- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.20.15-7.20.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊苏利亚人与哥特士兵破除阿西纳里亚门的锁具引托提拉全军入城,罗马守军与市民大举逃亡或避入圣彼得大教堂。在珀拉吉乌斯的恳求下,托提拉制止了对罗马市民的杀戮,允许军队劫掠财物,但严加庇护以鲁斯蒂基亚娜为首的贵族妇女使其免遭凌辱。
οἵπερ, ἐπειδὴ ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καταβαίνουσι μὲν ἐς πύλας τὰς Ἀσιναρίας, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, καὶ τό τε ξύλον πελέκεσι διαφθείρουσιν ᾧπερ ἐνέρσει τοίχου ἑκατέρου ἐναρμοσθέντι1 τὰς πύλας ἐπιζευγνύναι εἰώθεσαν, τά τε σιδήρια ξύμπαντα οἷς δὴ τὰς κλεῖς ἀεὶ οἱ φύλακες ἐμβαλλόμενοι ἔκλειόν τε τὰς πύλας καὶ κατὰ τὴν χρείαν ἀνέῳγον.
他们进到城垣之内,在全无阻拦的情况下下到阿西纳里亚门前,用斧头砍断了原先嵌在两侧墙壁凹槽中用以栓门的横木,并毁坏了守卫平日插钥以锁闭和视需要开启城门的所有铁制锁具。
οὕτω δὲ τὰς πύλας ἀναπετάσαντες, ᾗπερ ἐβούλοντο, τῇ πόλει Τουτίλαν τε καὶ τὸν Γότθων στρατὸν οὐδενὶ πόνῳ ἐδέξαντο. Τουτίλας δὲ αὐτοὺς ἐνταῦθα ἐς ἕνα χῶρον ξυναγαγὼν σκεδάννυσθαι οὐδαμῆ εἴασεν· ἔδεισε γὰρ μή τις ἐνέδρα πρὸς τῶν πολεμίων σφίσι ξυμβαίνῃ ταραχῆς δέ, ὡς τὸ εἰκός, τῇ πόλει καὶ θορύβου ἐπιπεσόντος οἱ μὲν πλεῖστοι τῶν Ῥωμαίων στρατιωτῶν διὰ πύλης ἑτέρας ξὺν τοῖς ἄρχουσιν ἔφευγον, ὥς πη ἑκάστῳ εὐπετὲς γέγονεν, ὀλίγοι δέ τινες ξὺν Ῥωμαίοις τοῖς ἄλλοις ἐς τὰ ἱερὰ καταφεύγουσι.
他们就这样按其所愿大开城门,毫不费力地将托提拉与哥特大军迎入城内。然而托提拉将他们聚集于该处一地,绝不允许他们散开;盖因他担心遭到敌军的设伏。正如所料,城中顿时陷入混乱与骚动,大部罗马士兵随同将领们从另一座城门逃跑,各循便宜之路,仅有少数人随其余罗马市民避入各圣所之中。
τῶν δὲ πατρικίων Δέκιος καὶ Βασίλειος ξὺν ἑτέροις τισὶν ʽἵπποι γὰρ σφίσι παρόντες ἔτυχον’ ξὺν τῷ Βέσσα φυγεῖν ἴσχυσαν.
贵族之中,德基乌斯与巴西利乌斯及其他数人,因恰好手头备有马匹,得以随贝萨斯一同逃脱。
Μάξιμος δὲ καὶ Ὀλύβριος καὶ Ὀρέστης καί τινες ἄλλοι ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν ἔφυγον. τοῦ μέντοι δήμου πεντακοσίους ἄνδρας ἀνὰ πᾶσαν τὴν πόλιν ἀπολελεῖφθαι ξυνέπεσεν, οἵπερ ἐς τὰ ἱερὰ κατέφυγον μόλις.
马克西穆斯、奥利布里乌斯、奥雷斯特斯及其他数人则逃往使徒彼得的圣堂。至于平民,全城总共只落得五百人,他们勉强逃入了各圣所。
τῶν γὰρ ἄλλων ἁπάντων οἱ μὲν ἀπιόντες ἤδη πρότερον ἐς ἑτέρας ᾤχοντο χώρας, οἱ δὲ τῷ λιμῷ διεφθάρησαν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται. πολλοὶ μὲν οὖν Τουτίλᾳ νύκτωρ ἤγγελλον ὅτι δὴ Βέσσας τε καὶ οἱ πολέμιοι φεύγουσιν. ὁ δὲ χαρίεντα τὸν λόγον αὐτοὺς εἰρηκέναι εἰπὼν οὐκ εἴα διώκειν.
盖因其余所有人中,一部分早先已前往他乡,另一部分则如我前文所述死于饥荒。夜间有许多人向托提拉报告贝萨斯与敌军正在逃跑。他却宣称他们所报乃是悦人之辞,不许追击。
τί γὰρ ἂν ἥδιον ἀνθρώπῳ γένοιτο, ἔφη, πολεμίων φευγόντων;
他说道:世间对人而言,岂有比敌人逃跑更可喜之事?
