← 普罗科皮乌斯

战史

§7.24.1-7.24.18

贝利撒留收复罗马与守御城垣

贝利撒留进驻罗马并在二十五天内粗略修葺了城墙且调入补给;托提拉闻讯攻打尚未安装城门的缺口,罗马军顽强击退蛮军,并在门道前布置铁蒺藜防守。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.24.1

Βελισαρίῳ δὲ τόλμα προμηθὴς γέγονε τότε ἀρχὴν μὲν μανιώδης δόξασα εἶναι1 τοῖς τε ὁρῶσι καὶ ἀκούουσι πρῶτον, ἐκβᾶσα δὲ ἐς ἀρετῆς ἔργον ὑψηλόν τε καὶ δαιμονίως ὑπέρογκον.

当时,贝利撒留萌生了一个深谋远虑却又大胆的计策,起初在目睹和听闻者看来,这计策似乎近乎疯狂,但最终却成为一项崇高且极其伟大的勇毅壮举。

§7.24.2

τῶν γὰρ στρατιωτῶν ὀλίγους τινὰς φρουρᾶς ἕνεκα τῆς ἐν Πόρτῳ ἀπολιπὼν αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐς Ῥώμην ἦλθε, προσποιεῖσθαί τε αὐτὴν σθένει παντὶ ἤθελεν.

因为他仅在波尔图斯留下少数兵士充当卫戍,自己则率领其余全军来到罗马,意图竭尽全力据守此城。

§7.24.3

ἐπεὶ δὲ οὐχ οἷός τε ἦν ὅσα καθελὼν τοῦ περιβόλου Τουτίλας ἔτυχε βραχεῖ ἀνοικοδομήσασθαι χρόνῳ, ἐποίει τάδε.

然而,由于他不可能在短时间内重建托提拉拆毁的所有外墙部分,他便采取了如下办法。

§7.24.4

λίθους ἄγχιστά πη ὄντας ξυναγαγὼν ἐπ’ ἀλλήλους οὐδενὶ κόσμῳ ξυνέβαλεν, οὐδὲν τὸ παράπαν ἐντὸς ἔχοντας, ἐπεὶ οὔτε τίτανον εἶχεν οὔτε τι ἄλλο τοιοῦτον, ἀλλ’ ὅπως μόνον τὸ τῆς οἰκοδομίας σώζοιτο πρόσωπον, σκολόπων τε μέγα τι χρῆμα ἔξωθεν ἵστη.

他将近处的石块收集起来,毫无规则地堆叠在一起,内部完全不含任何填充材料,因为他既无灰浆亦无任何同类之物,仅仅为了保持砌体表面的完整外观;同时在外面立起数量极多的尖桩。

§7.24.5

ἐτύγχανε δὲ καὶ τάφρους βαθείας ἀμφὶ τὸν περίβολον ὅλον ὀρύξας πρότερον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.

此外,正如我前文所述,他先前已在整个外墙周围挖掘了深壕。

§7.24.6

παντὸς δὲ τοῦ στρατοῦ προθυμίᾳ τῇ πάσῃ ταῦτα ἐργαζομένου πέντε καὶ εἴκοσιν ἡμερῶν ὅσα τοῦ περιβόλου καθῄρητο τῷ τρόπῳ τούτῳ τετέλεστο.

全军以极大的热情投入这些工作,仅用了二十五天,外墙被毁损的所有部分便以这种方式完工。

§7.24.7

τῶν τε Ῥωμαίων ὅσοι ἀμφὶ τὰ ἐκείνῃ χωρία ᾤκηντο ἐνταῦθα ἠγείροντο, τῆς τε ἐν Ῥώμῃ οἰκήσεως ἐπιθυμίᾳ καὶ ὅτι τῶν ἐπιτηδείων τέως σπανίζοντες ἀφθονίαν ἐνταῦθα εὗρον, ἥνπερ Βελισάριος ποιεῖν ἴσχυσε, ναῦς ὅτι πλείστας πάντων ἐμπλησάμενος τῶν ἀναγκαίων, ἔς τε Ῥώμην διὰ τοῦ ποταμοῦ ἐσκομίσας.

