- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.22.1-7.22.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托提拉的部队在卢卡尼亚险要隘口被安特斯人与当地农夫联军击败,愤怒之余他动手拆毁罗马城墙并意图毁城,此时贝利撒留遣使致信劝阻他毁灭古都。
Ἐν ᾧ δὲ οἱ πρέσβεις οὗτοι ἐς Βυζάντιον καὶ αὖθις ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ ἐν Λευκανοῖς τάδε ξυνηνέχθη γενέσθαι.
在这些使节被遣往拜占庭并再度返回意大利之际,卢卡尼亚地区发生了如下事件。
Τουλλιανὸς τοὺς ἐκείνῃ ἀγροίκους ἀγείρας τὴν εἴσοδον στενοτάτην οὖσαν ἐφύλασσεν, ὅπως μὴ οἱ πολέμιοι κακουργήσοντες ἴοιεν ἐς τὰ ἐπὶ Λευκανίας χωρία.
图利亚努斯召集了当地的农人,把守着一处极狭窄的入口,以防敌人进入卢卡尼亚地区劫掠。
καὶ Ἄνται δὲ αὐτοῖς τριακόσιοι ξυνεφύλασσον, οὕσπερ Ἰωάννης ἐνταῦθα δεηθέντι Τουλλιανῷ ἀπολιπὼν πρότερον ἔτυχεν· ἀγαθοὶ γὰρ οἱ βάρβαροι οὗτοι μάχεσθαι ἐν δυσχωρίαις πάντων μάλιστα.
另有三百名安特斯人与他们一同防守,这正是先前约翰应图利亚努斯的恳求而留在此处的;盖因这些蛮族在险峻地形中作战最为擅长。
ἅπερ ἐπεὶ ὁ Τουτίλας ἔμαθε, Γότθους μὲν ἐς τὸ ἔργον καθεῖναι ἀξύμφορον ᾤετο εἶναι, ἀγροίκων δὲ πλῆθος ἀγείρας, Γότθων τε ξυμπέμψας αὐτοῖς ὀλίγους τινάς, ἐκέλευε τῆς εἰσόδου σθένει παντὶ ἀποπειρᾶσθαι.
托提拉获悉此事后,认为派遣哥特人执行此任务并无益处,于是聚集了大量农夫,并派少数哥特人随行,命令他们全力夺取隘口。
οἵπερ ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν, ὠθισμὸς μὲν ἀμφοτέρων πολὺς ἐγεγόνει, Ἄνται δὲ τῇ σφετέρᾳ ἀρετῇ, ἅμα δὲ καὶ τῆς δυσχωρίας σφίσι ξυλλαμβανούσης, ξὺν τοῖς ἀμφὶ Τουλλιανὸν ἀγροίκοις τοὺς ἐναντίους ἐτρέψαντο.
双方交战时,彼此厮杀推挤甚为激烈;但安特斯人凭借自身的英勇,加之地势险要之助,与图利亚努斯麾下的农夫一起击溃了敌人。
φόνος τε αὐτῶν ἐγεγόνει πολύς. Γνοὺς δὲ ταῦτα ὁ Τουτίλας ἔγνω Ῥώμην μὲν καθελεῖν ἐς ἔδαφος, τοῦ δὲ στρατοῦ τὸ μὲν πλεῖστον ἐνταῦθά πη ἀπολιπεῖν, τῷ δὲ ἄλλῳ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ἰέναι.
敌军死伤极众。托提拉得悉此事后,决定将罗马彻底夷平,将大部队留驻于该地附近,而率其余兵马迎击约翰与卢卡尼亚人。
τοῦ μὲν οὖν περιβόλου ἐν χώροις πολλοῖς τοσοῦτον καθεῖλεν ὅσον ἐς τριτημόριον τοῦ παντὸς μάλιστα. ἐμπιπρᾶν δὲ καὶ τῶν οἰκοδομιῶν τὰ κάλλιστά τε καὶ ἀξιολογώτατα ἔμελλε, Ῥώμην τε μηλόβοτον καταστήσεσθαι,1 ἀλλὰ Βελισάριος μαθὼν πρέσβεις τε καὶ γράμματα παρ’ αὐτὸν ἔπεμψεν.
于是,他在许多地方拆毁了城墙,其规模大约相当于全城的整个城垣的三分之一。他本打算纵火焚烧其中最秀丽、最宏伟的建筑,将罗马变为一片放羊牧场;但贝利撒留获悉此事后,派遣使节并致信于他。
οἵπερ ἐπειδὴ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, εἶπόν τε ὧν ἕνεκα ἥκοιεν καὶ τὰ γράμματα ἐνεχείρισαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι ἀνθρώπων ἂν φρονίμων εὑρήματα εἶεν2 καὶ πολιτικῶς βιοτεύειν ἐπισταμένων, ὄντα δὲ ἀφανίζειν τούς γε ἀξυνέτους εἰκὸς καὶ γνώρισμα τοῦτο τῆς αὑτῶν φύσεως οὐκ αἰσχυνομένους χρόνῳ τῷ ὑστέρῳ ἀπολιπεῖν.
