- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.25.14-7.25.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托提拉严厉斥责并劝勉了因一时挫折和过分畏惧贝利萨留而士气低落且抱怨不休的部众,说明佩鲁西亚守军失去统帅且补给困匮、敌方将领互不信任的有利局势,随后率军进抵佩鲁西亚并展开严密围困。
νῦν δὲ μεταβέβλησθε, ὦ φίλτατοι Γότθοι, ἐπειδὴ ξυνέβη Βελισάριον κρεῖσσον λόγου θράσος1 ἑλόμενον τῶν ἐγκεχειρημένων αὐτῷ παρὰ δόξαν κρατεῖν, καὶ ἀπ’ αὐτοῦ καταπεπλῆχθαι τὸν ἄνθρωπον ἅτε ἀνδρεῖον ὑμῖν ξυμβαίνει.
“然而我最亲爱的哥特人啊,如今你们却变了心意,因为贝利萨留选用了难以言表的鲁莽之举,竟出人意料地掌控了他所图谋之事,结果导致你们惊恐于此人,仿佛他当真英勇一般。
ῥᾷον γὰρ οἱ θρασεῖς εὔτολμοι κέκληνται ἢ οἱ προμηθεῖς ἀσφαλεῖς. ὁ μὲν γὰρ παρὰ τὰ καθεστῶτα τολμήσας ἐννοίᾳ τοῦ δοκοῦντος δραστηρίου τετίμηται, ὁ δὲ προμηθεῖ γνώμῃ ἀποκνήσας τὸν κίνδυνον ἀποτυχών τε τὴν αἰτίαν ἐπισπᾶται τῶν ξυμπιπτόντων καὶ πράξας κατὰ νοῦν οὐδὲν αὐτὸς τοῖς γε ἀμαθέσιν ἐργάσασθαι δοκεῖ.
因为鲁莽之人被称为勇敢,远比谨慎之人被称为稳妥更容易。违背常轨而贸然行事者,因看似有魄力这一观念而得享尊荣;而本着审慎见解规避危险之人,一旦失利便招致所生祸患的罪责,即便是顺从心愿办成了事,在无知之辈看来也仿佛完全不是出自他本人的功劳。
Χωρὶς δὲ τούτων οὐκ ἐκλογίζεσθε ὅτι ἐμοὶ χαλεπαίνετε, δι’ ὧν ὑμῖν ἀγανακτεῖν ξυμβαίνει τανῦν. Ἢ Βελισάριον εὐδοκιμηκέναι καθ’ ὑμῶν οἴεσθε, οἵπερ δορυάλωτοι ὄντες καὶ δραπέται γεγενημένοι ὑπ’ ἐμοί τε στρατηγοῦντι ὅπλα ἀντάραντες ὑπερβαλέσθαι πολλάκις αὐτὸν τῷ πολέμῳ δεδύνησθε;2
除此之外,你们并未思量,你们此刻之所以愤愤不平之事,正是你们对我心生怨尤的缘由。抑或你们当真以为贝利萨留在你们身上赢得了声誉?你们曾经不过是战俘与逃奴,却在我的统率下拿起武器,屡次在战场上将他压制!
καίτοι εἰ μὲν ἐμῇ ἀρετῇ ἐκεῖνα ὑμᾶς εἰργάσθαι ξυνέβη, ταύτην ὑμᾶς αἰσχυνομένους χρὴ σιωπᾶν, ἐν τοῖς πταίσμασι δὴ τῶν ἀνθρώπων ἐνθυμουμένους ὡς οὐδὲν πέφυκεν ἐφ’ ἑαυτοῦ μένειν· εἰ δέ τις ὑμῖν τύχη ἐκεῖνο τὸ κράτος ἐβράβευσε, σέβειν μᾶλλον ἢ δυσκόλως πρὸς αὐτὴν ἔχειν ὑμῖν ξυνοίσει, ὡς μὴ προσκεκρουκότες τὴν εὐγνωμοσύνην μεταμαθεῖν βιάζησθε.
然而,如果说你们成全那些功绩是仰赖我的武德,你们理当因敬重这武德而保持沉默,在人事的挫折面前深知世间万物本不可能永恒不变;而若是某种命运将那胜利恩赐给你们,敬奉她远比对她心怀怨怼更有益于你们,免得你们因冒犯她而被迫重学感恩之德。
καίτοι πῶς οὐκ ἂν ἀπὸ τοῦ σώφρονος τρόπου φανείη3 τοὺς πολλά τε καὶ μεγάλα περιβεβλημένους εὐτυχήματα οὐ πολλῷ ἔμπροσθεν ἐν βραχεῖ τε τανῦν πταίσαντας οὕτω δεδουλῶσθαι τὸ φρόνημα; οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτόν ἐστιν ἢ ἀπαξιοῦν τε καὶ ἀπαρνεῖσθαι ἀνθρώπους εἶναι.
况且,不久之前才取得过诸多伟大胜利之人,如今仅因一时之受挫便让心智如此沦于奴役,这又怎能不显得有失审慎?因为此类作为无非是在自绝于人类身份并加以否定。
τὸ γὰρ ἐν οὐδενὶ σφάλλεσθαι χρόνῳ θεοῦ ἂν ἴδιον γένοιτο. τούτων τοίνυν φημὶ χρῆναι ἀφεμένους ὑμᾶς προθυμίᾳ τῇ πάσῃ ὁμόσε τοῖς ἐν Περυσίᾳ πολεμίοις ἰέναι. ἢν γὰρ ἐκείνους ἐξελεῖν δυνήσησθε, αὖθις ὑμῖν τὰ τῆς τύχης ἐν καλῷ κείσεται.
