← 普罗科皮乌斯

战史

§7.27.1-7.27.20

帝国增援意大利与贝利萨留启航

查士丁尼皇帝派遣援军开赴意大利;轻率嗜酒的维鲁斯所部遭托提拉突袭,幸得瓦拉泽斯乘船赶来解救。贝利萨留奉旨自西西里启航迎合援军,途经斯库莱昂海岬时由地名引申出关于神话起源的离题论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.27.1

Τὰ μὲν οὖν ἐν Ἰταλιώταις στρατόπεδα τῇδε ἐφέρετο. βασιλεὺς δὲ Ἰουστινιανὸς στράτευμα πέμπειν ἄλλο ἐπὶ Γότθους καὶ Τουτίλαν ἔγνω, γράμμασι τοῖς Βελισαρίου ἠγμένος, ἐπεὶ αὐτὸν ἐς τοῦτο ἐνῆγε, τὰ παρόντα σφίσι πολλάκις σημήνας.

这样,意大利境内的各军营便在此种情势下运转着。查士丁尼皇帝在贝利萨留书信的促动下,决定向哥特人和托提拉派出另一支军队;因为贝利萨留屡次向他通报目前的窘迫处境,敦促他采取这一举措。

§7.27.2

πρῶτα μὲν οὖν Πακούριόν τε τὸν Περανίου καὶ Σέργιον τὸν Σολόμωνος ἀδελφιδοῦν ξὺν ὀλίγοις τισὶν ἔπεμψεν. οἱ δὲ εἰς Ἰταλίαν ἀφικόμενοι τῷ ἄλλῳ στρατῷ αὐτίκα ξυνέμιξαν.

于是,他首先派遣佩拉尼乌斯之子帕库里乌斯和所罗门的侄子塞尔吉乌斯率领少数人马出发;他们抵达意大利后,立即与其余军队会合。

§7.27.3

μετὰ δὲ Βῆρόν τε ξὺν Ἐρούλοις τριακοσίοις καὶ Οὐαράζην Ἀρμένιον γένος ξὺν ὀκτακοσίοις Ἀρμενίοις στέλλει, Βαλεριανόν τε τὸν τῶν Ἀρμενίων στρατηγὸν ἐνθένδε ἀναστήσας ξὺν τοῖς ἑπομένοις δορυφόροις τε καὶ ὑπασπισταῖς πλέον ἢ χιλίοις οὖσιν ἐς Ἰταλίαν ἐκέλευεν ἰέναι.

此后,他又派遣维鲁斯率领三百名赫鲁利人,以及原籍亚美尼亚的瓦拉泽斯率领八百名亚美尼亚人,并令亚美尼亚驻军长官瓦勒良离开当地,率领其部下一千余名亲随卫兵与随从开赴意大利。

§7.27.4

Βῆρος οὖν πρῶτος Δρυοῦντι προσχὼν καὶ τὰς ναῦς ἐνταῦθα ἀφεὶς μένειν μὲν αὐτοῦ οὐδαμῆ ἤθελεν, οὗ δὴ καὶ τὸ Ἰωάννου στρατόπεδον ἦν, ἱππεύων δὲ ξὺν τοῖς ἀμφ’ αὐτὸν πρόσθεν ᾔει.

维鲁斯率先在德律乌斯靠岸,并将船只留在了那里;但他决不愿留在约翰军营所在的该地,反而率领其亲随策马向前推进。

§7.27.5

ἦν γὰρ οὗτος ἀνὴρ οὐ κατεσπουδασμένος, ἀλλὰ μέθης νόσῳ ἀνειμένος ἐκ τοῦ ἐπὶ πλεῖστον, καὶ ἀπ’ αὐτοῦ θράσει ἀπερισκέπτῳ ἐς ἀεὶ εἴχετο.

因为此人并非沉毅笃实之士,反而大半时间沉溺于酗酒之疾,由此始终怀着不计后果的狂妄。

§7.27.6

ἐπεὶ δὲ ἄγχιστά πη πόλεως Βρεντεσίου ἀφίκοντο, αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον. Ἅπερ ὁ Τουτίλας μαθὼν “Ὁ Βῆρος δυοῖν” ἔφη “τὸ ἕτερον·1 ἢ δυνάμει μεγάλῃ χρῆται, ἢ ἀνοίᾳ πολλῇ ἔχεται.

