← 普罗科皮乌斯

战史

§7.3.1-7.3.12

进军维罗纳与阿尔塔巴泽斯的夜袭计划

罗马将领因遭到查士丁尼皇帝的严责而在拉文纳会师,决议先进军围攻维罗纳。当地名流马尔基安策反了内应守卫,亚美尼亚勇将阿尔塔巴泽斯遂自告奋勇率百名精锐趁夜逼近城门。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.3.1

Ἐπεὶ δὲ Ἰουστινιανὸς βασιλεὺς ἔμαθε τά τε ἀμφὶ Ἐραρίχῳ ξυνενεχθέντα καὶ ὅτι Γότθοι Τουτίλαν σφίσιν ἐς τὴν ἀρχὴν κατεστήσαντο, κακίζων τε καὶ ἐρεσχελῶν τοὺς ἐνταῦθα τοῦ στρατοῦ ἄρχοντας οὐκέτι ἀνίει.1

查士丁尼皇帝获悉埃拉里克的变故以及哥特人推戴托蒂拉为王之后,便不断斥责并讥讽当地的军中将领。

§7.3.2

διὸ δὴ φυλακτήρια καταστησάμενοι ἐν πόλει ἑκάστῃ Ἰωάννης τε ὁ Βιταλιανοῦ ἀδελφιδοῦς καὶ Βέσσας καὶ Βιτάλιος καὶ οἱ ἄλλοι ξύμπαντες ἐς Ῥάβενναν ξυνελέγοντο, οὗ δὴ Κωνσταντιανὸς καὶ Ἀλέξανδρος, οὗ πρόσθεν ἐμνήσθην, διατριβὴν εἶχον.

因此,维塔利安的侄子约翰、贝萨斯、维塔利乌斯以及其余所有将领在各城部署了驻军后,便齐聚拉文纳,康斯坦蒂亚努斯和前文提及的亚历山大当时正驻留于该地。

§7.3.3

ἐπειδή τε ἅπαντες ξυνελέγησαν, ἔδοξε σφίσιν ἄμεινον εἶναι πρῶτον ἐπὶ Βερώνην, ἣ ἐν Βενετίαις ἐστί, στρατεύεσθαι, καὶ ἐπειδὰν αὐτήν τε καὶ Γότθους τοὺς ἐνταῦθα ἐξέλωσιν, οὕτω δὴ ἐπί τε Τουτίλαν καὶ Τικινοὺς ἰέναι.

众人聚齐之后,商定最好先出兵攻打威尼提亚的维罗纳,待攻陷该城并消灭那里的哥特人后,再进军讨伐托蒂拉及提奇努姆。

§7.3.4

οὗτος μὲν οὖν ὁ Ῥωμαίων στρατὸς εἰς δισχιλίους τε καὶ μυρίους ξυνείλεκτο, ἄρχοντες δὲ αὐτῶν ἕνδεκα ἦσαν, ὧν οἱ πρῶτοι ἐτύγχανον Κωνσταντιανός τε καὶ Ἀλέξανδρος, οἳ καὶ εὐθὺ πόλεως Βερώνης ἐχώρουν.

这支集结起来的罗马军队达一万二千人,共有十一位统领,其中为首的是康斯坦蒂亚努斯和亚历山大,他们率军直奔维罗纳城。

§7.3.5

γενόμενοι δὲ αὐτῆς ἄγχιστα, ὅσον ἀπὸ σταδίων ἑξήκοντα, ἐστρατοπεδεύσαντο ἐν τῷ ταύτῃ πεδίῳ. τούτου γὰρ πανταχόσε τοῦ χωρίου πεδία ἱππήλατά ἐστι, διήκοντα ἐς Μάντουαν πόλιν, ἥπερ διέχει πόλεως Βερώνης ἡμέρας ὁδῷ.

当大军行抵离城极近处,相距大约六十斯塔狄昂时,便在当地的平原上安营扎寨。因为这一带全都是适宜骑兵驰骋的平原,一直延伸至曼托瓦城,该城距维罗纳城有一日的路程。

§7.3.6

Ἦν δέ τις ἐν Βενέτοις ἀνὴρ λόγιμος, Μαρκιανὸς ὄνομα, ὅσπερ ἐν φρουρίῳ μὲν κατῴκητο πόλεως Βερώνης οὐ πολλῷ ἄποθεν, εὐνοϊκῶς δὲ βασιλεῖ ἐς τὰ μάλιστα ἔχων τὴν πόλιν παραδοῦναι τῷ Ῥωμαίων στρατῷ ἐν σπουδῇ ἐποιεῖτο.

