- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.28.1-7.28.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留因遭遇恶劣天气被迫在克罗顿停泊,派骑兵向前推进,但罗马骑兵在初捷后麻痹大意,遭到托提拉哥特骑兵的奇袭,法扎斯阵亡,全军溃散,迫使贝利萨留撤退至西西里的墨塞内。
Βελισάριος μὲν οὖν εὐθὺ ἰέναι τοῦ Τάραντος1 ἐν σπουδῇ εἶχεν. ἔστι δέ τις ἀκτὴ μηνοειδὴς ἐνταῦθα, οὗ δὴ τῆς ἠϊόνος ὑποχωρούσης ἡ θάλασσα ὥσπερ ἐν κόλπῳ ἐπὶ πλεῖστον τῆς γῆς ἀναβαίνει.
于是贝利萨留急于径直前往塔拉斯。此处有一处新月形的海岸,随着海岸线后退,海水犹如在海湾中一般极深地深入陆地。
καὶ ὁ μὲν τῆς ἀκτῆς ταύτης διάπλους ἅπας ἐς χιλίους σταδίους διήκει, ἑκατέρωθι δὲ παρὰ τοῦ ῥεύματος τὴν ἐκβολὴν κεῖται πολίσματα δύο· θάτερον μὲν ὁ Κρότων πρὸς δύοντά που τὸν ἥλιον, ὁ Τάρας δὲ πρὸς ἀνίσχοντα.
横越这一海湾的全部航程达一千斯塔德,在水流入口的两侧坐落着两座小城镇:一座是偏向落日方位的克罗顿,另一座则是偏向初升朝阳方位的塔拉斯。
κατὰ δὲ τὸ μέσον τῆς ἠϊόνος Θουρίων ἡ πόλις οἰκεῖται. τοῦ δὲ χειμῶνος ἀντιστατοῦντος καὶ τοῦ πνεύματος σὺν πολλῷ ῥοθίῳ βιαζομένου, περαιτέρω δὲ τὰς ναῦς ἰέναι οὐδαμῆ ἐφιέντος, τῷ Κροτωνιατῶν λιμένι προσέσχε.
在海岸的中央建有苏里伊城。然而由于风暴阻碍,强风挟带着汹涌的浪涛猛烈袭来,全然不允许船只继续前进,他便在克罗顿人的港口停泊。
Βελισάριος οὖν, ἐπεὶ οὔτε τι ὀχύρωμα ἐνταῦθα εὗρεν οὔτε τοῖς στρατιώταις ὅθεν ἂν τὰ ἐπιτήδεια ἐσκομίζοιντο εἶχεν,2 αὐτὸς μὲν ξύν τε τῇ γυναικὶ καὶ τοῖς πεζοῖς αὐτοῦ ἔμεινεν, ὅπως ἐνθένδε μεταπέμπεσθαί τε καὶ διέπειν τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα δύνηται· τοὺς δὲ ἱππεῖς ἅπαντας ἐπίπροσθεν ἐκέλευεν ἰόντας στρατοπεδεύεσθαι παρὰ τὰς τῆς χώρας εἰσόδους, Φάζαν τε τὸν Ἴβηρα καὶ Βαρβατίωνα τὸν δορυφόρον αὐτοῖς ἐπιστήσας.
贝利萨留发现当地既无任何防御工事,也无法为士兵运入军需物资,便自己带着妻子与步兵留在此处,以便能从这里调遣并统率约翰属下的军队;他命令所有骑兵向前挺进,在进入该地区的山口通道旁扎营,并指派伊比利亚人法扎斯与近卫兵巴尔巴提翁统率他们。
οὕτω γὰρ αὐτοὺς ῥᾷστα ᾤετο σφίσι μὲν καὶ ἵπποις τοῖς σφετέροις τὰ ἐπιτήδεια πάντα πορίζεσθαι, τοὺς δὲ πολεμίους ἐν στενοχωρίᾳ, ὡς τὸ εἰκός, ἀποκρούεσθαι δυνατοὺς ἔσεσθαι.
因为他认为,如此一来他们不仅最容易为自己和马匹筹集到一切补给,而且理所当然能在狭隘地势中击退敌人。
τὰ γὰρ Λευκανῶν ὄρη μέχρι ἐς Βριττίους διήκοντα καὶ πρὸς ἄλληλα ἐν στενῷ ξυνιόντα δύο μόνας εἰσόδους στενὰς μάλιστα ἐνταῦθα ποιεῖται, ὧν ἁτέρα μὲν Πέτρα Αἵματος τῇ Λατίνων φωνῇ κέκληται, Λαβοῦλαν δὲ τὴν ἑτέραν καλεῖν οἱ ἐπιχώριοι νενομίκασιν.
