- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.26.1-7.26.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约翰在阿克戎提亚围城毫无进展之际急袭坎帕尼亚,在卡普亚突袭全歼哥特侦察部队,成功解救被拘押的罗马元老院成员及家眷并转送西西里。
Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο τῇδε, ἐν τούτῳ Ἰωάννῃ Ἀχεροντίδα τὸ φρούριον πολιορκοῦντι, ἐπεὶ οὐδὲν προὐχώρει, ἔννοιά τις καὶ τόλμα γέγονεν, ἣ Ῥωμαίων μὲν τὴν βουλὴν διασώσασθαι, αὐτῷ δὲ κλέος περιβαλέσθαι μέγα τε καὶ ὑπερφυὲς ἐς ἀνθρώπους ἅπαντας ἴσχυσε.
正当此地的事态如此发展之际,在另一边,围攻阿克戎提亚要塞的约翰因久攻不克,便萌生了一个念头并作出大胆的决断,这使得他既能拯救罗马元老院,又能为自己在全人类中赢得巨大而超乎寻常的声誉。
Τουτίλαν γὰρ καὶ τὸν Γότθων στρατὸν τειχομαχεῖν ἀκούσας ἀμφὶ τὸν Ῥώμης περίβολον, τῶν ἱππέων τοὺς δοκιμωτάτους ἀπολεξάμενος, τῶν πάντων οὐδενὶ προρρηθέν,1 ἐς Καμπανούς, οὔτε νύκτα ἀνιεὶς οὔτε ἡμέραν, ᾔει ʽἐνταῦθα γὰρ αὐτοὺς ἀπολιπὼν Τουτίλας ἔτυχεν̓, ὅπως ἐπιπεσὼν ἀπροσδόκητος ἀναρπάσαι τε καὶ διασώσασθαι τοὺς ἀπὸ τῆς συγκλήτου βουλῆς οἷός τε εἴη ἅτε τῶν ἐνταῦθα χωρίων ἀτειχίστων παντάπασιν ὄντων.
因为当他听说托提拉与哥特大军正在罗马城墙四周展开围攻战时,便挑选了骑兵中最精锐的勇士,在未向全军任何人提前宣告的情况下,日夜兼程向坎帕尼亚进发(因为托提拉恰好把俘虏留在那里),以便乘其不备发起突袭,劫夺并救出元老院成员,因为当地的据点完全没有任何城墙防卫。
Ξυνηνέχθη δὲ ὑπὸ τὸν χρόνον τοῦτον Τουτίλαν δείσαντα, ὅπερ ἐγένετο, μή τις τῶν πολεμίων ἐς τοὺς αἰχμαλώτους κακουργήσων ἴοι, στράτευμα ἐπὶ Καμπανίας ἱππέων στεῖλαι.
然而大约就在此时,托提拉恰巧担忧着后来确实发生的事——唯恐敌人会有人前往对俘虏不利——遂派遣了一支骑兵部队开赴坎帕尼亚。
οἳ δὴ ἐπεὶ ἐν Μεντούρνῃ πόλει ἐγένοντο, ἄμεινον σφίσιν ἔδοξεν εἶναι τοὺς μὲν πλείστους ἐνταῦθα ἡσυχῆ μένειν τῶν τε ἵππων ἐπιμελεῖσθαι ʽκόπῳ γὰρ πολλῷ ἐν ταύτῃ τῇ πορείᾳ σφίσιν ὁμιλῆσαι ξυνέβἠ, στεῖλαι δέ τινας τὰ ἐν Καπύῃ τε κατασκεψομένους καὶ τοῖς ταύτῃ χωρίοις. χώραν δὲ ξυμβαίνει εἶναι τὴν μεταξὺ οὐ πλέον ἢ σταδίους τριακοσίους.
当他们抵达门图尔奈城时,觉得大多数人安稳留在当地照料马匹更为妥当(因为在此次行军中他们遭遇了极大疲惫),而只派遣少数人前去打探卡普亚及其周边区域的虚实。两地之间的距离恰好不过三百斯塔迪昂。
τετρακοσίους οὖν, οὕσπερ δὴ ἵπποις τε καὶ σώμασιν ἀκραιφνέσι χρῆσθαι ξυνέτυχε, ἐπὶ κατασκοπῇ ἔπεμψαν.
于是,他们派出了四百名战马与体力正好未受损耗的人前去侦察。
τύχῃ τέ τινι ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὸ τὸν αὐτὸν χρόνον τόν τε ξὺν τῷ Ἰωάννῃ στρατὸν καὶ τούτους δὴ τοὺς τετρακοσίους βαρβάρους ἐν Καπύῃ γενέσθαι, οὐδετέρους τι πρότερον τῶν ἐναντίων πέρι ἀκούσαντας.
凭着某种命运的巧合,约翰统领的军队与这四百名蛮族在同一天的同一时刻抵达了卡普亚,而双方事先都未曾听到过有关敌军的任何消息。
καὶ μάχη μὲν ἐκ τοῦ αἰφνιδίου ἰσχυρὰ γίνεται· ἅμα γὰρ τῇ ὄψει ἐς χεῖρας ἦλθον· νικῶσι δὲ κατὰ κράτος Ῥωμαῖοι καὶ τοὺς πλείστους τῶν πολεμίων εὐθὺς ἔκτειναν.
