← 普罗科皮乌斯

战史

§7.23.1-7.23.18

斯波莱提乌姆的收复与意大利各地的战况

马提尼安努斯施计助罗马军收复斯波莱提乌姆,贝利撒留在探查罗马时击退敌军伏兵。与此同时,约翰在地峡修筑要塞以确保塔拉斯的安全,托提拉则在阿切隆提亚设防后进军拉文纳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.23.1

Ἐν τούτῳ δὲ τῶν τις ξὺν τῷ Κόνωνι ἐκ Ῥώμης φυγόντων, ἡνίκα ἡ πόλις ἡλίσκετο, Μαρτινιανὸς ὄνομα, Βυζάντιος γένος, Βελισαρίῳ προσελθὼν στέλλεσθαι αὐτόμολος δῆθεν τῷ λόγῳ παρὰ τοὺς πολεμίους ἠξίου, μεγάλα Ῥωμαίους ἐπαγγελλόμενος ἀγαθὰ δράσειν· δόξαν τε τοῦτο Βελισαρίῳ,1 ἀπιὼν ᾤχετο. καὶ αὐτὸν ὁ Τουτίλας ἰδὼν ὑπερφυῶς ἥσθη. εὐδοκιμοῦντα γὰρ ἐν μονομαχίαις τὸν νεανίαν ἤκουσέ τε καὶ εἶδε πολλάκις. ὄντων δὲ αὐτῷ παίδων τε δύο καὶ τῆς γυναικὸς ἐν τοῖς αἰχμαλώτοις, τὴν μὲν γυναῖκα καὶ τῶν παίδων τὸν ἕτερον εὐθὺς τῷ ἀνθρώπῳ ἀπέδωκε, τὸν δὲ ἕτερον ἐν ὁμήρου λόγῳ ἐφύλασσεν, ἔς τε Σπολίτιον ξὺν ἑτέροις τισὶν ἔπεμψεν.

此时,城破之际与科农一同逃出罗马的人中,有一名拜占庭裔男子,名叫马提尼安努斯。他来到贝利撒留面前,请求以逃兵之名被遣往敌营,并许诺将为罗马人立下大功;贝利撒留准允后,他便动身离去。托提拉见到他,喜出望外;因为托提拉曾屡次听闻并亲见这名年轻人在单打独斗中战功卓著。由于马提尼安努斯的妻子和两个孩子都在战俘之列,托提拉当即把妻子和一个孩子归还给他,但将另一个孩子留作人质,并将他同其他数人一道派往斯波莱提乌姆。

§7.23.3

Ἐτύγχανον δὲ Γότθοι, ἡνίκα Ἡρωδιανοῦ ἐνδιδόντος Σπολίτιον εἷλον, τῆς μὲν πόλεως τὸν περίβολον ἐς τὸ ἔδαφος καθελόντες, τοῦ δὲ πρὸ τῆς πόλεως κυνηγεσίου, ὅπερ καλεῖν ἀμφιθέατρον νενομίκασι, τάς τε εἰσόδους ἐς τὸ ἀκριβὲς ἀποφράξαντες καὶ φρουρὰν ἐνταῦθα καταστησάμενοι2 Γότθων τε καὶ Ῥωμαίων τῶν αὐτομόλων, ἐφ’ ᾧ φυλάξωσι τὰ ἐκείνῃ χωρία. Μαρτινιανὸς οὖν ἐπειδὴ εἰς Σπολίτιον ἦλθε, στρατιώτας πεντεκαίδεκα ἑταιρίσασθαι ἴσχυσεν, οὕσπερ ἀνέπειθε δράσαντάς τι ἐς τοὺς βαρβάρους μέγα οὕτω δὴ ἐπανήκειν ἐς τὸ Ῥωμαίων στρατόπεδον.

当初赫罗狄亚努斯献出斯波莱提乌姆被哥特人攻陷时,哥特人已将该城的城墙夷为平地,却将城前专用于野兽搏斗之所——即人们习惯称作圆形剧场的地方——的各个入口彻底封闭,并在其中部署了一支由哥特人和投诚的罗马人组成的驻军,旨在守卫那一带的地方。马提尼安努斯抵达斯波莱提乌姆后,设法拉拢了十五名士兵结为同盟,劝说他们对蛮族施加沉重打击后再返回罗马军营。

§7.23.5

στείλας δέ τινας καὶ παρὰ τὸν ἄρχοντα τοῦ ἐν Περυσίᾳ φυλακτηρίου ἐκέλευέν οἱ στράτευμα ὅτι τάχιστα ἐς Σπολίτιον πέμψαι, τοῦ παντὸς λόγου τὴν δήλωσιν ποιησάμενος.

