← 普罗科皮乌斯

战史

§7.21.1-7.21.12

托提拉训诫哥特军与痛斥元老院

托提拉向哥特全军发表演说,将往昔的溃败与当下的胜利归因于神基于是否恪守正义的裁决,敦促他们保持公正;随后他又召集罗马元老院议员,痛斥他们背信弃义、恩将仇报。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.21.1

Τῇ δὲ ὑστεραίᾳ Γότθους ἅπαντας ξυγκαλέσας ὁ Τουτίλας ἔλεξε τοιάδε· “Οὐ καινήν τινα οὐδὲ ἀγνῶτα ὑμῖν παραίνεσιν ποιησόμενος ἐνθάδε ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ξυνήγαγον, ἀλλ’ ἐκεῖνα ἐρῶν, ἅπερ ἐγὼ μὲν πολλάκις ἐς ὑμᾶς εἶπον, ὑμῖν δὲ αὐτὰ ἐνδεξαμένοις τὰ μέγιστα τῶν ἀγαθῶν ξυνηνέχθη γενέσθαι.

次日,托提拉召集全体哥特人,发表了如下讲话:“将士们,我把你们召集在此,并非要给你们什么新奇或陌生的规诫,而是要说出那些我曾多次对你们说过的话;而你们曾接纳了这些话,最美好的福分遂归于你们。

§7.21.2

μὴ τοίνυν τινὶ ὀλιγωρίᾳ διὰ τοῦτο ἐς τὴν παραίνεσιν τανῦν χρήσησθε.

因此,切勿因此而对眼下的规诫有任何轻慢。

§7.21.3

λόγων γὰρ τῶν ἐς εὐδαιμονίαν ἀγόντων κόρον οὐκ εἰκὸς ἀνθρώπῳ γενέσθαι, κἂν τῇ πολυλογίᾳ τις ἀποκναίειν δοκῇ· ἐπεὶ οὐδὲ πρὸς τὴν ἐξ αὐτῶν εὐεργεσίαν ἀπειπεῖν ἄξιον.

盖因引导人走向福祉的言辞,即便有人以其繁冗而似令人厌倦,人亦不当对此生出厌饫;因为弃绝由其所带来的恩泽绝非合理。

§7.21.4

λέγω δὲ ὅτι πρώην μὲν ἐς μυριάδας εἴκοσι μαχιμωτάτων ξυνιόντες στρατιωτῶν πλούτῳ τε ὑπερφυεῖ χρώμενοι καὶ ἵππων τε καὶ ὅπλων περιουσίαν τινά, ὡς ἔνι μάλιστα, ἐνδεικνύμενοι, καὶ γερόντων ξυνετωτάτων πολὺν ὅμιλον, ὅπερ τοῖς ἐς ἀγῶνας καθισταμένοις ξυμφορώτατον εἶναι δοκεῖ, πρὸς ἀνδρῶν ἑπτακισχιλίων Γραικῶν ἡσσηθέντες, τήν τε ἀρχὴν καὶ τὰ ἄλλα ξύμπαντα λόγῳ οὐδενὶ ἀφῃρήμεθα.

我指的是:往昔我们虽聚有二十万最为骁勇善战的士兵,坐拥绝大的财富,展示出至为充足的马匹与甲胄,并拥有一大群最为明达的长者——这对步入争战之人素被视为最有裨益——然而我们却被七千希腊人击败,无缘无故地被夺去了政权和其余一切。

§7.21.5

νῦν δ’ ἡμῖν ἐς ὀλίγους ἀπολειφθεῖσι γυμνούς τε καὶ οἰκτροὺς1 καὶ οὐδ’ ὁτουοῦν τῶν πάντων ἐμπείρους κρατεῖν τῶν πολεμίων πλέον ἢ δισμυρίων ὄντων τετύχηκε.

但如今,在我们只剩下寥寥数人、赤贫凄惨、对诸事一无经验之时,竟得以战胜了多达两万有余的敌军。

§7.21.6

τὰ μὲν οὖν πεπραγμένα συλλήβδην εἰπεῖν τοιαῦτά ἐστι· τὰς δὲ τῶν οὕτω ξυμβαινόντων αἰτίας ἐν εἰδόσιν ὑμῖν αὐτίκα δηλώσω· ὅτι Γότθοι μὲν πρότερον τῶν ἄλλων ἁπάντων περὶ ἐλάσσονος πεποιημένοι τὸ δίκαιον, ἔπρασσον ἔς τε ἀλλήλους καὶ τοὺς κατηκόους Ῥωμαίους ἀνόσια ἔργα, οἷς δή, ὡς τὸ εἰκός, ἠγμένος ὁ θεὸς ἐπ’ αὐτοὺς τότε ξὺν τοῖς πολεμίοις ἐστράτευσε.

所发生的事概括而言即是如此;而这些变故的根由,我立刻向早已有数的你们阐明:这就是哥特人从前将正义置于其余一切之下,对彼此以及治下的罗马人行不义之举,因而上帝理所当然被激怒,当时遂与敌人一同出兵征伐他们。

§7.21.7

καὶ διὰ ταῦτα πλήθει τε καὶ ἀρετῇ καὶ τῇ ἄλλῃ τοῦ πολέμου παρασκευῇ τῶν ἐναντίων παρὰ πολὺ ὑπεραίροντες δυνάμει τινὶ ἀφανεῖ τε καὶ ὡς ἥκιστα γινωσκομένῃ ἡσσήθημεν.