当他们来到距布伦特西乌姆城极近之处时,便扎下营盘驻留下来。托提拉获悉此事后说道:“维鲁斯必居二者之一:要么拥有大军,要么受极度愚妄所驱使。

§7.27.7

ἴωμεν τοίνυν ἐπ’ αὐτὸν αὐτίκα δὴ μάλα, ὅπως ἢ τῆς δυνάμεως ἀποπειρασώμεθα τοῦ ἀνθρώπου, ἢ τῆς ἀνοίας ἐκεῖνος τῆς αὑτοῦ αἴσθηται.” ὁ μὲν οὖν Τουτίλας ταῦτα εἰπὼν στρατῷ πολλῷ ἐπ’ αὐτὸν ᾔει, Ἔρουλοι δὲ παρόντας ἤδη κατιδόντες τοὺς πολεμίους κατέφυγον ἐς ὕλην τινὰ ἐγγύς πη οὖσαν.

那么,我们不妨立即进击于他,以便要么试出此人的虚实,要么让他自己认识到其愚蠢。” 托提拉言毕,便率大军向他杀来;赫鲁利人见敌人已经近在眼前,便逃入附近的一处树林中。

§7.27.9

κυκλώσαντές τε αὐτοὺς οἱ πολέμιοι πλέον μὲν ἢ διακοσίους διέφθειραν, ἔμελλον δὲ Βῆρόν τε αὐτὸν καὶ τοὺς λειπομένους ἐς τὰς ἀκάνθας κρυπτομένους χειρώσασθαι, ἀλλὰ τύχη τις αὐτοῖς ξυμβᾶσα διεσώσατο ἐκ τοῦ παραδόξου.

敌人将他们团团包围,斩杀了两百余人,并正欲擒获维鲁斯本人及躲藏在荆棘丛中的余部;但恰逢天赐巧合,意外地拯救了他们。

§7.27.10

νῆες γὰρ ἐν αἷς ὅ τε Οὐαράζης καὶ οἱ ξὺν αὐτῷ Ἀρμένιοι ἔπλεον, ἄφνω ἐς τὴν ἐκείνῃ ἀκτὴν κατῆραν. ὅπερ ἐπεὶ ὁ Τουτίλας εἶδε, πλείονα ἤπερ ἦν ὑποτοπάζων εἶναι τὸν τῶν πολεμίων στρατὸν ἄρας αὐτίκα ἐνθένδε ἀπήλαυνεν, οἵ τε ἀμφὶ τὸν Βῆρον ἄσμενοι ἐς τὰς ναῦς δρόμῳ ἀφίκοντο.

因为瓦拉泽斯及其统领的亚美尼亚人所乘的船只,突然在彼处的海岸靠泊。托提拉见状,怀疑敌军兵力比实际情况更为庞大,立即拔营撤离该地;维鲁斯及其部下欣喜若狂地奔向船只。

§7.27.11

ὅ τε Οὐαράζης πλεῖν μὲν ἐπίπροσθεν οὐκέτι ἔγνω, ἐς δὲ τὸν Τάραντα ξὺν αὐτοῖς ἦλθεν, οὗ δὴ καὶ Ἰωάννης ὁ Βιταλιανοῦ παντὶ τῷ στρατῷ ἀφίκετο οὐ πολλῷ ὕστερον. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.

瓦拉泽斯决定不再继续向前航行,而是与他们一同前往塔兰托;不久之后,维塔利安之子约翰亦率全军抵达该地。事情大致便是如此发展的。

§7.27.12

Βελισαρίῳ δὲ βασιλεὺς ἔγραψεν ὅτι δὴ πολλὴν αὐτῷ στρατιὰν πέμψειεν, οἷσπερ αὐτὸν δεῖν ἐν Καλαβρίᾳ ξυμμίξαντα τοῖς πολεμίοις ὁμόσε ἰέναι.2

皇帝致信贝利萨留,告知已为他派去一支大军,他应当在卡拉布里亚与这些人会合,向敌人发起正面进击。

§7.27.13

ἤδη δὲ καὶ Βαλεριανὸς ἄγχιστα κόλπου τοῦ Ἰονίου ἥκων διαπορθμεύσασθαι μὲν ᾤετό οἱ ἔν γε τῷ παρόντι ἀξύμφορον εἶναι.

