← 普罗科皮乌斯

战史

§7.25.1-7.25.13

托提拉向全军申辩拆毁城墙之策

托提拉收到围困佩鲁西亚的部队请求增援的来信,但见部下士兵士气不振,遂召集全军发表演说,阐明拆毁城墙策略的正当性,并提醒他们过去对此的赞同与协作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.25.1

Ἐτύγχανε δὲ πολλῷ πρότερον στράτευμα ἐπὶ Περυσίαν ὁ Τουτίλας στείλας, οἵπερ ἀμφὶ τὸν τῆς πόλεως περίβολον ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν ἐς τὸ ἀκριβὲς τοὺς ταύτῃ Ῥωμαίους.

早在很久之前,托提拉便派了一支军队前往佩鲁西亚,他们在城墙周围扎营,严密围困那里的罗马人。

§7.25.2

καὶ ἐπεὶ τῶν ἐπιτηδείων αὐτοὺς σπανίζοντας ᾔσθοντο ἤδη, πέμψαντες παρὰ Τουτίλαν ἐδέοντο παντὶ τῷ στρατῷ ἐνταῦθα ἰέναι, ῥᾷον ἂν οὕτω καὶ ἀπονώτερον ἐξελεῖν1 Περυσίαν τε καὶ τοὺς ἐνταῦθα Ῥωμαίους οἰόμενοι.

当他们察觉到罗马人的粮食已经匮乏时,便派人前往托提拉处,请求他率全军前去,他们认为这样可以更加容易且不费力地攻下佩鲁西亚及城内的罗马人。

§7.25.3

Τουτίλας δὲ οὐ λίαν ἐς τὰ ἐπαγγελλόμενα προθυμουμένους τοὺς βαρβάρους ὁρῶν παραίνεσίν τινα ποιεῖσθαι ἐς αὐτοὺς ἤθελε.

然而,托提拉看到蛮族士兵对这一请求并不十分热心,便想对他们进行一番劝勉。

§7.25.4

διὸ δὴ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε· “Ὁρῶν ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ἐμὲ μὲν οὐκ ὀρθῶς δι’ ὀργῆς ἔχοντας, ἀγανακτοῦντας δὲ πρὸς τὸ τῆς τύχης ξυμπεπτωκὸς ἐναντίωμα, ξυναγαγεῖν τανῦν ἔγνωκα, ὅπως ὑμῶν δόξαν ὡς ἥκιστα ὀρθὴν ἀφελὼν ἀντικαθιστάναι τὴν γνώμην ἐπὶ τὰ βελτίω δυνήσωμαι, καὶ μήτε ἀχαριστεῖν οὐδὲν ὑμῖν προσῆκον2 ἐς ἐμὲ δόξητε μήτε ἀγνωμοσύνῃ εἰς τὸ θεῖον ὑπὸ ἀβελτερίας χρῆσθαι.

于是,他召集了所有人,说道:“将士们,我见你们不当地对我怀有怒火,并对命运带来的逆境愤愤不平,因此我决意在此时将你们召集起来,以便消除你们极不正当的看法,能够使你们的心思转向更有益的方向,免得你们显得对我抱有完全不合宜的忘恩负义之举,或是由于愚昧而对神明表现出大不敬。

§7.25.5

τὰ γὰρ ἀνθρώπεια καὶ σφάλλεσθαί ποτε πέφυκεν, ὅστις τε ἄνθρωπος ὢν εἶτα δυσχερῶς ἔχων ἐς τὰ προσπίπτοντα φαίνεται, αὐτὸς μὲν ἀμαθίας, ὡς τὸ εἰκός, ἀποίσεται δόξαν, οὐδὲν δὲ ὑπεκστήσεται τὴν ἀπὸ τῆς τύχης ἀνάγκην.

因为人事本就有偶遭挫折的常情,凡身为凡人却对降临之事心怀不满者,自然只会落得无知的名声,却丝毫无法逃避命运所带来的必然。

§7.25.6

βούλομαι δὲ τῶν πρότερον πεπραγμένων ὑμᾶς ὑπομνῆσαι, οὐχ ὅσον ἕνεκα τοῦ τὰς αἰτίας τῶν ξυμβεβηκότων ἐκλύσασθαι, ἀλλὰ καὶ τοῦ δικαιότερον ἂν ταύτας ὑμῖν προσήκειν ἐνδείκνυσθαι.3

我更想让你们回忆起往昔的所作所为,这与其说是为了洗脱发生之事加于我的罪责,倒不如说是为了表明,这些罪责更为公允地应当归属于你们。

§7.25.7

Οὐίττιγις γὰρ τὸ ἐξ ἀρχῆς καθιστάμενος ἐς πόλεμον τόνδε Φανοῦ μὲν καὶ Πισαύρου τῶν ἐπιθαλασσίων πόλεων τὰ τείχη καθεῖλε, Ῥώμην δὲ καὶ τὰς ἄλλας Ἰταλίας πόλεις ἁπάσας ἀφῆκεν οὐδ’ ὁτιοῦν λυμηνάμενος.

