- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.24.19-7.24.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托提拉再度攻打城壁遭到击退,其掌旗官阵亡导致哥特军溃败,哥特贵族严厉斥责托提拉的失策;哥特军随后退往蒂布尔,贝利撒留则修固罗马城门并将钥匙进献皇帝,战争的第十二年就此结束。
Τῇ δὲ ὑστεραίᾳ Τουτίλας αὖθις παντὶ τῷ στρατῷ τειχομαχεῖν ἔγνω, οἱ δὲ Ῥωμαῖοι τρόπῳ τῷ εἰρημένῳ ἠμύνοντο. καθυπέρτεροί τε τῇ ξυμβολῇ γεγενημένοι ἐπεξελθεῖν τοῖς πολεμίοις ἐθάρσησαν.
次日,托提拉决意再次率全军攻打城墙,而罗马人则照前述方式防守。在交锋中占得上风后,他们鼓起勇气出城迎击敌人。
καὶ τῶν βαρβάρων ὑποχωρούντων διώκοντες τῶν Ῥωμαίων τινὲς πόρρω που τοῦ περιβόλου ἐγένοντο. οὓς δὴ κυκλώσεσθαι οἱ βάρβαροι ἔμελλον, ὡς μὴ ἀναστρέφειν ἐς τὴν πόλιν δυνατοὶ εἶεν. ἀλλὰ Βελισάριος (κατενόησε γὰρ τὰ ποιούμενα) τῶν ἀμφ’ αὑτὸν πολλοὺς ἐνταῦθα στείλας διασώσασθαι τοὺς ἄνδρας ἴσχυσεν.
当蛮族人后退时,追击中的一些罗马士兵已经离城墙相当遥远。蛮族人正要将他们合围,使他们无法退回城内。但贝利撒留——因为他察觉到了正在发生的情形——派遣了身边的许多护卫前往该处,成功营救了那些士兵。
οὕτω τε ἀποκρουσθέντες οἱ βάρβαροι ἀνεχώρησαν, πολλοὺς μὲν ἀποβεβληκότες τῶν ἐν σφίσι μαχίμων, πλείστους δὲ τραυματίας ἐς τὸ στρατόπεδον ἐπαγόμενοι.
蛮族人就这样被击退并撤走,损失了阵中众多作战人员,并带着极多的伤员返回营地。
ἐνταῦθά τε ἡσυχῆ ἔμενον, τά τε τραύματα θεραπεύοντες καὶ τῶν ὅπλων ἐπιμελούμενοι (πολλὰ γὰρ σφίσι διέφθαρτο ἤδη) καὶ τὰ ἄλλα ἐν παρασκευῇ πάσῃ ποιούμενοι. Ἡμέραις δὲ πολλαῖς ὕστερον ἐπὶ τὸν περίβολον ὡς τειχομαχήσοντες ᾔεσαν.
他们在那里静候,治疗伤口,修整武器——因为他们的武器已有许多损坏——并做好其他一切准备。许多天后,他们向城墙推进,意图攻城。
Ῥωμαῖοι δὲ σφίσιν ὑπαντιάσαντες ἐς χεῖρας ἦλθον. τύχῃ τέ τινι ὁ τὸ Τουτίλα σημεῖον φέρων καιρίαν πληγεὶς αὐτός τε ἐκ τοῦ ἵππου ἐκπίπτει καὶ τὸ σημεῖον ἐς τὴν γῆν ἔρριψε.
罗马人出城迎击,双方展开肉搏。由于某种机缘,扛着托提拉军旗的人遭受致命一击,自己从战马跌落,将军旗摔落在地。
καὶ Ῥωμαίων μὲν ὅσοι ἐς τὰ πρῶτα ἐμάχοντο, ὥρμησαν ὥστε τὸ σημεῖον καὶ τὸν νεκρὸν ἁρπασόμενοι.1 φθάσαντες δὲ τῶν βαρβάρων οἱ εὐτολμότατοι τό τε σημεῖον ἁρπάζουσι καὶ τοῦ νεκροῦ χεῖρα τὴν λαιὰν ἀποτεμόντες ξὺν αὑτοῖς ἔλαβον.