于是骤然爆发了一场激战;因为双方一照面便短兵相接;但罗马人取得了决定性胜利,当场斩杀了大部分敌人。
ὀλίγοι τε τῶν βαρβάρων τινὲς φυγεῖν ἴσχυσαν, καὶ δρόμῳ ἐχόμενοι ἐς Μεντοῦρναν ἀφίκοντο. οὕσπερ ἐπεὶ οἱ ἄλλοι εἶδον τοὺς μὲν αἵματι περιρρεομένους, τοὺς δὲ καὶ τὰ βέλη ἐν τοῖς σώμασιν ἔτι φέροντας, ἄλλους δὲ οὔτε τι φθεγγομένους οὔτε τι ἀπαγγέλλοντας τῶν ξυμπεσόντων, ἀλλ’ ἔτι τῆς ὑπαγωγῆς ἐχομένους2 καὶ τὸ ἐν σφίσιν αὐτοῖς δέος ἐνδεικνύντας, αὐτίκα ἐς τοὺς ἵππους ἀναθορόντες ξὺν αὐτοῖς ἔφευγον.
蛮族中仅有少数人得以逃脱,他们全速奔逃抵达了门图尔奈。其余的人一见这些人有的浑身淌血,有的身上还插着箭矢,另一些人则一言不发,说不出遭遇了何事,只是一味继续逃命并流露出内心的惊恐,便立刻跃上战马与他们一同逃奔。
καὶ παρὰ Τουτίλαν ἐλθόντες πλῆθος ἀμύθητον εἶναι τῶν πολεμίων ἐσήγγελλον, ταύτῃ δηλονότι τὴν ἐκ τῆς φυγῆς αἰσχύνην ἰώμενοι.
他们来到托提拉面前,报告称敌军人数多得不可胜数,这显然是在以此遮掩败逃的羞耻。
Ἐτύγχανον δὲ στρατιῶται Ῥωμαῖοι οὐχ ἧσσον ἢ ἑβδομήκοντα τῶν εἰς Γότθους ηὐτομοληκότων τὸ πρότερον ἐς τὰ ἐπὶ Καμπανίας χωρία ἰόντες, οἵπερ Ἰωάννῃ προσχωρεῖν ἔγνωσαν. Ἰωάννης δὲ ἄνδρας μὲν τῶν ἐκ βουλῆς ὀλίγους τινὰς ἐνταῦθα εὗρε, γυναῖκας δὲ σχεδόν τι ἁπάσας.
恰巧有不下七十名此前曾投降哥特人的罗马士兵,正行进在通往坎帕尼亚各地的区域,这些人决定归顺约翰。约翰在当地只找到了元老院的少数男士,但几乎找齐了所有的女眷。
Ῥώμης γὰρ ἁλισκομένης πολλοὶ μὲν ἄνδρες φεύγουσι τοῖς στρατιώταις ἐπισπόμενοι ἐς τὸν Πόρτον ἀφίκοντο, ταῖς δὲ γυναιξὶ πάσαις ἁλῶναι ξυνέβη.
因为当罗马陷落时,许多男子跟随逃亡的士兵抵达了波图斯,而所有的女子则不幸全遭俘虏。
Κλημεντῖνος μέντοι, πατρίκιος ἀνήρ, καταφυγὼν ἔς τινα τῶν ἐκείνῃ νεῶν, τῷ Ῥωμαίων στρατῷ ἕπεσθαι οὐδαμῆ ἤθελεν, ἐπεὶ φρούριον ὃ Νεαπόλεως ἄγχιστά ἐστι Τουτίλᾳ τε καὶ Γότθοις ἐνδοὺς πρότερον, τὴν βασιλέως, ὡς τὸ εἰκός, ὀργὴν ἐδεδίει· Ὀρέστης τε, ὁ Ῥωμαίων γεγονὼς ὕπατος, ἄγχιστα μέν πη ἐτύγχανεν ὤν, ἵππων δὲ ἀπορίᾳ ὡς ἥκιστα ἐθέλων αὐτοῦ ἔμενε.
不过,贵族克莱门蒂努斯逃入了当地的一座教堂避难,决不肯跟随罗马军队同行,因为他此前曾将那不勒斯附近的一座要塞献给了托提拉和哥特人,自然惧怕皇帝的怒火;而曾担任罗马执政官的奥雷斯特斯虽恰巧就在近旁某处,却因缺乏马匹而极不情愿地留在了原地。
τοὺς μὲν οὖν ἐκ τῆς συγκλήτου βουλῆς ξὺν τοῖς προσκεχωρηκόσιν ἑβδομήκοντα στρατιώταις ἐς Σικελίαν εὐθὺς ἔστειλεν ὁ Ἰωάννης.
于是约翰立即将元老院的人连同归顺而来的七十名士兵一同送往了西西里。
- 7.26.2τῶν πάντων οὐδενὶ προρρηθέν
由无人称被动不定过去时分词προρρηθέν构成的宾格绝对句,意为“预先未向任何人宣告”。在希腊语中,无人称表达的动词分词常以中性单数宾格形式独立充当副词短语,无需显式的名词主语。
- 7.26.8ἔτι τῆς ὑπαγωγῆς ἐχομένους
中间态动词分词ἐχομένους支配属格τῆς ὑπαγωγῆς,表示“紧紧依附于”、“一味持续进行……”之意。此处的名词ὑπαγωγή意指“撤退”、“逃跑”,全句表示“依然一味奔逃”。