居住在附近乡间的所有罗马人也都汇聚于此,这既出于在罗马居住的渴望,也是因为他们此前一直匮乏必需品,如今却在此地发现了充足的物资;这些物资是贝利撒留尽可能多地用一切必需品装满船只、沿河运入罗马而得以备齐的。

§7.24.8

Ταῦτα ἐπεὶ Τουτίλας ἤκουσεν, ἄρας αὐτίκα παντὶ τῷ στρατῷ ἐπὶ Βελισάριόν τε καὶ Ῥώμην ἦλθεν, οὔπω Βελισαρίου τὰς πύλας ἐναρμόσασθαι τῷ περιβόλῳ ἰσχύσαντος.

托提拉听闻此事后,立即率全军拔营,向贝利撒留与罗马城进军,此时贝利撒留尚未来得及将城门安装在外墙上。

§7.24.9

πάσας γὰρ διαφθείρας Τουτίλας ἔτυχεν, ἅσπερ οὐκ ἔφθη τεχνιτῶν ἀπορίᾳ Βελισάριος τεκτηνάμενος.2

因为托提拉已将所有城门悉数毁坏,而贝利撒留因工匠短缺,尚未能将其打造完毕。

§7.24.10

ἐπεὶ δὲ ὁ τῶν βαρβάρων στρατὸς ἀγχοῦ ἐγένοντο, τότε μὲν ἐνστρατοπεδευσάμενοι ηὐλίσαντο παρὰ Τίβεριν ποταμόν, ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἅμα ἡλίῳ ἀνίσχοντι θυμῷ τε πολλῷ καὶ θορύβῳ ἐχόμενοι ἀμφὶ τὸ τεῖχος ᾔεσαν.

当蛮族军队逼近时,他们当日先在台伯河畔扎营露宿,次日日出之时,蛮军带着满腔怒火和喧嚣向城墙逼近。

§7.24.11

Βελισάριος δὲ τῶν μὲν στρατιωτῶν τοὺς μαχιμωτάτους ἀπολεξάμενος ἐς τὴν χώραν τῶν πυλῶν ἔστησε, τοὺς δὲ λοιποὺς ἄνωθεν ἀπὸ τῶν περιβόλων ἀμύνεσθαι τοὺς ἐπιόντας πάσῃ δυνάμει ἐκέλευε.

贝利撒留则从士兵中挑选出最骁勇善战之人布置在各城门位置,命令其余人从城墙上方全力击退来犯之敌。

§7.24.12

γέγονε τοίνυν καρτερὰ μάχη. οἱ γὰρ βάρβαροι τὰ μὲν πρῶτα ἐλπίδα εἶχον αὐτοβοεὶ τὴν πόλιν αἱρήσειν, τοῦ δὲ πράγματος σφίσιν ἀντιστατοῦντος, καὶ τῶν Ῥωμαίων ἰσχυρότατα ἀμυνομένων, ὀργῇ χρώμενοι τοῖς πολεμίοις ἐπέκειντο, τοῦ θυμοῦ σφᾶς παρὰ δύναμιν ἐς τὴν εὐτολμίαν ὁρμῶντος.

于是展开了一场恶战。起初蛮族人满心指望一鼓作气攻克该城,但见局势对自身不利且罗马人奋力抵抗,遂怒火中烧扑向敌人,狂怒驱使他们超越自身体力去奋不顾身地死战。

§7.24.13

οἵ τε Ῥωμαῖοι παρά δόξαν ἀντείχοντο, τοῦ κινδύνου, ὡς τὸ εἰκός, ἐς τὴν εὐψυχίαν ἐνάγοντος.

罗马人也出人意料地坚守着,危险自然而然激发出他们的勇气。

§7.24.14

γέγονεν οὖν φόνος τῶν βαρβάρων ἅτε ἀφ’ ὑψηλοῦ βαλλομένων πολύς, κόπῳ τε πολλῷ καὶ ταλαιπωρίᾳ ἑκάτεροι εἴχοντο καὶ ἡ μάχη πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς νύκτα.