正因如此,我们虽在人数、勇武及其他一切战备上远胜对手,却被某种不可见亦不可测的力量所击溃。

§7.21.8

οὐκοῦν τὸ φυλάξαι τὰ ἀγαθὰ ἐφ’ ὑμῖν κείσεται, διασώζουσι δηλονότι τὸ δίκαιον. μεταβαλλομένοις γὰρ καὶ τὰ παρὰ τοῦ θεοῦ αὐτίκα δὴ μάλα πολέμια ἔσται.

因此,能否守住这些善果将取决于你们,前提显然是你们当恪守正义。因为若你们改变行径,来自上帝的作为亦将立刻变得具有敌意。

§7.21.9

οὐ γὰρ ἀνθρώπων γένει οὐδὲ φύσει ἐθνῶν ξυμμαχεῖν εἴωθεν, ἀλλ’ οἷς ἂν μᾶλλον ὁ τοῦ δικαίου λόγος τιμῷτο. πόνος τε οὐδεὶς αὐτῷ τἀγαθὰ ἐφ’ ἑτέρους μετενεγκεῖν.

盖因上帝素不与特定的人类血脉或民族特性结盟,而是与更尊崇正义之道者站在一起;且将福分转赐予他人,于祂而言亦非难事。

§7.21.10

ἀνθρώπῳ μὲν γὰρ τὸ μὴ ἀδικεῖν μόνον ἐν γνώμῃ ἐστί, θεῷ δὲ ξύμπαντα ἐν τῇ ἐξουσίᾳ πέφυκε κεῖσθαι.

因为对人而言,唯有不行不义存于心意之中,而对上帝而言,万物依其本性皆处在其权能之内。

§7.21.11

φημὶ τοίνυν ὑμᾶς χρῆναι τὴν δικαιοσύνην ἔς τε ἀλλήλους καὶ τοὺς κατηκόους τηρεῖν. ταὐτὸν γὰρ ἂν εἴη λέγειν τὴν εὐημερίαν ἐς ἀεὶ διασώζεσθαι.”

故此我认为,你们无论在彼此之间还是对待臣属之人,都必须恪守正义;因为这无异于说,你们的昌盛将永世得以长存。”

§7.21.12

Τοσαῦτα ὁ Τουτίλας ἐς τοὺς Γότθους εἰπὼν καὶ τοὺς ἐκ τῆς Ῥωμαίων βουλῆς ξυγκαλέσας πολλὰ ὠνείδισέ τε καὶ ἐκάκισεν, οἳ δὴ πολλὰ πρός τε Θευδερίχου καὶ Ἀταλαρίχου ἀγαθὰ πεπονθότες, ἐπί τε τῆς ἀρχῆς ἁπάσης αὐτοὶ ἐς ἀεὶ καταστάντες καὶ τήν τε πολιτείαν διοικησάμενοι, πλούτου τε περιβεβλημένοι μέγα τι χρῆμα, εἶτα ἐς Γότθους τοὺς εὐεργέτας πολλῇ ἀγνωμοσύνῃ ἐχόμενοι, ἐς ἀπόστασίν τε οὐ δέον ἐπὶ τῷ σφετέρῳ πονηρῷ ἴδοιεν2 καὶ τοὺς Γραικοὺς ἐπὶ τῇ πατρίδι ἐπαγάγοιντο, προδόται σφῶν αὐτῶν ἐκ τοῦ αἰφνιδίου γεγενημένοι.

托提拉向哥特人说了这番话后,又召集了罗马元老院的议员们,对他们百般斥责与痛骂;盖因他们从狄奥多里克与阿塔拉里克那里蒙受了诸多恩惠,自己始终执掌全权统御国政,坐拥巨额财富,随后却对其恩主哥特人抱持极大的忘恩负义,不当地走向自取其祸的背叛,引希腊人入境攻打祖国,竟骤然沦为了背叛自身的叛徒。

语法注2 条
  1. 7.21.5γυμνούς τε καὶ οἰκτροὺς

    此处形容词使用宾格,充当不定式 κρατεῖν 的逻辑主语/表语,尽管此前与主动词 τετύχηκε 搭配的是与格结构(ἡμῖν ἐς ὀλίγους ἀπολειφθεῖσι)。虽然语法上亦可依附与格作 γυμνοῖς...,但此处句式转换为带不定式的宾格结构。

  2. 7.21.12ἐς ἀπόστασίν τε οὐ δέον ἐπὶ τῷ σφετέρῳ πονηρῷ ἴδοιεν

    关系从句(οἳ δή...)中的祈愿语气 ἴδοιεν(以及 ἐπαγάγοιντο)是由主句表谴责的过去时动词(ὠνείδισέ τε καὶ ἐκάκισεν)所引发的间接引语祈愿语气(斜态祈愿),用以转述托提拉对元老院议员所加指控的具体内容与罪责。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.21.1-7.21.12