← 普罗科皮乌斯

战史

§7.2.1-7.2.18

埃拉里克的被立与遇刺及托蒂拉的即位

伊尔迪巴杜斯死后,鲁吉人埃拉里克被立为王却引发哥特人不满;原打算向罗马投降的托蒂拉答允在埃拉里克被除掉后继位,埃拉里克遇刺后托蒂拉遂登基为王。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.2.1

Ἐράριχος δὲ ἦν τις ἐν τῷ Γότθων στρατῷ Ῥογὸς μὲν γένος, δύναμιν δὲ περιβεβλημένος ἐν τούτοις δὴ τοῖς βαρβάροις μεγάλην. οἱ δὲ Ῥογοὶ οὗτοι ἔθνος μέν εἰσι Γοτθικόν, αὐτόνομοί τε τὸ παλαιὸν ἐβίουν.

哥特军队中有一名叫作埃拉里克的人,出身鲁吉族,但在这群蛮族之中享有极大的权势。这支鲁吉人本是哥特系部族,古时过着自主独立的生活。

§7.2.2

Θευδερίχου δὲ αὐτοὺς τὸ κατ’ ἀρχὰς ἑταιρισαμένου σὺν ἄλλοις τισὶν ἔθνεσιν, ἔς τε τὸ Γότθων ἀπεκέκριντο γένος καὶ ξὺν αὐτοῖς ἐς τοὺς πολεμίους ἅπαντα ἔπρασσον.

但起初塞奥多里克将他们与其他一些部族一同结为盟友之后,他们便被编入哥特部族之中,并与他们协同对敌展开各项战事。

§7.2.3

γυναιξὶ μέντοι ὡς ἥκιστα ἐπιμιγνύμενοι ἀλλοτρίαις, ἀκραιφνέσι παίδων διαδοχαῖς τὸ τοῦ ἔθνους ὄνομα ἐν σφίσιν αὐτοῖς διεσώσαντο.

然而,他们决不与外族女子通婚,凭借纯正的血统繁衍,在自身内部维系着本部族的名号。

§7.2.4

τοῦτον Ἐράριχον, ἐπεὶ ἐς ταραχὴν ἐπὶ τῷ Ἰλδιβάδου φόνῳ καθεστήκει τὰ πράγματα, βασιλέα ἐκ τοῦ αἰφνιδίου οἱ Ῥογοὶ ἀνεῖπον.

当局势因伊尔迪巴杜斯被杀而陷入混乱之际,鲁吉人猝然拥戴这位埃拉里克为王。

§7.2.5

ὅπερ τοῖς Γότθοις οὐδαμῶς ἤρεσκεν, ἀλλὰ καὶ εἰς πολλὴν οἱ πλεῖστοι ἀθυμίαν κατέστησαν ἅτε τῶν ἐλπίδων σφίσι διεφθαρμένων ἅσπερ ἐπὶ Ἰλδιβάδῳ τὰ πρότερα ἔσχον, ὃς δὴ τήν τε ἀρχὴν καὶ τὸ Ἰταλίας κράτος Γότθοις ἀνασώσασθαι ἱκανὸς ἦν.

对此哥特人绝不满意,多数人甚至陷入了极度的沮丧之中,因为他们此前寄托于伊尔迪巴杜斯身上的希望尽数破灭,而他本是有能力为哥特人收复王权与意大利统治权的。

§7.2.6

Ἐράριχος μέντοι οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔδρασε· μῆνας γὰρ πέντε ἐπιβιοὺς ἐτελεύτησε τρόπῳ τοιῷδε.

然而埃拉里克并未建立任何值得一提的功勋;他仅仅在位五个月便身亡,死因如下。

§7.2.7

Τουτίλας ἦν τις, Ἰλδιβάδου ἀνεψιός, ἐπὶ πλεῖστον ξυνέσεως ἥκων καὶ τὸ δραστήριον ὡς μάλιστα ἔχων καὶ λόγου ἐν Γότθοις πολλοῦ ἄξιος. οὗτος ὁ Τουτίλας Γότθων μὲν τηνικαῦτα τῶν ἐν Ταρβησίῳ ἄρχων ἐτύγχανεν.

当时有一名叫作托蒂拉的人,是伊尔迪巴杜斯的侄子,极具智谋,办事果敢,在哥特人中深具威望。这位托蒂拉当时恰好统率驻守在塔尔贝西乌姆的哥特部队。

§7.2.8

ἐπεὶ δὲ ἐξ ἀνθρώπων ἀφανισθῆναι Ἰλδίβαδον οὕτως, ὥσπερ ἐρρήθη, ἐπύθετο, πέμψας πρὸς Κωνσταντιανὸν ἐς Ῥάβενναν, τὰ πιστά οἱ δοθῆναι ὑπὲρ τῆς σωτηρίας ἐδεῖτο, ἐφ’ ᾧ αὑτὸν τε καὶ Γότθους, ὧν ἦρχε, ξὺν Ταρβησίῳ παραδώσει Ῥωμαίοις.

