← 普罗科皮乌斯

战史

§7.21.13-7.21.25

元老院议员获赦与托提拉遣使议和

托提拉严厉训斥罗马元老院议员,但在佩拉吉乌斯的求情下宽恕了他们,随后派佩拉吉乌斯等人出使查士丁尼皇帝议和;皇帝回复称对哥特和战全权由贝利撒留裁决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.21.13

καὶ ἀνεπυνθάνετο μὲν εἴ τι πρὸς Γότθων πάθοιεν αὐτοὶ κακὸν πώποτε.

他询问他们过去是否曾从哥特人那里遭受过任何伤害。

§7.21.14

λέγειν δὲ ἠνάγκαζεν, εἴ τι ἀγαθὸν σφίσι πρὸς Ἰουστινιανοῦ βασιλέως ξυμβαίνοι, καταλέγων ἐφεξῆς ἅπαντα, ὅτι δὴ τὰς μὲν ἀρχὰς ἀφῄρηντο σχεδόν τι ἁπάσας, πρὸς δὲ τῶν καλουμένων λογοθετῶν αἰκιζόμενοι λογισμοὺς ἐκτίνειν τῶν σφίσιν ἐς Γότθους πεπολιτευμένων ἀναγκασθεῖεν καὶ τῷ πολέμῳ κεκακωμένοι φόρους τοὺς δημοσίους οὐδέν τι ἐνδεέστερον ἢ ἐν τῇ εἰρήνῃ τοῖς Γραικοῖς φέροιεν· ἄλλα τε πολλὰ ἐνετίθει τῷ λόγῳ, ὅσα δεσπότην δυσμενῆ τοὺς δεδουλωμένους ὀνειδίζειν εἰκός.

他还强迫他们说明是否从查士丁尼皇帝那里得到过任何好处,并逐一列举事实:即他们几乎被剥夺了所有的官职;遭到所谓的计核官(logothetes)拷掠,被迫清偿他们在哥特人统治下施政的账目;饱受战乱之苦,向希腊人缴纳的公税却丝毫不逊于和平时期。他在讲话中还加入了许多其他话,皆为一个严苛的主子在责骂奴隶时常说之语。

§7.21.15

Ἡρωδιανόν τε αὐτοῖς ἐνδεικνύμενος καὶ τοὺς τὴν πόλιν αὐτῷ παραδόντας Ἰσαύρους “Ὑμεῖς μέν” ἔφη “ξύντροφοι Γότθοις γεγενημένοι οὐδὲ χῶρόν τινα ἔρημον ἐς τήνδε ἡμῖν ἐνδιδόναι τὴν ἡμέραν ἐγνώκατε, οἵδε δὲ ἡμᾶς Ῥώμῃ τε αὐτῇ καὶ Σπολιτίῳ ἐδέξαντο.

他向他们指着希罗狄安以及将城池献给他的伊苏利亚人,说道:“你们与哥特人一同长大,直到今日却决定连一块荒地也不肯让给我们;而这些人却在罗马本土和斯波莱蒂乌姆接纳了我们。

§7.21.16

διόπερ ὑμεῖς μὲν ἐν οἰκετῶν λόγῳ γεγένησθε, οὗτοι δὲ Γότθοις φίλοι τε, ὡς τὸ εἰκός, καὶ ξυγγενεῖς γεγενημένοι τὰς ὑμετέρας ἀρχὰς τὸ λοιπὸν ἕξουσιν.” οἱ μὲν οὖν πατρίκιοι ταῦτα ἀκούοντες σιωπῇ εἴχοντο. Πελάγιος δὲ Τουτίλαν ὑπὲρ ἀνδρῶν ἐπταικότων τε καὶ δεδυστυχηκότων παραιτούμενος οὐκέτι ἀνίει, ἕως αὐτοὺς φιλανθρωπίας ὑπόσχεσιν ποιησάμενος ἀπεπέμψατο.

因此,你们已沦落到了家仆的地位,而这些人则理所当然地成为了哥特人的朋友与亲族,今后将执掌你们的官职。”贵族们听闻此言皆默不作声。然而佩拉吉乌斯为这些犯错且身遭不幸的人向托提拉求情,始终不肯罢休,直到托提拉作出了宽恕的承诺并将他们遣离。

§7.21.18

Ἔπειτα δὲ Πελάγιόν τε καὶ τῶν ἐν Ῥώμῃ ῥητόρων ἕνα, Θεόδωρον ὄνομα, πρέσβεις ἐς βασιλέα Ἰουστινιανὸν ἔστειλεν, ὅρκοις αὐτοὺς δεινοτάτοις καταλαβών, ὅτι τε εὐνοίᾳ ἐς αὐτὸν χρήσονται καὶ ἀναστρέφειν ὅτι τάχιστα ἐς τὴν Ἰταλίαν ἐν σπουδῇ ἕξουσιν.