此时瓦勒良亦已抵近爱奥尼亚湾,但他认为至少在眼下渡海于己不利。

§7.27.14

στρατιώταις τε γὰρ καὶ ἵπποις ἐς ἐκεῖνο τοῦ καιροῦ τὰ ἐπιτήδεια οὐκ ἂν ἐπαρκέσειν, ἐπεὶ ἀμφὶ τροπὰς χειμερινὰς ἦν.

因为时值冬至前后,那样的季节无法为士兵和战马提供充足的补给。

§7.27.15

τριακοσίους δὲ τῶν αὐτῷ ἑπομένων Ἰωάννῃ πέμψας ὡμολόγησε διαχειμάσας ἅμα ἦρι ἀρχομένῳ καὶ αὐτὸς ἥξειν.

于是他派遣跟随自己的部众中三百人前往约翰处,并约定在就地过冬后,于初春时节亲自赶来。

§7.27.16

Βελισάριος οὖν ἐπειδὴ τὰ βασιλέως ἀνελέξατο γράμματα, ἐνακοσίους ἀριστίνδην ἀπολεξάμενος, ἱππεῖς μὲν ἑπτακοσίους, πεζοὺς δὲ διακοσίους, τούς τε λοιποὺς ἅπαντας ἐς φυλακὴν τῆς ἐκείνῃ χώρας καταστησάμενος, ἄρχοντά τε αὐτοῖς Κόνωνα ἐπιστήσας ἐπὶ Σικελίας αὐτίκα ἔπλει.

贝利萨留读完皇帝的来信后,精选了九百名精锐之士——七百名骑兵和二百名步兵——并命其余所有人负责留守防卫该地,任命科农为他们的统领,随即扬帆驶向西西里。

§7.27.17

ἔνθεν τε ἀνηγάγετο. καταίρειν διανοούμενος ἐς τὸν Ταραντηνῶν λιμένα, ἐν ἀριστερᾷ ἔχων τὸν Σκύλαιον καλούμενον χῶρον, ἐφ’ οὗ δὴ τὴν Σκύλλαν οἱ ποιηταὶ γεγενῆσθαί φασιν, οὐχ ὅτι ταύτῃ πη τὸ θηριῶδες γύναιον, ὥσπερ ἐκεῖνοι λέγουσιν, ἦν, ἀλλ’ ὅτι σκυλάκων μέγα τι χρῆμα, οὕσπερ κυνίσκους τανῦν καλοῦσιν,3 ἐνταῦθα τοῦ πορθμοῦ ἐκ παλαιοῦ τε καὶ ἐς ἐμὲ ξυμβαίνει εἶναι.

他又从那里启航,意图在塔兰托人的港口靠岸。航行时他将所谓的斯库莱昂海岬置于左侧,诗人们声称斯库拉便是在该地出生的;然而,事情并不像他们所说的那样,是有个野兽般的妇人在此处出没,而是因为自古至今,海峡此地一直产有大量的角鲨,人们如今称之为小狗鲨。

§7.27.18

τὰ γὰρ ὀνόματα τοῖς πράγμασιν ἀρχὴν μὲν εἰκότα ἐς ἀεὶ γίνεται, ἡ δὲ φήμη αὐτὰ περιαγαγοῦσα ἐς ἄλλους ἀνθρώπους τινὰς δόξας οὐκ ὀρθὰς ἀγνοίᾳ τῶν ἀληθινῶν ἐνταῦθα ποιεῖται.