他又派遣数人前往佩鲁西亚的守备司令处,将全盘计划详加说明,要求对方尽快发兵前往斯波莱提乌姆。

§7.23.6

Ὁδολγὰν δὲ Οὖννος ἦρχε τότε τῆς ἐν Περυσίᾳ φρουρᾶς, Κυπριανοῦ πρός του τῶν αὐτοῦ δορυφόρων, ὥς μοι ἔμπροσθεν εἴρηται, δόλῳ ἐξ ἀνθρώπων ἀφανισθέντος. ὅσπερ ξὺν στρατεύματι ἐπὶ τὸ Σπολίτιον ᾔει.

当时统领佩鲁西亚驻军的是匈人奥多尔甘,因为正如我前文所述,塞浦利安努斯此前已被其一名亲兵设计谋害。奥多尔甘便率领军队赶往斯波莱提乌姆。

§7.23.7

Μαρτινιανὸς δὲ ἄγχιστά πη εἶναι τὸ στράτευμα τοῦτο αἰσθόμενος, ἅμα τοῖς πεντεκαίδεκα στρατιώταις τοῦ τε φυλακτηρίου τὸν ἄρχοντα ἐκ τοῦ αἰφνιδίου διέφθειρε καὶ τὰς πύλας ἀναπετάσας Ῥωμαίους ἅπαντας τῷ φρουρίῳ ἐδέξατο. οἳ δὴ κτείνουσι μὲν τῶν πολεμίων πλείστους, τινὰς δὲ ζωγρήσαντες παρὰ Βελισάριον ἦγον.

马提尼安努斯察觉到该军已近在咫尺,遂与那十五名士兵突然斩杀了驻军长官,大开营门,将全体罗马人迎入堡垒。罗马军斩杀了大部分敌兵,并俘虏了数人押送给贝利撒留。

§7.23.8

Ὀλίγῳ δὲ ὕστερον Βελισαρίῳ ἔννοια γέγονεν ἐς Ῥώμην τε ἀναβῆναι καὶ ἐς ὅ τι τύχης ἐληλύθει θεάσασθαι. τῶν στρατιωτῶν οὖν χιλίους ἀπολεξάμενος ἐνταῦθα ᾔει.

不久之后,贝利撒留萌生了前往罗马、察看其落入何种境地的念头。于是他挑选了一千名士兵前往该地。

§7.23.9

Ῥωμαῖος δὲ ἀνὴρ ἀφικόμενος δρόμῳ ἐς τοὺς πολεμίους, οἵπερ ἐστρατοπεδεύοντο ἐν Ἀλγηδόνι, τὸ Βελισαρίου στράτευμα ἤγγειλεν.

然而一名罗马人飞奔到驻扎在阿尔吉杜斯的敌军处,通报了贝利撒留部队的行踪。

§7.23.10

οἱ δὲ βάρβαροι προλοχίσαντες ἐνέδραις τισὶ τὰ πρὸ τῆς Ῥώμης χωρία, ἐπειδὴ ἄγχιστά πη ἀφικομένους τοὺς ἀμφὶ Βελισάριον εἶδον, ἐκ τῶν ἐνεδρῶν ἀναστάντες ἐπ’ αὐτοὺς ᾔεσαν.

蛮族人预先在罗马城前各处设下伏兵,一见贝利撒留一众行抵近处,便从伏击处跃起向他们扑来。

§7.23.11

μάχης τε καρτερᾶς γενομένης, τῇ σφετέρᾳ ἀρετῇ Ῥωμαῖοι τοὺς πολεμίους τρεψάμενοι, πλείστους τε διαφθείραντες ἐς τὸν Πόρτον εὐθὺς ἀνεχώρησαν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησεν.

双方展开了一场激战,罗马人凭借自身的英勇击溃了敌人,斩杀极多,随后立即撤回波尔图斯。此事的经过便是如此。

§7.23.12

Ἔστι δὲ Καλαβρῶν ἐπιθαλασσία πόλις ὁ Τάρας, δυοῖν σχεδόν τι ἡμέραιν ὁδὸν Δρυοῦντος διέχουσα, ἐπί τε Θουρίους καὶ Ῥηγίνους ἐνθένδε ἰόντι.3

在卡拉布里亚有一座临海城市名叫塔拉斯,对自〔许德卢斯〕前往苏里伊和雷吉乌姆的行者而言,该城距许德卢斯大约两天的路程。

§7.23.13

ἐνταῦθα Ἰωάννης ξὺν ὀλίγοις τισί, Ταραντηνῶν αὐτὸν ἐπαγαγομένων, ἀφίκετο, τοὺς λοιποὺς ἐπὶ τῇ τοῦ Δρυοῦντος φυλακῇ καταστησάμενος.