在前线奋战的罗马人纷纷冲上前去,企图夺取军旗和尸体。但蛮族中最勇悍之人抢先一步,夺走军旗,砍下死者的左臂并随身带走。
ψέλλιον γὰρ χρυσοῦν ἐπὶ ταύτης ὁ πεπτωκὼς φορῶν ἔτυχε λόγου ἄξιον, ᾧπερ ἐναβρύνεσθαι τοὺς ἐναντίους ἥκιστα ἤθελον, φεύγοντες δηλονότι τὴν ἀπὸ τοῦ ἔργου αἰσχύνην.
因为倒下的人左臂上碰巧戴着一只引人注目的金手镯,蛮族人绝不愿让敌人以此夸耀,显然是要避开由这一事件带来的耻辱。
καὶ ὁ μὲν τῶν βαρβάρων στρατὸς ἐς ὑπαγωγὴν ἐτράποντο οὐδενὶ κόσμῳ, Ῥωμαῖοι δὲ τὸ μὲν ἄλλο τοῦ νεκροῦ σῶμα ἐσκύλευσαν, τοὺς δὲ πολεμίους ἐπὶ πλεῖστον διώκοντες πολλοὺς ἔκτειναν, ἔς τε τὴν πόλιν κακῶν παντάπασιν ἀπαθεῖς ἦλθον.
蛮族军队于是溃不成军地转为败退,而罗马人则剥去了死者其余躯体上的装具,并在极长的距离上追击敌人,斩杀甚众,最终未受任何损伤安然返回城内。
Τότε δὲ ὅσοι ἐν Γότθοις λόγιμοι ἦσαν Τουτίλᾳ προσελθόντες ἐλοιδοροῦντό τε καὶ ἀνέδην αὐτῷ τὴν ἀβουλίαν ὠνείδιζον, ὅτι δὴ Ῥώμην ἑλὼν οὔτε ξύμπασαν ἐς ἔδαφος καθεῖλεν, ὅπως μηκέτι τοῖς πολεμίοις καταληπτὴ εἴη, οὔτε αὐτὸς ἔσχεν, ἀλλ’ ὅπερ πόνῳ τε καὶ χρόνῳ πολλῷ αὐτοῖς ἐργασθὲν ἔτυχε, τοῦτο λόγῳ αὐτὸς οὐδενὶ διαφθείρειεν.2
当时,哥特人中的显贵皆来到托提拉面前辱骂他,公开斥责他的鲁莽无谋,指责他既然攻占了罗马,既没有将其彻底夷为平地以使敌人再也无法占领,自己也没有予以据守,反而在没有任何合理理由的情况下,毁掉了他们付出巨大辛劳和漫长时间所成就的事业。
οὕτω τοῖς ἀνθρώποις ἐμπέφυκε πρὸς τῶν πραγμάτων τὰς ἀποβάσεις ἀεὶ τὴν γνώμην ῥυθμίζειν καὶ τὴν διάνοιαν τῷ τῆς τύχης ῥεύματι προσχωρεῖν, ἀγχιστρόφους τε ἀπ’ αὐτοῦ τὰς μεταστάσεις ποιεῖσθαι τῆς δόξης.
人类天生便有这种习性,即总是根据事态的结局来调整自己的判断,使心思顺应命运的流向,并由此对观点作出剧烈的转变。
διὸ δὴ καὶ Γότθοι εὐημεροῦντα μὲν τοῖς ἐγχειρήμασι Τουτίλαν ἐτεθήπεσαν ἴσα θεῷ, ἄμαχόν τινα καὶ ἀήττητον ἀποκαλοῦντες, ἡνίκα πόλεων τῶν ἁλισκομένων ἐκ μοίρας τινὸς τὰ τείχη διαφθείρειν εἴα, σφαλέντι δέ, ὥσπερ ἐρρήθη, λοιδορεῖσθαι οὐκ ἀπηξίουν τῶν ἔναγχος σφίσιν ἀμφ’ αὐτὸν εἰρημένων ἀμνημονοῦντες, ἀπ’ ἐναντίας τε αὐτῶν οὐδεμιᾷ ὀκνήσει ἰόντες.