威尼提亚人中有一位名叫马尔基安的知名人士,住在离维罗纳城不远的一处要塞中;他极为效忠皇帝,一心想把该城献给罗马军队。

§7.3.7

καί, ἦν γάρ οἱ τῶν τις φυλάκων ἐκ παιδὸς γνώριμος, πέμψας παρ’ αὐτὸν τῶν οἱ ἐπιτηδείων τινὰς χρήμασιν ἀναπείθει τὸν ἄνθρωπον τῇ πόλει τὸ βασιλέως στράτευμα δέξασθαι.

城门卫兵中有一人是他自幼相识的朋友,马尔基安便派亲信前去,用重金买通此人,使其应允将皇帝的军队迎入城内。

§7.3.8

καὶ ἐπεὶ ταῦτα ὡμολόγει ὁ τῶν πυλῶν φύλαξ, πέμπει τοὺς πρὸς αὐτὸν πράξαντας ὁ Μαρκιανὸς παρὰ τοὺς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας, ἐφ’ ᾧ τά τε ξυγκείμενα ἐσαγγείλωσι καὶ ξὺν αὐτοῖς ἐς τὴν πόλιν εἰσβάλλωσι νύκτωρ.

待城门守卫应承之后,马尔基安便把经办此事的亲信派往罗马军中统领处,命其通报密约内容,并与他们一同在夜间突入城内。

§7.3.9

ἔδοξε δὲ τοῖς ἄρχουσι ξύμφορον εἶναι προτερῆσαι μὲν αὐτῶν ἕνα ξὺν ὀλίγοις τισίν· ἢν δέ γε ὁ φύλαξ αὐτοῖς ἀνακλίνῃ τὰς πύλας, ἔχεσθαί τε αὐτῶν2 καὶ τῇ πόλει ξὺν τῷ ἀσφαλεῖ τὸν στρατὸν δέξασθαι.

诸统领商议认为,先由他们当中的一人率少数人先行最为有利;一旦守卫为他们打开城门,便把守住城门,好让全军安全入城。

§7.3.10

τῶν μὲν οὖν ἄλλων ὑποστῆναι τὸν κίνδυνον οὐδεὶς ἤθελεν, Ἀρταβάζης δὲ μόνος Ἀρμένιος μὲν γένος, διαφερόντως δὲ ἀγαθὸς τὰ πολέμια, ἐς τὴν πρᾶξιν οὔτι ἀκουσίως καθῆκεν αὑτόν.

其余统领无一人愿意冒此凶险,唯有阿尔塔巴泽斯一人毫不退缩地主动承担了这一任务;他是亚美尼亚族人,在战阵之中格外勇武。

§7.3.11

οὗτος ὁ ἀνὴρ Περσῶν μὲν ἡγεῖτο, οὓς Βελισάριος ἐς Βυζάντιον ἐκ τῆς Περσῶν γῆς σὺν τῷ Βλησχάμῃ ὀλίγῳ ἔμπροσθεν ἐτύγχανε πέμψας, τὸ Σισαυράνων ἐξελὼν φρούριον.

此人统领着贝利撒留在攻占西绍拉农要塞之后,不久前与布莱斯查梅斯一同从波斯土地押送往拜占庭的那批波斯降兵。

§7.3.12

τότε δὲ ἄνδρας ἑκατὸν ἐκ τοῦ παντὸς στρατοπέδου ἀπολεξάμενος ἀωρὶ τῶν νυκτῶν3 ἄγχιστα τοῦ περιβόλου ἐγένετο.

此时他从全军中挑选了一百名精兵,在夜深人静之时逼近了城墙。

语法注3 条
  1. 7.3.1κακίζων τε καὶ ἐρεσχελῶν τοὺς ἐνταῦθα τοῦ στρατοῦ ἄρχοντας οὐκέτι ἀνίει

    动词 ἀνίημι 与否定词 οὐκέτι 及补充分词(κακίζων, ἐρεσχελῶν)连用,为希腊语中表示“不停地做……”、“不断继续做……”的惯用句式。未完成过去时 ἀνίει 强调了查士丁尼皇帝在一段时间内持续不断的责难与催逼。

  2. 7.3.9ἔχεσθαί τε αὐτῶν

    中间态动词 ἔχομαι 接属格代词(αὐτῶν),意为“控制住”、“坚守”、“占把”。此处的代词 αὐτῶν 指代紧接其前的 τὰς πύλας(城门),意即确保敞开的城门不被再次关闭并控制之,而非指扣押守卫人员。

  3. 7.3.12ἀωρὶ τῶν νυκτῶν

    由副词 ἀωρί(在非适当时刻、于不合时宜之时)与复数属格名词 τῶν νυκτῶν(夜晚)构成的惯用时间表达,意为“夜深人静之时”或“深更半夜”。名词 νύξ 使用复数是古典希腊语指代夜间各更次或时段的传统修辞用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.3.1-7.3.12