使节们拜谒托提拉后,陈述了来意并呈交信函。信中写道:‘为原本无美的城市创造美好,当属明达且深谙城邦文明生活者的作为;而毁灭已有的美,则唯有愚昧无知且不知羞耻于将自身品性之标记遗留后世之人方才做得出来。
Ῥώμη μέντοι πόλεων ἁπασῶν, ὅσαι ὑφ’ ἡλίῳ τυγχάνουσιν οὖσαι, μεγίστη τε καὶ ἀξιολογωτάτη ὡμολόγηται εἶναι.
然而罗马已被公认为日光之下所有城市中最庞大且最卓绝者。
οὐ γὰρ ἀνδρὸς ἑνὸς ἀρετῇ εἴργασται οὐδὲ χρόνου βραχέος δυνάμει ἐς τόσον μεγέθους τε καὶ κάλλους ἀφῖκται, ἀλλὰ βασιλέων μὲν πλῆθος, ἀνδρῶν δὲ ἀρίστων συμμορίαι πολλαί, χρόνου τε μῆκος καὶ πλούτου ἐξουσίας ὑπερβολὴ τά τε ἄλλα πάντα ἐκ πάσης τῆς γῆς καὶ τεχνίτας ἀνθρώπους ἐνταῦθα ξυναγαγεῖν ἴσχυσαν.
它并非凭借一己之勇筑就,亦非依靠短促岁月之力便达到如此宏伟与优美的境地,而是众多的君王、大批卓越之士的群体、悠久的岁月以及巨量财富的积累,方得以将普天之下的万物与巧匠汇聚于此。
οὕτω τε τὴν πόλιν τοιαύτην, οἵανπερ ὁρᾷς, κατὰ βραχὺ τεκτηνάμενοι, μνημεῖα τῆς πάντων ἀρετῆς τοῖς ἐπιγενησομένοις ἀπέλιπον, ὥστε ἡ ἐς ταῦτα ἐπήρεια εἰκότως ἂν ἀδίκημα μέγα ἐς τοὺς ἀνθρώπους τοῦ παντὸς αἰῶνος δόξειεν εἶναι· ἀφαιρεῖται γὰρ τοὺς μὲν προγεγενημένους τὴν τῆς ἀρετῆς μνήμην, τοὺς δὲ ὕστερον ἐπιγενησομένους τῶν ἔργων τὴν θέαν.3
他们如此循序渐进地建造起如你所见般的城市,给后世留下了所有人德业的丰碑,因此向这些事物横加侵害,理应被视为对整个世代的人类犯下的弥天大罪;因其既剥夺了前人德业的记忆,又剥夺了后人生睹这些造物的眼福。
τούτων δὲ τοιούτων ὄντων ἐκεῖνο εὖ ἴσθι, ὡς δυοῖν ἀνάγκη τὸ ἕτερον εἶναι. ἢ γὰρ ἡσσηθήσῃ βασιλέως ἐν τῷδε τῷ πόνῳ, ἢ περιέσῃ, ἂν οὕτω τύχοι.
在这些事实面前,你应当深明此理:二者必居其一。盖在此番劳顿之中,你要么被皇帝击败,要么倘若运气使然,你将占得优势。’
- 7.22.7Ῥώμην τε μηλόβοτον καταστήσεσθαι
καταστήσεσθαι 为将来时中动体不定式,与前面的不定式 ἐμπιπρᾶν 并列并受 ἔμελλε 支配,表达托提拉‘企图使罗马沦为’该状态的意图。Ῥώμην 作直接宾语(宾格),μηλόβοτον 作宾语补足语(谓语性宾格),意为‘使罗马变为放羊的牧场’。
- 7.22.8Πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι ἀνθρώπων ἂν φρονίμων εὑρήματα εἶεν
本句主语为不带冠词的不定式短语 πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι,谓语为带有潜能希求法(optative with ἄν)的 εὑρήματα ἂν εἶεν。属格短语 ἀνθρώπων φρονίμων 修饰表语名词 εὑρήματα,意为‘明智之人的(创举/作为)’。后半句 ὄντα δὲ ἀφανίζειν τούς γε ἀξυνέτους εἰκός 则转变为无人称表语 εἰκός [ἐστι] 支配宾格加不定式结构(τούς γε ἀξυνέτους ... ἀφανίζειν)的对照句型。
- 7.22.12ἀφαιρεῖται γὰρ τοὺς μὲν προγεγενημένους τὴν τῆς ἀρετῆς μνήμην, τοὺς δὲ ὕστερον ἐπιγενησομένους τῶν ἔργων τὴν θέαν
动词 ἀφαιρέω 支配表示人与物的双重宾格(即‘剥夺某人的某物’)。前半句中的 τοὺς μὲν προγεγενημένους(表示人的宾格)与 τὴν τῆς ἀρετῆς μνήμην(表示物的宾格),同后半句中的 τοὺς δὲ ὕστερον ἐπιγενησομένους(表示人的宾格)与 τὴν θέαν(表示物的宾格,受前置属格 τῶν ἔργων 修饰)构成了极其工整的双宾格对应结构。