因为事物的名称在最初总是有理有据而生的,但传闻将它们传播给他人时,由于不明真相,便在此基础上产生了某些不正确的见解。

§7.27.19

καὶ προϊὼν οὕτως ὁ χρόνος ἰσχυρὸς μέν τις δημιουργὸς αὐτίκα τοῦ μύθου καθίσταται, μάρτυρας δὲ τῶν οὐ γεγονότων τοὺς ποιητὰς ἐξουσίᾳ τῆς τέχνης, ὡς τὸ εἰκός, ἑταιρίζεται. ταῦτά τοι ἐκ παλαιοῦ μὲν ὠνόμασαν ἐπιχώριοι Κυνὸς Κεφαλὴν ἄκραν τὴν μίαν Κερκύρας τῆς νήσου ἣ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν, ἄλλοι δὲ ἀπ’ αὐτοῦ κυνοκεφάλους τινὰς εἶναι βούλονται τοὺς τῇδε ἀνθρώπους.

岁月如此推移,旋即成了神话的强力缔造者,并且理所当然地拉拢诗人们凭借其艺术的特权为未曾发生之事作证。正是出于这个缘故,当地居民自古便将科尔库拉岛面向旭日的一处海角命名为“犬首”,另一些人便以此为由,竟以为当地居民是某种犬首人。

§7.27.20

ἀλλὰ καὶ Λυκοκρανίτας καλοῦσι τῶν Πισιδῶν τινας, οὐχ ὅτι λύκων κεφαλὰς ἔχουσιν, ἀλλ’ ὅτι Λύκου Κράνος τὸ ὄρος ἐκλήθη ὃ ταύτῃ ἀνέχει. ἀλλὰ ταῦτα μὲν ὅπη ἑκάστῳ βουλομένῳ εἴη ταύτῃ δοκείτω τε καὶ λεγέσθω.4 ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.

不仅如此,人们还将某些皮西迪亚人称为“狼首人”,并非因为他们长着狼头,而是因为耸立在该处的山峰被称为“狼之头盔”。然而,凡此种种,悉听各人自便,各信其所信、各言其所言罢。我且回到刚才离题之处。

语法注5 条
  1. 7.27.6Ὁ Βῆρος δυοῖν … τὸ ἕτερον

    希腊语习惯省略句式(δυοῖν τὸ ἕτερον,省略动词 ἐστί),意为“维鲁斯必居二者之一”,其后紧接 ἢ… ἤ…(“要么……要么……”)进行选择性说明。

  2. 7.27.12οἷσπερ αὐτὸν δεῖν ἐν Καλαβρίᾳ ξυμμίξαντα τοῖς πολεμίοις ὁμόσε ἰέναι

    关系代名词 οἷσπερ 按意念一致原则(constructio ad sensum)指代前文表示集合概念的 πολλὴν στρατιάν,作分词 ξυμμίξαντα 的宾语。非人称动词 δεῖ 在间接引语中变为不定式 δεῖν,构成以 αὐτόν 为主语、ἰέναι 为动词的不定式结构。ὁμόσε ἰέναι 为固定习语,意为“正面交锋、迫近迎战”。

  3. 7.27.17σκυλάκων μέγα τι χρῆμα, οὕσπερ κυνίσκους τανῦν καλοῦσιν

    名词属格+μέγα τι χρῆμα 是自希罗多德以来常见的古典成语,表示“大量的……、极多的……”。这里的 σκύλακες(及其后文的同义词 κυνίσκοι)指角鲨/小鲨鱼(dogfish),普罗科匹乌斯在此以理性主义手法将海怪斯库拉(Σκύλλα)的神话起源归结为该种海洋生物的名称。

  4. 7.27.20ἀλλὰ ταῦτα μὲν ὅπη ἑκάστῳ βουλομένῳ εἴη ταύτῃ δοκείτω τε καὶ λεγέσθω

    这是普罗科匹乌斯在从神话或宗教离题处转回历史正文时屡次使用的程式化套语。与格 βουλομένῳ 与 ἑκάστῳ 一致(“随各人所乐意”),希求法 εἴη 用于泛指关系从句中,第三人称命令式 δοκείτω / λεγέσθω 表示听凭各便的超脱态度。

  5. 7.27.1ἐπέστη τῷ τῶν πολεμίων στρατῷ

    不及物第二不定过去时 ἐπέστη(源自 ἐφίστημι)支配与格 τῷ τῶν πολεμίων στρατῷ,意为“突袭”或“突然降临于”敌军营地。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.27.1-7.27.20