← 普罗科皮乌斯

战史

§7.26.15-7.26.28

托提拉夜袭约翰的大营

托提拉为报复俘虏被救一事,翻越险峻群山夜袭约翰的大营,但因黑暗使得约翰、阿鲁夫斯及大多数罗马士兵得以脱身,哥特人随后处决了被俘的亚美尼亚军官吉拉基乌斯,并在洗劫营地后撤离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.26.15

Τουτίλας δὲ ταῦτα ἀκούσας ἐν πένθει ἐποιεῖτο μεγάλῳ καὶ τίσασθαι Ἰωάννην τοῦ ἔργου τούτου1 ἠπείγετο. διὸ δὴ ξὺν τῷ πλείονι τοῦ στρατοῦ ἐπ’ αὐτὸν ἤλαυνε, τῶν οἱ ἑπομένων μοῖράν τινα φρουρᾶς ἕνεκα ἐνταῦθα ἀπολιπών.

托提拉听闻此事,陷入极大的悲痛之中,急欲就这一行径向约翰复仇。于是他率领大半军队向他杀去,仅留下部分部众在当地充当守军。

§7.26.16

ἐτύγχανε δὲ Ἰωάννης ξὺν τοῖς ἀμφ’ αὐτόν, χιλίοις οὖσιν, ἐν Λευκανοῖς στρατόπεδον ποιησάμενος κατασκόπους τε πρότερον πέμψας, οἳ δὴ ἁπάσας διερευνώμενοι τὰς ὁδοὺς ἐφύλασσον μὴ πολεμίων στρατὸς κακουργήσων ἐπ’ αὐτοὺς ἴῃ.

此时,约翰恰好率领其麾下一千人驻扎在卢卡尼亚,且早已派出侦察兵,这些人搜寻所有道路,严密防备敌军可能前来向他们发起袭击。

§7.26.17

ἐν νῷ τε τὸ τοιοῦτον Τουτίλας ἔχων, ὅτι δὴ οὐχ οἷόν τέ ἐστι κατασκόπων χωρὶς τοὺς ἀμφὶ τὸν Ἰωάννην ἐν τῷ στρατοπέδῳ καθῆσθαι, τὰς συνειθισμένας ὁδοὺς ἐκλιπὼν διὰ τῶν ὀρῶν, ἅπερ ἐνταῦθα πολλὰ κρημνώδη τε καὶ ὑψηλὰ λίαν ἀνέχει, ἐπ’ αὐτοὺς ἤλαυνεν, ὅπερ οὐκ ἄν τις ὑποτοπάζειν ἔσχεν, ἐπεὶ καὶ ἄβατα τὰ ὄρη ταῦτα νομίζεται εἶναι.

托提拉心中明白,约翰所部绝不可能在没有哨探的情况下安坐于营中,遂放弃通常通行的道路,穿过当地群峰林立、陡峭且极高的高山向他们进发,而这是任何人都不可能预料到的,因为这些山岳也被视为无法通行之所。

§7.26.18

οἱ μέντοι ἐπὶ ταύτῃ δὴ τῇ κατασκοπῇ πρὸς τοῦ Ἰωάννου σταλέντες αἰσθόμενοι μὲν πολεμίων στρατὸν ἀμφὶ τὰ ἐκείνῃ χωρία γενέσθαι, οὐδὲν δὲ τούτου δὴ ἕνεκα σαφὲς πεπυσμένοι, ἀλλ’ ὅπερ ἐγένετο δείσαντες ἤλαυνον καὶ αὐτοὶ ἐπὶ τὸ Ῥωμαίων στρατόπεδον.

然而,约翰派出执行此次侦察任务的人虽然察觉到敌军已出现在那一带地区,却未能探明确切虚实,因恐惧实际发生的事,他们自己也策马奔回罗马军营。

§7.26.19

καὶ ξυνηνέχθη ὁμοῦ τοῖς βαρβάροις ἐνταῦθα γενέσθαι νύκτωρ. ὀργῇ δὲ πολλῇ καὶ οὐ προμηθεῖ γνώμῃ ὁ Τουτίλας ἤδη ἐχόμενος τῆς ἐκ τοῦ θυμοῦ ἀβελτερίας ἀπώνατο.2

结果,他们竟在夜间与蛮族同时抵达营地。托提拉已被极大的狂怒与不假思索的心智所裹挟,从而尝到了因暴怒而产生的愚蠢所带来的恶果。

§7.26.20

στράτευμα γὰρ δεκαπλάσιον ἢ τὸ τῶν ἐναντίων ἦν ξὺν αὑτῷ ἔχων εὔδηλόν τε ὂν ὅτι δὴ στρατῷ κρείσσονι ξύμφορόν ἐστιν ἐκ τοῦ ἐμφανοῦς διαμάχεσθαι, δέον τε μᾶλλον3 αὐτὸν ὄρθρου τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, ὡς μὴ ἐν σκότῳ διαλαθεῖν δυνατοὶ εἶεν, τοῦτο μὲν ὡς ἥκιστα ἐφυλάξατο· ἦ γὰρ ἅπαντας σαγηνεύσας εὐθὺς ἂν τοὺς ἐναντίους εἷλεν· ἀλλὰ τῷ θυμῷ χαριζόμενος ἀωρὶ τῶν νυκτῶν ἐπέστη τῷ τῶν πολεμίων στρατῷ.

