← 普罗科皮乌斯

战史

§7.22.14-7.22.24

托提拉放弃毁坏罗马并进军阿普利亚

托提拉为贝利撒留的来信所说服,放弃了彻底毁灭罗马的企图,驱逐居民空置全城后挥师南下阿普利亚。在哥特游击队遭遇约翰伏击后,托提拉退驻加尔加努斯山汉尼拔营寨旧址按兵不动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.22.14

ἢν μὲν οὖν νικῴης, Ῥώμην τε καθελών, οὐ τὴν ἑτέρου του, ἀλλὰ τὴν σαυτοῦ ἀπολωλεκὼς ἄν, ὦ βέλτιστε, εἴης,1 καὶ διαφυλάξας, κτήματι, ὡς τὸ εἰκός, τῶν πάντων καλλίστῳ πλουτήσεις· ἢν δέ γε τὴν χείρω σοι τύχην πληροῦσθαι ξυμβαίη, σώσαντι μὲν Ῥώμην χάρις ἂν σώζοιτο παρὰ τῷ νενικηκότι πολλή, διαφθείραντι δὲ φιλανθρωπίας τε οὐδεὶς ἔτι λελείψεται λόγος καὶ προσέσται τὸ μηδὲν τοῦ ἔργου ἀπόνασθαι.2

因此,设若你胜出,若毁灭了罗马,我尊贵的朋友,你摧毁的绝非他人的财产,而是属于你自己的产业;反之若加以保全,顺理成章地,你将因世间最美丽的财富而充实富足。然而,倘若更恶劣的命运降临于你,若保全了罗马,在胜者那里自会为你保留极大的恩德;但若将之毁弃,便再无任何请求宽宥的余地,而且更平添了未从这一作为中获得丝毫益处的事实。

§7.22.15

καταλήψεται δέ σε καὶ δόξα τῆς πράξεως ἀξία πρὸς πάντων ἀνθρώπων, ἥπερ ἐφ’ ἑκάτερά σοι τῆς γνώμης ἑτοίμως ἕστηκεν, ὁποῖα γὰρ ἂν τῶν ἀρχόντων τὰ ἔργα εἴη, τοιοῦτον ἀνάγκη καὶ ὑπὲρ αὐτῶν ὄνομα φέρεσθαι.” τοσαῦτα μὲν Βελισάριος ἔγραψε.

此外,普天下的人们必将给予你与此行径相称的名声,而这名声正随时等待着你抉择的两端;盖因统治者的作为如何,关于他们的声名必然亦是怎样。’贝利撒留便写了这些话。

§7.22.17

Τουτίλας δὲ πολλάκις ἀναλεξάμενος τὴν ἐπιστολὴν καὶ τῆς παραινέσεως ἐς τὸ ἀκριβὲς πεποιημένος τὴν μάθησιν, ἐπείσθη τε καὶ Ῥώμην εἰργάσατο ἄχαρι περαιτέρω οὐδέν. σημήνας τε Βελισαρίῳ τὴν αὑτοῦ γνώμην τοὺς πρέσβεις εὐθὺς ἀπεπέμψατο.

托提拉反复阅读了这封信函,并对其中的规劝作了详尽的体会,终于被说服,未再对罗马施加任何毁损。他向贝利撒留表明了自己的旨意后,立即遣回了使节。

§7.22.18

καὶ τοῦ μὲν στρατοῦ τὸ πλεῖστον μέρος Ῥώμης οὐ πολλῷ ἄποθεν, ἀλλ’ ὅσον ἀπὸ σταδίων εἴκοσι καὶ ἑκατὸν ἐς τὰ πρὸς δύοντα ἥλιον ἐνστρατοπεδευσαμένους ἐν χωρίῳ Ἀλγηδόνι3 ἐκέλευεν ἡσυχῆ μένειν, ὅπως δὴ μηδεμία ἐξουσία τοῖς ἀμφὶ Βελισάριον εἴη ἔξω πη τοῦ Πόρτου ἰέναι· αὐτὸς δὲ ξὺν τῷ ἄλλῳ στρατῷ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ᾔει.

他命令大部队在离罗马不远、向西约一百二十斯塔狄昂处一处名为阿尔吉杜斯的地方扎营,并严令他们静候,务使贝利撒留一众无法离开波尔图斯一步;他自己则率领其余部队迎击约翰与卢卡尼亚人。

§7.22.19

Ῥωμαίων μέντοι τοὺς μὲν ἐκ τῆς συγκλήτου βουλῆς ξὺν αὑτῷ εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ξύν τε γυναιξὶ καὶ παισὶν ἔστειλεν ἐς τὰ ἐπὶ Καμπανίας χωρία, ἐν Ῥώμῃ ἄνθρωπον οὐδένα ἐάσας, ἀλλ’ ἔρημον αὐτὴν τὸ παράπαν ἀπολιπών.