原来,卢卡尼亚人的山脉一直绵延至布鲁提伊人之地,并在狭窄之处彼此紧逼,在此地仅形成了两处极狭隘的通道,其中一处在拉丁语中被称为“血之岩”,另一处当地人则惯称为“拉布拉”。
ἐνταῦθα μὲν παρὰ τὴν ἀκτὴν Ῥουσκιανή ἐστι τὸ Θουρίων ἐπίνειον, ὕπερθεν δὲ αὐτοῦ ὅσον ἀπὸ σταδίων ἑξήκοντα φρούριον ἐχυρώτατον ἐδείμαντο οἱ πάλαι Ῥωμαῖοι. ὅπερ Ἰωάννης πολλῷ πρότερον καταλαβὼν ἔτυχε φρουράν τε λόγου ἀξίαν ἐκείνῃ καταστησάμενος.
沿这片海岸处坐落着苏里伊的外港鲁斯基亚内,在距其上方约六十斯塔德处,古代罗马人曾建造过一座极为坚固的要塞。约翰很久以前便占领了该要塞,并在那里部署了相当数量的守军。
Οἱ μὲν οὖν Βελισαρίου στρατιῶται ἐνταῦθά πη ἰόντες πολεμίων στρατεύματι ἐντυγχάνουσιν, οὕσπερ ὁ Τουτίλας ἔπεμψεν, ἐφ’ ᾧ ἀποπειράσονται τοῦ τῇδε φρουρίου.3
贝利萨留的士兵进抵这一带时,遭遇了托提拉派来企图夺取当地要塞的一支敌军。
ἐς χεῖρας δὲ αὐτοῖς αὐτίκα ἐλθόντες ἀρετῇ τε οὐδενὶ πόνῳ ἔτρεψαν, καίπερ αὐτῶν τῷ πλήθει παρὰ πολὺ ἐλασσούμενοι, καὶ πλέον ἢ διακοσίους διέφθειραν.
双方随即展开肉搏,尽管罗马士兵在兵力上处于绝对劣势,却凭着勇武毫不费力地击溃了敌人,斩杀两百余人。
οἱ δὲ λοιποὶ φεύγοντες παρὰ Τουτίλαν τε ἀφίκοντο καὶ τὰ ξυμπεσόντα πάντα ἐσήγγελλον· οἵ τε Ῥωμαῖοι αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον, ἅτε δὲ ἄναρχοι καὶ νενικηκότες ἀδεέστερον τῇ διαίτῃ ἐχρῶντο.
余众逃回托提拉处,向他报告了发生的一切。罗马人则驻扎在当地,但由于群龙无首且刚刚获胜,他们的生活起居毫无防备戒心。
οὔτε γὰρ ἀγηγερμένοι ἡσύχαζον οὔτε ἄγχιστα τῆς στενοχωρίας ἐγκαθεζόμενοι τὰς εἰσόδους ἐφύλασσον, ἀλλ’ ἐς ὀλιγωρίαν τραπόμενοι νύκτωρ μὲν ὡς ἀπωτάτω ἀλλήλων διεσκηνημένοι ἐκάθευδον, ἐν δὲ δὴ τῇ ἡμέρᾳ τὰ ἐπιτήδεια διερευνώμενοι περιήρχοντο, οὔτε τινὰς ἐπὶ κατασκοπῇ στείλαντες οὔτε ἄλλο ὁτιοῦν ἀσφαλείας πέρι βεβουλευμένοι.
他们既不集结驻守,也不紧临隘口驻扎以扼守通道,反而陷入懈怠,夜间彼此天幕散布极远而眠,白天则四处游荡搜寻粮秣,既未派出斥候侦察,亦未就自身安全作任何防范谋划。
Τουτίλας οὖν, ἐπειδὴ ἐπύθετο ἅπαντα, ἐς τρισχιλίους ἱππεῖς τοῦ παντὸς στρατοπέδου ἀπολεξάμενος ἐπὶ τοὺς πολεμίους ᾔει.