毕竟,永不跌跤乃是唯独神明所特有的属性。因此我认为,你们应当抛开这些杂念,倾尽全力正面向佩鲁西亚的敌人进发。倘若你们能够攻克他们,命运的局面便会再次为你们转入顺境。
τὸ μὲν γὰρ ξυμπεσὸν οὐδ’ ἂν ὁ πᾶς αἰὼν ἀποίητον τίθεσθαι δύναιτο, εὐτυχημάτων δὲ ἄλλων ἐπιγινομένων τοῖς ἐπταικόσι λελωφηκέναι ξυμβαίνει τὴν τῶν κακῶν μνήμην.
因为已然发生之事,哪怕是千秋万代也无法将其抹去,然而当其他胜利接踵而至时,受挫者的灾祸记忆自然就会逐渐平复消解。
Ἔσται δὲ ὑμῖν ἡ Περυσίας ἐπικράτησις οὐδενὶ πόνῳ. Κυπριανὸς γὰρ ὃς τῶν ἐνταῦθα Ῥωμαίων ἦρχε, τύχῃ τε καὶ βουλαῖς ἡμετέραις ἐκποδὼν γέγονε, πλῆθος δὲ ἄναρχον ἄλλως τε καὶ τῶν ἀναγκαίων ὑποσπανίζον ἀνδραγαθίζεσθαι ἥκιστα πέφυκεν.
夺取佩鲁西亚对你们而言将不费吹灰之力。因为统领当地罗马人的西普里安,已由于命运和我们的谋略而被清除;而失去统帅的乌合之众,尤其是在生活必需品逐渐匮乏之时,最不可能展现出英勇。
οὐ μὴν οὐδὲ ὄπισθέν τις ἐς ἡμᾶς κακουργήσει· τάς τε γὰρ τοῦ ποταμοῦ γεφύρας τούτου ἕνεκα καθελεῖν ἔγνωκα, ὡς μή τι πάθοιμεν ἐξ ἐπιδρομῆς ἀπροσδόκητον, καὶ ὑπόπτους ξυμβαίνει Βελισάριόν τε καὶ Ἰωάννην ἀλλήλοις εἶναι, ὅπερ διὰ τῶν πεπραγμένων ὁρᾶν πάρεστι.
况且,身后也不会有人对我们实施暗算破坏;因为正是为了防止我们遭受突袭而发生意外,我才决意拆毁河上的桥梁,此外贝利萨留与约翰之间互相猜忌,这从他们过往的作为中便能清楚得见。
γνῶμαι γὰρ ἀλλήλαις μαχόμεναι διὰ τῶν ἔργων ἐλέγχονται. οὐκοῦν οὐδέ πη ἀλλήλοις ἐπιμίγνυσθαι ἐς τόδε τοῦ χρόνου δεδύνηνται. ἀναχαιτίζει γὰρ ἑκάτερον ἡ ἐς ἀλλήλους ἀμφοῖν ὑποψία. οἷς δ’ ἂν αὕτη ἐγγένηται, φθόνον τε καὶ ἔχθος ἐπάναγκες ξυνοικίζεσθαι.
彼此冲突的心机必然会在行动中暴露无遗。因此,迄今为止他们完全无法相互配合联手,因为对彼此的猜忌正勒住这两人的缰绳。而在凡是滋生了这种猜忌之人当中,嫉妒与仇恨必然随之共存。
ὧν δὴ μεταξὺ ἐπιπεσόντων γενέσθαι τι τῶν δεόντων ἀδύνατον.” τοσαῦτα ὁ Τουτίλας εἰπὼν ἐπὶ Περυσίαν ἐξῆγε τὸ στράτευμα, ἐνταῦθά τε ἀφικόμενοι ἄγχιστα τοῦ περιβόλου ἐστρατοπεδεύσαντο καὶ ἐγκαθεζόμενοι ἐς πολιορκίαν καθίσταντο.
当这些因素横亘其间时,任何应当成就的事业都绝不可能达成。”托提拉说完这番话,便率军向佩鲁西亚进发,抵达后在紧贴城墙之处扎下营寨,盘踞下来展开围攻。
- 7.25.14κρεῖσσον λόγου θράσος
中性单数宾格形容词 κρεῖσσον(超出、胜过)支配比较属格 λόγου(言语、话语),修饰宾格名词 θράσος(鲁莽、大胆),意为“难以言表的鲁莽/超乎常人言辞的大胆”。
- 7.25.16οἵπερ δορυάλωτοι ὄντες καὶ δραπέται γεγενημένοι ὑπ’ ἐμοί τε στρατηγοῦντι ὅπλα ἀντάραντες ὑπερβαλέσθαι πολλάκις αὐτὸν τῷ πολέμῳ δεδύνησθε
关系代词主格阳性复数 οἵπερ(与前句 καθ’ ὑμῶν 中隐含的第二人称复数相应)作限定动词 δεδύνησθε(第二人称复数)的主语,其间嵌入了数个分词短语(ὄντες、γεγενημένοι、ὑπ’ ἐμοὶ... στρατηγοῦντι、ἀντάραντες)。句式核心为:“你们这些曾为……却在我的统率下能够战胜他的人”。
- 7.25.18πῶς οὐκ ἂν ἀπὸ τοῦ σώφρονος τρόπου φανείη
介词短语 ἀπὸ τοῦ σώφρονος τρόπου 意为“背离明智审慎的作风”。在带有 ἄν 的潜能祈愿气修辞疑问句中,表示强烈的肯定断言:“这怎能不显得有失审慎?(显然极为缺乏理智)”。