当他获悉伊尔迪巴杜斯如前所述这般死于非命后,便派人前往拉文纳的康斯坦蒂亚努斯处,请求对方就其人身安全作出保证,条件是他将把自身、所统率的哥特人连同塔尔贝西乌姆城一并交付给罗马人。

§7.2.9

ἅπερ Κωνσταντιανὸς ἀσμένως ἀκούσας ὤμοσεν ἅπαντα καθάπερ ὁ Τουτίλας ᾔτησε, τακτή τε ἡμέρα ἐς τὸ ἔργον ἀμφοτέροις ξυνέκειτο, ἐν ᾗ ἔμελλε Τουτίλας τε καὶ Γότθοι οἱ ἐν Ταρβησίῳ φρουρὰν ἔχοντες δέξασθαι τῇ πόλει τινὰς τῶν Κωνσταντιανῷ ἐπιτηδείων καὶ σφᾶς γε αὐτοὺς ξὺν αὐτῇ ἐγχειρίσαι.

康斯坦蒂亚努斯欣然听取了这一提议,完全按照托蒂拉的要求立下了誓约,双方并为此事约定了具体的日期;届时托蒂拉及驻守塔尔贝西乌姆的哥特人当接纳康斯坦蒂亚努斯的部分亲信入城,并将自身及该城交托出去。

§7.2.10

Ἤδη δὲ Γότθοι τῇ Ἐραρίχου ἀρχῇ ἤχθοντο, οὐκ ἀξιόχρεων τὸν ἄνδρα ὁρῶντες τὸν πόλεμον πρὸς Ῥωμαίους διενεγκεῖν, καὶ αὐτὸν ἐκ τοῦ ἐμφανοῦς οἱ πλεῖστοι ἐκάκιζον ἅτε μεγάλων ἔργων ἐμπόδιον γεγονότα σφίσιν, ὅτι δὴ ἐκποδὼν Ἰλδίβαδον πεποίηται.

此时哥特人早已对埃拉里克的统治深感怨愤,看出此人不配承担抗击罗马人的战争重任,多数人公开斥责他,认为他害死了伊尔迪巴杜斯,从而阻碍了他们的宏图大业。

§7.2.11

τέλος δὲ ξυμφρονήσαντες πέμπουσι παρὰ Τουτίλαν ἐς Ταρβήσιον, ἐπὶ τὴν ἀρχὴν παρακαλοῦντες. πολὺν γὰρ ἤδη πόθον τῆς Ἰλδιβάδου ἀρχῆς ἐν αὐτοῖς ἔχοντες τὴν ἐλπίδα τῆς νίκης ἐπὶ Τουτίλαν τὸν ἐκείνου ξυγγενῆ ἔτρεπον, εὐέλπιδες ἐπὶ τῷ ἀνθρώπῳ γενόμενοι τῷ βούλεσθαι ταὐτά.

最终他们取得一致,派人前往塔尔贝西乌姆晋见托蒂拉,敦请他继承王位。因为他们内心极度怀念伊尔迪巴杜斯的统治,便将胜利的希望转向其亲属托蒂拉,并因对方拥有相同的志向而对他寄予厚望。

§7.2.12

ὁ δὲ τοῖς παρ’ αὐτὸν ἥκουσιν ἄντικρυς τὴν ἐς Ῥωμαίους ὁμολογίαν ἀποκαλύψας ἔφασκεν ὡς, ἢν Γότθοι Ἐράριχον τῆς κυρίας ἐντὸς1 κτείνουσιν, ἕψεταί τε αὐτοῖς καὶ πάντα ἐπιτελῆ ποιήσει ᾗ αὐτοὶ βούλοιντο.

然而,托蒂拉直截了当地向前来的使者吐露了自己与罗马人订立的协议,表示只要哥特人在约定期限之前除掉埃拉里克,他便会顺从他们,并完全按照他们的意愿成办一切。

§7.2.13

ταῦτα ἐπεὶ οἱ βάρβαροι ἤκουσαν, ἐπιβουλῇ ἐς τὴν Ἐραρίχου καταστροφὴν εἴχοντο. ταῦτα μὲν ἐν τῷ Γότθων στρατοπέδῳ ἐγίνοντο.