托提拉得知全貌后,从全军中精选了约三千名骑兵扑向敌军。
καὶ αὐτοῖς ἐπιπεσὼν ἀπροσδοκήτως οὐ ξυντεταγμένοις, ἀλλ’ οὕτω περιιοῦσιν ὥσπερ εἴρηται, κατέπληξέ τε καὶ συνετάραξεν ἅπαντας. ἐνταῦθα Φάζας ʽἄγχιστα γάρ πη ἐσκηνημένος ἐτύγχανεν’ ὑπαντιάσας τοῖς πολεμίοις ἔργα τε ἀρετῆς ἄξια ἐνδειξάμενος, τισὶ μὲν τοῦ διαφυγεῖν αἴτιος γέγονεν, αὐτὸς δὲ ξὺν τοῖς ἀμφ’ αὐτὸν ἅπασι θνήσκει.
他出其不意地袭击了毫无阵形、如前所述般四处游荡的罗马军,令所有人惊恐失措、阵脚大乱。当时法扎斯恰好在极近处扎营,他迎战敌军并展现出不辱英勇之名的壮举,为部分士兵创造了逃脱的机会,但他自己与身边的部下全部阵亡。
μέγα τε πάθος τοῦτο Ῥωμαίοις ξυνέβη, ἐπεὶ ἐς αὐτοὺς ἅτε διαφέροντας τὰ πολέμια τὴν ἐλπίδα ξύμπαντες εἶχον.
这对罗马人来说是一场巨大的不幸,因为所有人鉴于他们在战阵中素来卓越,都寄厚望于他们。
ὅσοι μέντοι φυγεῖν ἴσχυσαν, ὥς πη ἑκάστῳ δυνατὰ γέγονε4 διεσώθησαν. πρῶτός τε Βαρβατίων ὁ Βελισαρίου δορυφόρος ξὺν ἑτέροις δυοῖν φεύγων ἀνὰ κράτος ἐς τὸν Κρότωνα ἦλθε. καὶ τύχην τὴν παροῦσαν ἀπαγγέλλων ἐπεῖπεν οἴεσθαι αὐτίκα δὴ μάλα καὶ τοὺς βαρβάρους παρέσεσθαι.
不过,凡能逃跑的人都尽各自所能逃生。贝利萨留的近卫兵巴尔巴提翁与另外两人一同拼尽全力逃奔,率先逃抵克罗顿。他报告了眼前的险情,并补充说自己料想蛮族很快便会追至。
Βελισάριος δὲ ταῦτα ἀκούσας ἔν τε μεγάλῳ πένθει ἐγίνετο καὶ ἐς τὰς ναῦς ἐσεπήδησεν. ἔνθεν τε ἄραντες καὶ πνεύματος ἐπιτυχόντες ἐκείνῃ τῇ ἡμέρᾳ τῇ Σικελίας Μεσήνῃ προσέσχον, ἣ τοῦ μὲν Κρότωνος ἑπτακοσίους σταδίους διέχει, Ῥηγίνων δὲ καταντικρὺ κεῖται.
贝利萨留闻讯陷入极大的悲痛之中,跳上了战船。他们自当地启航,适逢顺风,于当天便抵靠西西里的墨塞内。该地距离克罗顿七百斯塔德,正位于雷吉翁的对岸。
- 7.28.1εὐθὺ ἰέναι τοῦ Τάραντος
副词 εὐθύ(径直、笔直地)在此用作支配属格的前置介词性副词,后接属格 τοῦ Τάραντος(朝向塔拉斯),表示空间移动的方向而非时间上的“立即”。
- 7.28.4οὔτε τοῖς στρατιώταις ὅθεν ἂν τὰ ἐπιτήδεια ἐσκομίζοιντο εἶχεν
动词 εἶχεν 配合否定词 οὔτε 表示“无法/没有……的途径”;ὅθεν ἂν ... ἐσκομίζοιντο 为带 ἄν 和祈愿语气的关系副词从句(或间接疑问从句),表示潜能或可能性(“士兵们得以从中获取军需物资的地方/途径”)。
- 7.28.9ἐφ’ ᾧ ἀποπειράσονται τοῦ τῇδε φρουρίου
短语 ἐφ’ ᾧ 后接将来时直陈语气 ἀποπειράσονται,用于引出目的从句(“为了夺取/尝试进攻当地的要塞”)。在古典雅典语中该结构多表示条件(“在……条件下”),而在普罗科皮乌斯等后世作家笔下常转作目的表达。
- 7.28.17ὥς πη ἑκάστῳ δυνατὰ γέγονε
关系副词 ὥς 与不定副词 πη 结合,后接与格 ἑκάστῳ 及中性复数表语 δυνατά,构成无人称表达,意为“按照每个人可能的方式(尽各自所能)”。