因此蛮族人伤亡惨重,因为他们是从高处被射击的;双方皆陷入极度的疲惫与痛苦之中,战斗从清晨打响,直到黑夜方才结束。

§7.24.15

ἔπειτα οἱ μὲν βάρβαροι ἐν τοῖς στρατοπέδοις γενόμενοι ἐνυκτέρευσαν, τῶν ἐν σφίσι τραυματιῶν ἐπιμελούμενοι, Ῥωμαίων δὲ οἱ μὲν ἄλλοι ἐν τῷ περιβόλῳ φυλακὴν εἶχον, οἱ δὲ ἀνδρίας πέρι μάλιστα πάντων εὖ ἥκοντες ἐν περιτροπῇ τὰς τῶν πυλῶν χώρας ἐφύλασσον, τριβόλους ἔμπροσθεν πολλοὺς θέμενοι, ὅπως μὴ ἐξ ἐπιδρομῆς οἱ πολέμιοι ἐπὶ σφᾶς ἴωσιν.

随后,蛮族人退回营地过夜,照料军中的伤员;罗马人中,其余人在城墙上守望,而在勇武方面最为出众者则轮流守卫各城门位置,并在前方布置了许多铁蒺藜,以防敌人突然发起冲锋突袭。

§7.24.16

Οἱ δὲ τρίβολοι τοιοίδε εἰσί. σκολόπων τεττάρων ἰσομήκων μάλιστα τὰ ὄπισθε πρὸς ἄλληλα ἐναρμοσάμενοι3 τριγώνου σχῆμα τὰς αὐτῶν εὐθείας πανταχόθεν ἐργάζονται, καὶ αὐτοὺς ἐς τὴν γῆν ὅπου παρατύχῃ ῥίπτουσι.

这种铁蒺藜的构造如下:将四根长短大体相等的木桩末端彼此嵌合,使它们延伸出的直线从各面看去均呈三角形结构,然后随手扔在地上。

§7.24.17

ταύτῃ τε τῶν σκολόπων οἱ μὲν τρεῖς ἐς τὸ ἔδαφος ἰσχυρότατα ἑστήκασι πάντες, ὁ δὲ λειπόμενος ἀνέχων μόνος ἐμπόδιον ἀνδράσι τε καὶ ἵπποις ἐς ἀεὶ γίγνεται.

如此一来,四根尖桩中的三根全都稳稳立在地面上,而剩下的那一根单独朝上突起,始终成为人马的障碍。

§7.24.18

ὁσάκις δέ τις τοῦτον δὴ κυλίνδει τὸν τρίβολον, ὁ μὲν τέως ἐκ τῶν σκολόπων τὴν τοῦ ἀέρος ὄρθιον κληρωσάμενος χώραν ἐς τὸ ἔδαφος ἕστηκεν, ἄλλος δὲ ἀντ’ αὐτοῦ γιγνόμενος ἄνω τοῖς ἐπιέναι βουλομένοις ἐμπόδιόν ἐστιν. οἱ μὲν τρίβολοι τοιοίδε εἰσίν. ἑκάτεροι δὲ οὕτω μετὰ τὴν μάχην ηὐλίσαντο.

每当有人滚动这枚铁蒺藜时,先前在空中直立的那根尖桩便会落立于地面,而另一根尖桩则取而代之耸立向上,成为阻挡意欲进攻者的障碍。铁蒺藜便是这般形状。战后双方各自如此露宿。

语法注3 条
  1. 7.24.1ἀρχὴν μὲν μανιώδης δόξασα εἶναι

    ἀρχήν 作副词性宾格,意为“起初”、“最初”,通过 μέν...δέ 与后文的 ἐκβᾶσα δὲ(“但最终转变为……”)形成对比。分词 δόξασα 为主格阴性单数,修饰主语 τόλμα。

  2. 7.24.9οὐκ ἔφθη τεχνιτῶν ἀπορίᾳ Βελισάριος τεκτηνάμενος

    这是 οὐ φθάνω 搭配补充性分词(τεκτηνάμενος)的习惯句式,表示“还来不及制造/尚未制造完毕(敌人已至)”。τεχνιτῶν ἀπορίᾳ 为表示原因的与格。

  3. 7.24.16σκολόπων τεττάρων ἰσομήκων μάλιστα τὰ ὄπισθε πρὸς ἄλληλα ἐναρμοσάμενοι

    分词 ἐναρμοσάμενοι 为主格阳性复数,以不特定的复数第三人称(制作者们)为主语。属格 σκολόπων τεττάρων 依附于直接宾语 τὰ ὄπισθε(“将四根木桩的后部/末端”)。此处精准描述了铁蒺藜(tribulus)结合四尖成立体三角锥(正四面体)的构造。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.24.1-7.24.18