因为维提吉斯当初发动这场战争时,拆毁了沿海城镇法诺和皮绍罗的城墙,却对罗马及意大利所有其他城市听之任之,未加任何破坏。

§7.25.8

ἐκ μὲν οὖν Φανοῦ καὶ Πισαύρου φλαῦρον οὐδὲν Γότθοις ξυμβέβηκεν, ἐκ δὲ τοῦ Ῥώμης περιβόλου καὶ τῶν ἄλλων ὀχυρωμάτων ταύτῃ, ᾗπερ ὑμεῖς ἴστε, Γότθοις καὶ Οὐιττίγιδι ἐκεχωρήκει τὰ πράγματα.

结果,法诺和皮绍罗并未给哥特人带来任何祸患,但罗马的城墙以及其他防御工事,正如你们所知,使哥特人和维提吉斯陷入了那样的境地。

§7.25.9

Ἐγὼ τοίνυν ἐπειδὴ διδόντων ὑμῶν τὴν ἀρχὴν ἔλαβον, ἐλογισάμην τῶν ἔργων τοῖς ἀμείνοσι δόξασιν εἶναι μᾶλλον ἕπεσθαι ἢ ἐκ τῶν λυμηναμένων τοῖς πράγμασι διδόναι βλάβος.

因此,当我在你们手中接管统治权后,便思忖着应当效法那些被证明为较好的作为,而不是因那些损害大局的举措招致损失。

§7.25.10

φύσει μὲν γὰρ ἄνθρωποι οὐδέν τι μέγα διαφέρειν ἀλλήλων δοκοῦσιν, ἡ δὲ πεῖρά τισι γινομένη διδάσκαλος κρείσσω τὸν ἐκμαθόντα τῶν οὐ τετυχηκότων τῆς διδασκαλίας τῷ παντὶ τίθησιν.

因为在天性上,人与人之间似乎并无太大差异,但经验作为某些人的良师,却能使汲取了教训的人在各方面完全优于未受此教导的人。

§7.25.11

ἐπειδὴ τοίνυν Βενεβεντὸν εἵλομεν, τὰ τείχη καθελόντες τῶν ἄλλων εὐθὺς ἐκρατοῦμεν, ὧνπερ ὁμοίως τοὺς περιβόλους καθελεῖν ἔγνωμεν, ὅπως μὴ ἐξ ἐχυροῦ τινος ὁρμώμενος ὁ τῶν πολεμίων στρατὸς σοφίζεσθαι τὸν πόλεμον δυνατὸς εἴη, ἀλλ’ ἐκ τοῦ εὐθέος ἀναγκάζηται ἡμῖν ἐς πεδίον κατιὼν ἐς χεῖρας ἰέναι.

因此,当我们攻陷贝内文托时,拆毁了城墙便立刻掌控了其他城镇,我们也同样决定拆毁它们的围墙,以使敌军无法依托坚固的要塞在战事中耍弄巧计,而是被迫下到平原与我们正面对决展开肉搏。

§7.25.12

καὶ οἱ μὲν ἔφευγον, ἐγὼ δὲ καθαιρεῖν τῶν πόλεων τὰς ἁλισκομένας ἐκέλευον.

于是敌军望风而逃,而我则下令拆除攻陷的城镇。

§7.25.13

ὑμεῖς δὲ τὴν εὐβουλίαν θαυμάζοντες ὑπουργεῖτε τῇ γνώμῃ ταύτῃ, τὸ ἔργον, ὡς τὸ εἰκός, οἰκειούμενοι. ὁ γὰρ ἐπαινέσας τὸν δράσαντα οὐδέν τι ἧσσον τῶν πεπραγμένων αὐτουργὸς γίνεται.

你们当时赞赏这种深谋远虑,协助推行这项决策,自然也将这一作为视为己任。因为赞赏施行者的人,丝毫不少于成为既成之事的亲手作俑者。”

语法注3 条
  1. 7.25.2ῥᾷον ἂν οὕτω καὶ ἀπονώτερον ἐξελεῖν

    此处是不定式 ἐξελεῖν 与 ἄν 的连用,相当于非直接引语(由 οἰόμενοι 支配)中的潜在祈愿语气(ῥᾷον ἂν ... ἐξέλοιμεν)。比较级副词 ῥᾷον 与 ἀπονώτερον 修饰不定式,表达“认为如此一来便能更轻易且更不费力地攻克”的潜在假设结果。

  2. 7.25.4οὐδὲν ὑμῖν προσῆκον

    这是由无人称动词 προσήκει 的现在分词中性单数宾格 προσῆκον 构成的绝对宾格(accusative absolute)结构。οὐδέν 起副词性修饰作用,表示让步或背景说明:“尽管对你们而言这绝不合宜”。

  3. 7.25.6δικαιότερον ἂν ταύτας ὑμῖν προσήκειν ἐνδείκνυσθαι

    这是包含在属格化不定式短语 τοῦ ... ἐνδείκνυσθαι(承接上文的 οὐχ ὅσον ἕνεκα τοῦ ... ἀλλὰ καὶ τοῦ ...)之中的非直接引语结构。ἄν 与不定式 προσήκειν 的连用代表原本的潜在祈愿语气(δικαιότερον ἂν προσήκοιεν),宾格 ταύτας 指代前文的 αἰτίας(过失/责备),作不定式的逻辑主语:“以表明这些指责更为公正地应当属于你们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.25.1-7.25.13