约翰在此处居民的延请下率领少数随从抵达该地,将其余部队留在许德卢斯防守。

§7.23.14

καὶ ἐπεὶ τὴν πόλιν εἶδε μεγίστην τε ὑπερφυῶς καὶ παντάπασιν ἀτείχιστον οὖσαν, πᾶσαν μὲν φυλάξαι οἷός τε ἔσεσθαι οὐδεμιᾷ μηχανῇ ᾤετο, ἰδὼν δὲ τὴν θάλασσαν τῆς πόλεως ἐς τὰ πρὸς βορρᾶν ἄνεμον ἀμφί τινα χῶρον στενὸν μάλιστα ἑκατέρωθεν ἐς κόλπον ἰοῦσαν, οὗ δὴ Ταραντηνῶν ὁ λιμήν ἐστιν, ἰσθμόν τε, ὡς τὸ εἰκός, τὸν ἐν μέσῳ χῶρον οὐχ ἧσσον ἢ σταδίων εἴκοσιν ὄντα, ἐπενόει τάδε.

他见该城规模宏大却全无城墙,认为无论如何也无法守住全城;但他察觉到,在城市的北侧,海水从狭窄地带的两侧涌入海湾,那正是塔拉斯人的港口所在,而其间自然形成了一道不少于二十斯塔狄昂的地峡,于是他想出了如下计策。

§7.23.15

ἀποτεμὼν ἀπὸ τῆς ἄλλης πόλεως τὴν τοῦ ἰσθμοῦ μοῖραν τειχίσματί τε αὐτὴν περιέβαλεν ἐκ θατέρου θαλάσσης μέρους ἄχρι ἐς ἕτερον καὶ τάφρον βαθεῖαν ἀμφὶ τὸ τείχισμα ὤρυσσεν.

他将地峡部分与城市其余部分隔断,用一道围墙从海的一侧一直连到另一侧将之合围,并在围墙周围挖掘了深壕。

§7.23.16

ἐνταῦθά τε οὐ Ταραντηνοὺς μόνον, ἀλλὰ καὶ ὅσοι τὰ ἐκείνῃ χωρία ᾤκουν συνήγαγε, καὶ φυλακὴν αὐτοῖς λόγου ἀξίαν ἐλίπετο.

他不仅将塔拉斯人,而且将居住在邻近乡村的人们尽皆召集于此,并为他们留下了相当数量的守军。

§7.23.17

ταύτῃ τε Καλαβροὶ ἅπαντες ἐν τῷ ἀσφαλεῖ ἤδη γενόμενοι Γότθων ἐς ἀπόστασιν εἶδον. ταῦτα μὲν ἐφέρετο τῇδε.

由此,全体卡拉布里亚人皆已置身于安全境地,萌生了背离哥特人之意。这些事态便如此发展着。

§7.23.18

Τουτίλας δὲ φρούριον ἐν Λευκανοῖς καταλαβὼν ἐχυρώτατον ἄγχιστά πη τῶν Καλαβρίας ὁρίων κείμενον, ὅπερ Ἀχεροντίδα καλοῦσι Ῥωμαῖοι, ἐνταῦθά τε φυλακτήριον ἀνδρῶν οὐχ ἧσσον ἢ τετρακοσίων καταστησάμενος αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐπὶ Ῥάβενναν ᾔει, τῶν βαρβάρων τινὰς ἀπολιπὼν ἐς τὰ ἐπὶ Καμπανίας χωρία, οἷσπερ ἡ Ῥωμαίων ἐπέκειτο φυλακή, τῶν ἐκ τῆς συγκλήτου βουλῆς ἐνταῦθα ὄντων.

托提拉在卢卡尼亚攻占了一座极其坚固的要塞,该堡垒位于邻近卡拉布里亚边界之处,罗马人称之为阿切隆提亚;在留驻不少于四百人的守军后,他亲自率领其余军队赶往拉文纳,并将一部分蛮族兵士留在坎帕尼亚的乡间;由于元老院议员身在该处,监视罗马人的防务便落在这批蛮族士兵身上。

语法注3 条
  1. 7.23.1δόξαν τε τοῦτο Βελισαρίῳ

    非人称动词 δοκεῖ 的中性单数宾格分词 δόξαν 构成的“宾格绝对独立结构”,接与格 Βελισαρίῳ,意为“当此事获得贝利撒留准许/首肯之时”。

  2. 7.23.3Ἐτύγχανον δὲ Γότθοι ... καθελόντες ... ἀποφράξαντες καὶ φρουρὰν ἐνταῦθα καταστησάμενοι

    迂说结构:未完成过去时动词 ἐτύγχανον 与主语 Γότθοι 以及并列的分词 καθελόντες、ἀποφράξαντες、καταστησάμενοι 连用,用于交代过去背景状况(“哥特人恰好此前已经拆毁……并且封闭……布置了……”)。

  3. 7.23.12ἐπί τε Θουρίους καὶ Ῥηγίνους ἐνθένδε ἰόντι

    动词 εἶμι 的阳性单数与格现在分词 ἰόντι 作关系与格(观察者/行旅与格),表示地理测度中的参照视角:“对从那里前往苏里伊和雷吉乌姆的行者而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.23.1-7.23.18