正因如此,当托提拉在各项事业中顺风顺水时,哥特人曾像崇敬神明一样对他惊叹不已,称他为无敌与不可战胜之人——当时他允许将攻陷城镇的城墙毁去一部分;然而一旦他受挫,正如前文所述,他们便毫不犹豫地辱骂他,全然忘记了不久前自己关于他所说过的话,毫不迟疑地走向那些话语的完全反面。
ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα οὐχ οἷόν τέ ἐστι μὴ οὐχὶ τοῖς ἀνθρώποις ἐς ἀεὶ ἁμαρτάνεσθαι,3 ἐπεὶ καὶ φύσει γίγνεσθαι εἴωθε.
然而,人类要不一再犯下这些及类似的错误是不可能的,因为这本就是出于天性而屡见不鲜的事情。
Τουτίλας δὲ καὶ οἱ βάρβαροι λύσαντες τὴν προσεδρείαν ἐς Τίβουριν πόλιν ἀφίκοντο, πάσας σχεδόν τι τὰς τοῦ Τιβέριδος γεφύρας διελόντες, ὅπως μὴ Ῥωμαῖοι εὐπετῶς σφίσιν ἐπιέναι οἷοί τε ὦσι.
托提拉和蛮族人随即解除了围攻,来到蒂布尔城,拆毁了台伯河上几乎所有的桥梁,以使罗马人无法轻易向他们进攻。
γέφυραν μέντοι μίαν, ἣ Μολιβίου ἐπώνυμός ἐστι, διαφθεῖραι οὐδαμῆ ἴσχυσαν, ἐπεὶ ἄγχιστα τῆς πόλεως ἐτύγχανεν οὖσα. τό τε ἐν Τιβούρει φρούριον ἀνοικοδομήσασθαι σθένει παντὶ ἔγνωσαν· καθελόντες γὰρ αὐτὸ πρότερον ἔτυχον· τά τε χρήματα ἐνταῦθα καταθέμενοι ἅπαντα ἡσυχῆ ἔμενον.
然而有一座被称为穆尔维亚的桥梁,他们却无论如何也无法摧毁,因为它碰巧极靠近城市。他们决意竭尽全力重建蒂布尔的要塞;因为他们先前碰巧已将其拆毁。他们将所有财物安置于彼处,平静地驻留下来。
καὶ Βελισάριος ἀδεέστερον ἤδη τὰς πύλας τοῦ Ῥώμης περιβόλου πανταχόθι ἐφαρμοσάμενος σιδήρῳ τε αὐτὰς περιβαλὼν αὖθις βασιλεῖ τὰς κλεῖς ἔπεμψε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ δωδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
贝利撒留此时已毫无顾虑地在罗马城墙各处重新安装了城门,并用铁皮加以包固,再次将钥匙送呈皇帝。冬季行将结束,普罗柯比所记述的这场战争的第十二个年头亦告终结。
- 7.24.24ὥστε τὸ σημεῖον καὶ τὸν νεκρὸν ἁρπασόμενοι
连词 ὥστε 与将来分词 ἁρπασόμενοι 连用,在此表达目的(“为了夺取”)而非结果。在古典希腊语中 ὥστε 通常接不定式或直陈语气,但在晚期行文中偶见其与分词结合表示目的用法。
- 7.24.27διαφθείρειεν
由 ὅτι 引导的间接陈述从句中的斜相希求语气(optativus obliquus)。因主节动词 ὠνείδιζον 为过去时态(未完成过去时),原本在直接引语中的过去时直陈语气转化为希求语气。
- 7.24.30οὐχ οἷόν τέ ἐστι μὴ οὐχὶ τοῖς ἀνθρώποις ἐς ἀεὶ ἁμαρτάνεσθαι
主节含有否定表达 οὐχ οἷόν τέ ἐστι(“是不可能的”),由此引发后接不定式 ἁμαρτάνεσθαι 前带有双重否定词 μὴ οὐχί。这种否定句后的 μὴ οὐ 结构产生强烈的肯定意涵:“人类不可能不一再犯错”(即必然会犯错)。