然而,对于元老院成员的罗马人,他将其带在身边,而将其余所有人连同妇孺尽皆遣送往坎帕尼亚的乡间,城内未留一人,使罗马完全沦为空城。

§7.22.20

Ἰωάννης δὲ Τουτίλαν οἱ ἐπιέναι μαθών, μένειν ἐπὶ τῆς Ἀπουλίας οὐκέτι ἠξίου, ἀλλ’ ἐς τὸν Δρυοῦντα δρόμῳ ἀφίκετο. τῶν τε πατρικίων οἱ ἐς Καμπανίαν ἀγόμενοι ἐς Λευκανοὺς πέμψαντες τῶν οἰκείων τινάς, Τουτίλα γνώμῃ, τοὺς σφετέρους ἀγροίκους ἐκέλευον μεθίεσθαι μὲν τῶν πρασσομένων, τοὺς δὲ ἀγροὺς γεωργεῖν ᾗπερ εἰώθεσαν· ἔσεσθαι γὰρ αὐτοῖς τἀγαθὰ ἀπήγγελλον τῶν κεκτημένων.4

约翰得知托提拉正向自己进发,认为不再适宜留驻阿普利亚,便疾驰赶赴许德卢斯。而被押解往坎帕尼亚的贵族们经托提拉应允,派遣了一些家奴前往卢卡尼亚人处,命令他们手下的农夫停止当前的战事,照旧耕种田地;他们宣告说,田产原主的财产都将归农夫所有。

§7.22.21

οἱ δὲ ἀπετάξαντο μὲν τοῦ Ῥωμαίων στρατοῦ, ἐν δὲ τοῖς ἀγροῖς ἡσυχῆ ἔμενον· Τουλλιανὸς δὲ φυγὼν ᾤχετο, καὶ οἱ τριακόσιοι Ἄνται παρὰ τὸν Ἰωάννην ἀναχωρεῖν ἔγνωσαν.

于是农人们脱离了罗马军队,静静留在田间;图利亚努斯仓皇出逃,那三百名安特斯人则决意撤往约翰处。

§7.22.22

οὕτω μὲν ἅπαντα τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου, πλὴν τοῦ Δρυοῦντος, αὖθις ὑποχείρια Γότθοις τε καὶ Τουτίλᾳ γέγονε. θαρσοῦντες δὲ ἤδη οἱ βάρβαροι καὶ κατὰ συμμορίας σκεδαννύμενοι περιῄεσαν κύκλῳ ἅπαντα.

就这样,伊奥尼亚湾内部除许德卢斯之外的所有地域,再度落入哥特人与托提拉的掌控之中。蛮族人此刻气焰嚣张,分散成小股队伍在周围四处游弋。

§7.22.23

ὅπερ Ἰωάννης μαθὼν τῶν οἱ ἑπομένων πολλοὺς ἐπ’ αὐτοὺς ἔπεμψεν. οἳ δὴ τοῖς πολεμίοις ἀπροσδόκητοι ἐπιπεσόντες πολλοὺς ἔκτειναν.

约翰得知此事后,派遣麾下众多部属前去对付他们;他们出其不意地袭击了敌军,斩杀了许多人。

§7.22.24

καὶ ἀπ’ αὐτοῦ δείσας ὁ Τουτίλας, ἅπαντάς τε τοὺς ξὺν αὑτῷ ἀγείρας, ἀμφὶ ὄρος τὸ Γάργανον, ὅπερ ἐν Ἀπουλίοις που μέσοις ἀνέχει, ἐν τῷ Ἀννίβαλος τοῦ Λίβυος χαρακώματι στρατοπεδευσάμενος ἡσυχῆ ἔμενεν.

托提拉为此大为惊骇,遂集结起身边所有的部队,扎营在阿普利亚中部耸立的加尔加努斯山一带、昔日利比亚人汉尼拔的工事遗址中,驻守按兵不动。

语法注4 条
  1. 7.22.14ἀπολωλεκὼς ἄν, ὦ βέλτιστε, εἴης

    由 ἄν 配合完成时主动态分词 ἀπολωλεκώς 与祈愿式 εἴης 构成的迂说法祈愿式(periphrastic optative),承接条件从句 ἢν μὲν οὖν νικῴης,表潜在推测或假想结果(即“你将毁灭/失掉的并非别人的,而是你自己的”)。

  2. 7.22.14προσέσται τὸ μηδὲν τοῦ ἔργου ἀπόνασθαι

    带冠词不定式短语 τὸ μηδὲν τοῦ ἔργου ἀπόνασθαι 作为将来时动词 προσέσται(源自 πρόσειμι,“附带,增加”)的语法主语。不定式 ἀπόνασθαι(源自 ἀπονίνημι,“获益,受惠”)支配属格 τοῦ ἔργου(“未从该举动中获得任何好处”)。

  3. 7.22.18ἐνστρατοπεδευσαμένους ἐν χωρίῳ Ἀλγηδόνι

    阳性宾格复数分词 ἐνστρατοπεδευσαμένους 与部分属格短语 τοῦ στρατοῦ τὸ πλεῖστον μέρος(军队的大部)所隐含的复数士兵发生意义上的一致(synesis),作为受 ἐκέλευεν 支配的不定式 μένειν 的宾格逻辑主语。

  4. 7.22.20ἔσεσθαι γὰρ αὐτοῖς τἀγαθὰ τῶν κεκτημένων

    间接引语中的宾格不定式结构。主语为受所有格 τῶν κεκτημένων(“原主人的”)修饰的紧缩形式 τἀγαθά(即 τὰ ἀγαθά,“产业、财物”),谓语由 ἔσεσθαι 与领有与格 αὐτοῖς 构成,意即“地主的财产将归他们所有”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.22.14-7.22.24