随后,托提拉派遣佩拉吉乌斯与罗马的一位名叫狄奥多罗斯的修辞学家出使查士丁尼皇帝,并让他们立下最庄严的誓言,保证效忠于他并尽力尽快返回意大利。

§7.21.19

ἐπέστελλέ τε αὐτοῖς τὴν εἰρήνην οἱ παντὶ σθένει παρὰ βασιλέως πορίζεσθαι,1 ὅπως δὴ μὴ αὐτὸς ἀναγκάζηται Ῥώμην ἐς ἔδαφος καθελὼν ξύμπασαν καὶ τοὺς ἐκ τῆς συγκλήτου διαφθείρας βουλῆς ἐς Ἰλλυριοὺς τὸν πόλεμον ἄγειν. καὶ γράμματα δὲ Ἰουστινιανῷ βασιλεῖ ἔγραψεν.

他还嘱托他们竭尽全力向皇帝为他争取和平,免得他被迫将整个罗马夷为平地,诛杀元老院成员,并将战火引向伊利里亚。此外,他还给查士丁尼皇帝写了一封信。

§7.21.20

ἤδη μὲν οὖν βασιλεὺς ἠκηκόει τὰ ἐν Ἰταλίᾳ ξυμπεπτωκότα. ἐπεὶ δὲ καὶ οἱ πρέσβεις παρ’ αὐτὸν ἦλθον, ἀπήγγειλάν τε ὅσα ὁ Τουτίλας σφίσιν ἐπέστελλε καὶ τὴν ἐπιστολὴν ἐνεχείρισαν.

此时皇帝已经获悉了在意大利发生的一切。当使节们来到他面前时,便转达了托提拉吩咐他们的一切,并呈递了信件。

§7.21.21

Ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ὅσα μὲν ἐν Ῥωμαίων τῇ πόλει γενέσθαι ξυνέβη, ἐπεὶ μεμαθηκέναι σε ἅπαντα οἶμαι, σιωπᾶν ἔγνωκα.

信中言道:“关于在罗马城所发生的一切,既然我相信你早已悉数知晓,我便决定保持缄默。

§7.21.22

ὧν δὲ ἕνεκα τοὺς πρέσβεις ἀπέσταλκα τούσδε αὐτίκα εἴσῃ. αἰτούμεθα τὰ ἐκ τῆς εἰρήνης καλὰ σέ τε προσίεσθαι αὐτὸν καὶ ἡμῖν ξυγχωρεῖν.

但我为何派遣这些使臣,你很快就会明白。我们请求你亲自接纳由和平带来的美好福祉,并将其恩准予我们。

§7.21.23

ὧνπερ μνημεῖά τε καὶ παραδείγματα κάλλιστα ἔχομεν Ἀναστάσιόν τε καὶ Θευδέριχον, οἳ βεβασιλεύκασι μὲν οὐ πολλῷ πρότερον, εἰρήνης δὲ καὶ ἀγαθῶν πραγμάτων ἅπαντα ἐνεπλήσαντο τὸν κατ’ αὐτοὺς χρόνον.

对于这些福祉,我们有阿纳斯塔修斯与狄奥多里克作为最美好的纪念与典范;他们于不久前在位统治,并使他们所处的整个时代充满了和平与繁荣。

§7.21.24

ἢν γάρ σοι ταῦτά ποτε βουλομένῳ εἴη,2 πατήρ τε ἂν ἐμὸς εἰκότως καλοῖο καὶ ξυμμάχους ἡμᾶς ἐφ’ οὓς ἂν βούλοιο τὸ λοιπὸν ἕξεις.” ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἀπενεχθέντα εἶδε, καὶ τοὺς λόγους τῶν πρέσβεων ἅπαντας ἤκουσεν, ἀπεπέμψατο αὐτοὺς αὐτίκα δὴ μάλα, τοῦτό τε μόνον αὐτοῖς ἀποκρινόμενος καὶ Τουτίλᾳ γράψας, ὅτι δὴ αὐτοκράτορα τοῦ πολέμου πεποίηται Βελισάριον, κύριός τε διὰ τοῦτο ἐκεῖνος εἴη τὰ πρὸς Τουτίλαν ὅπως βούλοιτο διοικήσασθαι.

因为若你何时中意于此,你理应被称为我的父亲,且自今而后你将拥有我们作为盟军,去对抗任何你所希望之人。”查士丁尼皇帝审阅了送来的这封信,并听取了使臣们的全部陈述后,立即将他们遣回,仅仅对他们作出答复并致信托提拉道:他已任命贝利撒留为战争的全权指挥官,因此贝利撒留全权决定如何按照自己的意愿处理与托提拉的关系。

语法注2 条
  1. 7.21.19τὴν εἰρήνην οἱ παντὶ σθένει παρὰ βασιλέως πορίζεσθαι

    代词 οἱ 为第三人称单数间接反身代词与格,指代主导动词 ἐπέστελλε 的主语托提拉(利益与格,“为他自身”)。不定式 πορίζεσθαι 的逻辑主语则是受命的使节们(αὐτοῖς)。

  2. 7.21.24ἢν γάρ σοι ταῦτά ποτε βουλομένῳ εἴη

    这是典型的 βουλομένῳ ἐστί μοι 惯用句式,人称代词与格(σοι)与分词(βουλομένῳ)一致,意为“若这合乎你的心愿/若你愿意如此”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.21.13-7.21.25