因为他随身统领着十倍于敌的军队,而对于兵力占优的军队来说,在明处交锋显然更有利,且他本更应当在拂晓时分与敌交手,免得敌人在黑暗中得以隐匿逃脱,但他却对这一点毫不在意——其实他本可以如撒网般将所有敌人立即一网打尽;但他只顾任由怒火发泄,竟在深夜突袭了敌军。

§7.26.21

καὶ αὐτῶν οὐδεὶς μὲν τὸ παράπαν ἐς ἀλκὴν εἶδεν, ἐπεὶ καὶ οἱ πλεῖστοι ἔτι ἐκάθευδον, οὐ μέντοι ἀνελεῖν πολλοὺς δεδύνηνται Γότθοι, ἀλλὰ ἀναστάντες οἱ πλεῖστοι ἅτε ἐν σκότῳ διαλαθεῖν ἴσχυσαν.

敌军中完全无人顾得上反抗,因为大多数人当时尚在熟睡,然而哥特人却未能斩杀多人,反而是大多数人惊起之后,仗着在黑暗中得以隐蔽逃脱。

§7.26.22

ἔξω δὲ τοῦ στρατοπέδου γενόμενοι ἐς τὰ ὄρη, ἅπερ ἄγχιστά πη πολλὰ ἀνέχει, ἀναδραμόντες ἐσώθησαν.

他们逃出营盘后,奔上了近旁耸立的诸多山峦,因而保全了性命。

§7.26.23

ἐν οἷς Ἰωάννης τε αὐτὸς ἦν καὶ Ἄρουφος ὁ τῶν Ἐρούλων ἡγούμενος. ἀπέθανον δὲ Ρωμαῖοι ἐς ἑκατὸν μάλιστα.

其中便有约翰本人以及赫鲁利人的首领阿鲁夫斯。罗马人阵亡者大约有一百人。

§7.26.24

Ἦν δέ τις ξὺν τῷ Ἰωάννῃ Γιλάκιος ὄνομα, Ἀρμένιος γένος, ὀλίγων τινῶν Ἀρμενίων ἄρχων. οὗτος ὁ Γιλάκιος οὔτε ἑλληνίζειν ἠπίστατο οὔτε Λατίνην ἢ Γοτθικὴν ἢ ἄλλην τινὰ ἢ Ἀρμενίαν μόνην ἀφεῖναι φωνήν.

约翰军中有一人名叫吉拉基乌斯,原籍亚美尼亚,统率着少数亚美尼亚人。这位吉拉基乌斯既不懂希腊语,也吐不出拉丁语、哥特语或除亚美尼亚语之外的任何其他语言。

§7.26.25

τούτῳ δὴ Γότθοι ἐντυχόντες τινὲς ἐπυνθάνοντο ὅστις ποτὲ εἴη. κτεῖναι γὰρ τὸν παραπίπτοντα οὐδαμῆ ἤθελον, ὡς μὴ ἀλλήλους διαφθείρειν ἐν νυκτομαχίᾳ, ὡς τὸ εἰκός, ἀναγκάζοιντο. ὁ δὲ αὐτοῖς ἄλλο οὐδὲν ἀποκρίνασθαι ἴσχυσε πλήν γε δὴ ὅτι Γιλάκιος στρατηγὸς εἴη. τὸ γὰρ ἀξίωμα, ὃ δὴ πρὸς βασιλέως λαβὼν ἔτυχε, πολλάκις ἀκούσας ἐκμαθεῖν ἴσχυσε.

几名哥特人迎面撞上他时,便询问他究竟是何人。因为他们决不愿滥杀撞上的人,免得在这场夜战中理所当然地被迫自相残杀。但他除了说自己是“吉拉基乌斯,将军”之外,别无应答之能。因为这一他碰巧从皇帝那里领受的官职头衔,因听得多了,才得以熟记于心。

§7.26.27

ταύτῃ τοίνυν οἱ βάρβαροι αἰσθόμενοι ὅτι δὴ πολέμιος εἴη, ἐν μὲν τῷ παρόντι ἐζώγρησαν, οὐ πολλῷ δὲ ὕστερον τὸν ἄνθρωπον διεχρήσαντο.

于是蛮族由此察觉他是敌人,当场将他生擒,但不久之后便处死了此人。

§7.26.28

Ἰωάννης μὲν οὖν καὶ Ἄρουφος ξὺν τοῖς ἑπομένοις ἔφευγόν τε πάσῃ δυνάμει καὶ ἐς τὸν Δρυοῦντα δρόμῳ ἀφίκοντο, Γότθοι δὲ τὸ Ῥωμαίων στρατόπεδον ληϊσάμενοι ἀπεχώρησαν.

于是,约翰与阿鲁夫斯率其部众倾全力奔逃,急行抵达了德律乌斯,而哥特人在洗劫了罗马营地后撤兵离去。

语法注3 条
  1. 7.26.15τίσασθαι Ἰωάννην τοῦ ἔργου τούτου

    动词 τίνομαι(报复、惩罚)后接表示人物的宾格(Ἰωάννην)与表示起因或罪行的属格(τοῦ ἔργου τούτου)的双重支配结构,意为“因这一行径向约翰复仇”。

  2. 7.26.19τῆς ἐκ τοῦ θυμοῦ ἀβελτερίας ἀπώνατο

    动词 ἀπονίναμαι(享用、获益,支配属格)在此以反讽(antiphrasis)方式使用,字面义为“享用了源于暴怒之愚蠢的果实”,实指“承受了愤怒盲动之愚行带来的恶果”。

  3. 7.26.20εὔδηλόν τε ὂν ... δέον τε μᾶλλον

    非人称分词的中性单数形式构成的独立分词结构(即宾格独立结构):εὔδηλον ὄν(……分明是显而易见的)与 δέον(本应当……)并列充当状语,用来衬托主句 τοῦτο μὲν ὡς ἥκιστα ἐφυλάξατο(他却对此毫不在意)的反常举动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.26.15-7.26.28