它在此遭遇了极深的淤泥,虽拼尽全力挣扎活动,企图尽快摆脱该处,却无论如何也无法逃出这片浅滩,反而在泥泞中越陷越深。
ἐπεὶ δὲ τοῦτο ἐς τοὺς περιοίκους ἅπαντας ἦλθε, δρόμῳ εὐθὺς ἐπ’ αὐτὸ ᾔεσαν, ἀξίναις τε πανταχόθεν ἐνδελεχέστατα κόψαντες οὐδ’ ὣς ἔκτειναν, ἀλλὰ σχοίνοις ἁδραῖς τισιν εἷλκον.
当这一消息传到四周居民耳中时,他们立刻奔赴该处,虽从四面八方用斧头不断砍击,仍旧未能将其杀死,最后用粗壮的绳索将其拖上岸。
ἔν τε ἁμάξαις ἐνθέμενοι εὕρισκον μῆκος μὲν πηχῶν μάλιστα τριάκοντα ὄν, εὖρος δὲ δέκα. ἐνταῦθά τε κατὰ συμμορίας τινὰς διασπασάμενοι οἱ μέν τινες αὐτοῦ ἐν τῷ παρόντι ἐγεύσαντο, οἱ δὲ καὶ μοῖραν ταριχεῦσαι τὴν ἐπιβάλλουσαν σφίσιν ἔγνωσαν.
他们将它置于车上,发现其长约三十肘,宽十肘。于是他们分成几个团伙将其分割,有人当场品尝其肉,有人则决定将分得的份额腌制保存。
Βυζάντιοι δέ, ἐπειδὴ τῶν τε σεισμῶν ᾔσθοντο καὶ τὰ ξυμπεσόντα ἀμφί τε τῷ Νείλῳ καὶ τῷ κήτει τούτῳ ἔγνωσαν, προὔλεγον αὐτίκα ξυμβήσεσθαι ὅσα δὴ αὐτῶν ἑκάστῳ ἤρεσκε.
拜占庭人察觉到了地震,并知晓了关于尼罗河和这条巨鲸的事情后,便立即根据各自的心意预测即将发生之事。
φιλοῦσι γὰρ ἄνθρωποι τοῖς παροῦσι διαπορούμενοι τὰ ἐσόμενα τερατεύεσθαι, καὶ τοῖς ἐνοχλοῦσιν ἀποκναιόμενοι τὰ ξυμβησόμενα λόγῳ οὐδενὶ τεκμηριοῦσθαι.
因为人们每逢因眼前处境而困惑时,便习惯将未来之事加以神化穿凿,每受患难折磨时,便毫无道理地臆测将要发生的变故。
ἐγὼ δὲ μαντείας τε καὶ τεράτων δηλώσεις ἄλλοις ἀφιεὶς ἐκεῖνο εὖ οἶδα, ὡς ἡ μὲν τοῦ Νείλου ἐπὶ τῆς χώρας διατριβὴ μεγάλων αἰτία ἔν γε τῷ παρόντι συμφορῶν γέγονε, τὸ δὲ κῆτος ἀφανισθὲν πολλῶν ἀπαλλαγὴ κακῶν διαδείκνυται οὖσα.4
至于我,将预言和异象的诠释留给他人,只深知这一点:尼罗河在陆地的滞留于目前而言确是酿成了巨大灾祸,而巨鲸的覆灭则明确显示出解除了诸多祸患。
τινὲς δέ φασιν οὐ τὸ κῆτος τοῦτο, οὗπερ ἐμνήσθην, ἀλλ’ ἕτερον εἶναι, ὃ δὴ ἁλῶναι ξυνέπεσεν. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.
不过也有人说,被捕获的并非我提到的这条巨鲸,而是另一条。但我还是回到我方才离开的叙述正轨上来。
Τουτίλας οὖν ταῦτα διαπεπραγμένος ἃ προδεδήλωται, ἐπεὶ Ῥωμαίους τοὺς ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ τῶν ἀναγκαίων ὑποσπανίζειν ἐπύθετο, ἐξαιρήσειν αὐτοὺς οἰόμενος ὅτι τάχιστα, ἢν μή τι ἐσκομίζεσθαι τῶν ἐπιτηδείων οἷοί τε ὦσιν, ἐστρατοπεδεύσατό τε ὡς ἀγχοτάτω καὶ ἐγκαθεζόμενος ἐς πολιορκίαν καθίστατο. καὶ ὁ χειμὼν ἔληγε, καὶ τρισκαιδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
托提拉完成了上述诸事后,获悉鲁斯基亚内要塞中的罗马人已缺乏必需品,料想只要他们无法运入粮食便能极快攻陷该地,遂在极近处扎营,坐镇展开围攻。冬日告终,普罗科皮乌斯所著的这场战争的第十三年亦随之落幕。
- 7.29.1Σκλαβηνῶν στράτευμα διαβάντες
属于按意义一致(constructio ad sensum)的语法现象:尽管主语 στράτευμα 为中性单数集合名词,但分词 διαβάντες 却依其内在指涉的士兵复数概念而采用阳性复数形式。随后的动词 ἔδρασαν 以及分词 κτείνοντες καὶ ἀνδραποδίζοντες 亦同为复数。
- 7.29.7οὐ ξυμπεσὸν τοῦτό γε πρότερον ἐκ τοῦ παντὸς αἰῶνος
此句使用了中性单数分词 ξυμπεσόν 构成的对格绝对独立结构(accusative absolute),作为伴随情况或插入说明,意为“自古以来这种事情从未发生过”。
- 7.29.13αὐτὸ ἄγχιστά πη τῆς γῆς ἐκπεσὸν ἔλαθεν
动词 λανθάνω 与分词(ἐκπεσόν)连用的固定习语,表示该动作在主体未曾察觉的情况下发生,即“不知不觉间已搁浅在陆地近旁”。
- 7.29.19πολλῶν ἀπαλλαγὴ κακῶν διαδείκνυται οὖσα
分词 οὖσα 作为补充语依附于动词 διαδείκνυται,表“明确显示出是……”。名词 ἀπαλλαγή(摆脱、免除)支配表示分离的属格 κακῶν(免受祸患)。