蛮族人听闻此言,遂着手密谋诛杀埃拉里克。这些事态便是在哥特军营中发生的。

§7.2.14

Ἐν τούτῳ δὲ ὁ Ῥωμαίων στρατὸς ἐν τῷ ἀσφαλεῖ τῆς τῶν πολεμίων ἀπολαύοντες ἀσχολίας οὔτε ξυνίσταντο οὔτε τι δρᾶν ἐς τοὺς βαρβάρους διενοοῦντο.2

在此期间,罗马军队坐享因敌人内讧而带来的安全,既不聚集整军,也未曾谋划对蛮族采取任何行动。

§7.2.15

Ἐράριχος δὲ Γότθους ἅπαντας συγκαλέσας πρέσβεις ἀνέπεισε πρὸς Ἰουστινιανὸν βασιλέα πέμψαι, δεησομένους ἐφ’ ᾧ εἰρήνην πρὸς αὐτοὺς θήσεται, ἐφ’ οἷσπερ Οὐιττίγιδι τὰ πρότερα σπένδεσθαι ἤθελεν· ὥστε τὰ ἐκτὸς Πάδου ποταμοῦ Γότθους ἔχοντας ἀπαλλάσσεσθαι Ἰταλίας τῆς ἄλλης.

埃拉里克则召集全体哥特人,说服他们派遣使节前往查士丁尼皇帝处,请求按此前皇帝愿意同维蒂吉斯议和的条件与他们缔结和平:即哥特人保有波河以外的土地,并从意大利其余地区撤出。

§7.2.16

καὶ ἐπεὶ Γότθοι ταῦτα ἐπῄνεσαν, ἀπολέξας τινὰς τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, πρέσβεις ἔπεμψεν ἄλλους τε καὶ Καβαλλάριον ὄνομα.

在哥特人赞同此提议后,埃拉里克挑选了若干最受信任的亲信,派遣他们出使,其中包括一名叫作卡巴拉里乌斯的人。

§7.2.17

οἱ δὲ πρὸς βασιλέα ταῦτα δῆθεν τῷ λόγῳ πράξειν ἔμελλον ἅπερ μοι ἔμπροσθεν εἴρηται, λάθρα δὲ αὐτοῖς ἄλλο μηδὲν πρὸς βασιλέα πράσσειν ἐπέστελλε, πλήν γε δὴ ὅπως χρήματά τε αὐτὸς πολλὰ λήψεται καὶ ἐς πατρικίους ἀνάγραπτος εἴη ἐφ’ ᾧ Ἰταλίαν παραδοὺς ξύμπασαν τὸ τῆς ἀρχῆς κατάθοιτο σχῆμα.3

这些使者名义上将向皇帝交涉我此前所说的那些条款,但在私下里,埃拉里克却指令他们不要向皇帝交涉任何别的事,只求以交出整个意大利、逊去王位为条件,使他自己获得巨额钱财并被列入贵族(贵胄)名册。

§7.2.18

οἱ μὲν οὖν πρέσβεις ἐπειδὴ ἐν Βυζαντίῳ ἐγένοντο, κατὰ ταῦτα ἔπρασσον. ἐν τούτῳ Γότθοι Ἐράριχον κτείνουσι δόλῳ. τελευτήσαντος δὲ αὐτοῦ παρέλαβε κατὰ τὰ ξυγκείμενα σφίσι τὴν ἀρχὴν Τουτίλας.

于是使节们抵达拜占庭后,便依照密令行事。与此同时,哥特人设谋杀死了埃拉里克。在他死后,托蒂拉便按照双方的约定继承了王位。

语法注3 条
  1. 7.2.12τῆς κυρίας ἐντὸς

    承前省略名词“ἡμέρας”的习惯表达。“ἡ κυρία (ἡμέρα)”意为“约定的日子、期限”,与支配属格的前置词“ἐντός”连用,表示“在约定期限之内 / 到期之前”。

  2. 7.2.14ὁ Ῥωμαίων στρατὸς ἐν τῷ ἀσφαλεῖ τῆς τῶν πολεμίων ἀπολαύοντες ἀσχολίας οὔτε ξυνίσταντο οὔτε τι δρᾶν ἐς τοὺς βαρβάρους διενοοῦντο

    意义一致(constructio ad sensum)的用法:单数集合名词主语“ὁ ... στρατὸς”(罗马军队)与复数分词“ἀπολαύοντες”以及复数谓语动词“ξυνίσταντο”、“διενοοῦντο”搭配,着眼于构成军队的众多将士。

  3. 7.2.17ἐφ’ ᾧ Ἰταλίαν παραδοὺς ξύμπασαν τὸ τῆς ἀρχῆς κατάθοιτο σχῆμα

    “ἐφ’ ᾧ”引导表示条件或约定的从句(“以……为条件”)。在直接引语中通常接将来时直陈语气(正如前文出现的“ἐφ’ ᾧ ... παραδώσει”),但在此处由于隶属于过去时动词“ἐπέστελλε”统辖的间接引语,因而转用间接祈愿语气“κατάθοιτο”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.2.1-7.2.18