Ἐπειδὴ δὲ ἡμέρα τε ἦν ἤδη καὶ οὐδεμία ἔτι ἐνέδρας τινὸς ὑποψία ἐλέλειπτο, Τουτίλας μὲν ἐς τὸν Πέτρου νεὼν τοῦ ἀποστόλου εὐξόμενος ᾔει, Γότθοι δὲ τοὺς παραπεπτωκότας διέφθειρον.
迨及天已破晓,对伏兵的任何疑虑皆荡然无存,托提拉遂前往使徒彼得的圣堂祈祷,而哥特人则一路诛戮撞见之人。
ἀπέθανόν τε τούτῳ τῷ τρόπῳ τῶν μὲν στρατιωτῶν ἓξ καὶ εἴκοσι, τοῦ δὲ δήμου ἑξήκοντα. ἐπεὶ δὲ ὁ Τουτίλας ἀφίκετο ἐς τὸ ἱερόν, Πελάγιος αὐτῷ ἐς ὄψιν ἦλθε τὰ Χριστιανῶν λόγια2 ἐν ταῖς χερσὶ φέρων, παντί τε τρόπῳ τὴν ἱκεσίαν προτεινόμενος “Φείδου τῶν σῶν, ὦ δέσποτα” εἶπε.
士兵中有二十六人以此方式丧生,平民则死了六十人。当托提拉抵达圣所时,珀拉吉乌斯手捧基督徒的圣经来到他面前,极尽祈求之能事说道:主人,宽恕你的人吧。
καὶ ὃς ἐπιτωθάζων τε καὶ ἐνδιαθρυπτόμενος ἔφη “Νῦν με, ὦ Πελάγιε, ἱκετεύσων ἐλήλυθας.” “Ὅτε με” ὁ Πελάγιος ἀπεκρίνατο “δοῦλον σὸν ὁ θεὸς εἶναι πεποίηκεν.
托提拉带着讥诮与傲慢的神态说道:珀拉吉乌斯,你如今倒来哀求我了。珀拉吉乌斯答道:正当上帝使我成为你的奴仆之时。
ἀλλὰ δούλων τῶν σῶν τὸ λοιπόν, ὦ δέσποτα, φείδου.” ταύτην ὁ Τουτίλας τὴν ἱκεσίαν δεξάμενος ἀπεῖπε Γότθοις μηδένα τὸ λοιπὸν ἀποκτιννύναι τῶν πάντων Ῥωμαίων, ἀλλὰ τῶν χρημάτων αὐτῷ μὲν τὰ τιμιώτατα ἐξελεῖν, τὰ δὲ ἄλλα σφίσιν αὐτοῖς κατ’ ἐξουσίαν ληΐζεσθαι.
然而,主人,从今往后请宽恕你的奴仆们吧。托提拉接纳了这番哀求,禁止哥特人今后杀害任何一个罗马人,但下令将财物中最贵重的归于他自己,其余则任由他们随意劫掠。
Πολλὰ μὲν οὖν ἐν ταῖς πατρικίων οἰκίαις εὗρε, πάντων δὲ μάλιστα οὗπερ ὁ Βέσσας κατέλυε. τὰς γὰρ ἀνοσίας, ὥς γε δεδήλωται, τοῦ σίτου τιμὰς ὁ κακοδαίμων Τουτίλᾳ ἤθροιζεν.
于是他在贵族们的宅邸中寻获了大批财物,尤以贝萨斯驻宿之处为甚。盖如前所述,这恶运缠身之人一直在为托提拉积聚倒卖粮食的不义之财。
οὕτω τε περιέστη τοῖς τε ἄλλοις Ῥωμαίοις καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καὶ οὐχ ἥκιστα Ῥουστικιανῇ, τῇ Βοετίου μὲν γαμετῇ γενομένῃ, παιδὶ δὲ Συμμάχου, καὶ τὴν οὐσίαν ἀεὶ τοῖς δεομένοις προϊεμένῃ, δούλων τε καὶ ἀγροίκων ἀμπεχομένοις ἱμάτια, πρὸς τῶν πολεμίων ἄρτον ἢ ἄλλο τι τῶν ἀναγκαίων αἰτουμένοις βιοῦν.3
其余罗马人、元老院议员,尤其是波爱修斯的妻子兼西马库斯之女鲁斯蒂基亚娜——她此前素来将家财施舍给困乏之人——竟沦落到这般境地:身着奴隶与乡民的衣衫,靠向敌军乞求面包或其他生活必需品度日。
ἔς τε τὰς οἰκίας περιιόντες καὶ τὰς θύρας ἐς ἀεὶ κόπτοντες τροφὴν διδόναι σφίσιν ἐδέοντο, οὐ φέροντος αὐτοῖς αἰσχύνην τοῦ ἔργου.
他们挨家挨户巡行,不住敲门乞求赐予食粮,此举于他们亦无甚羞耻。
Καὶ Γότθοι μὲν Ῥουστικιανὴν κτείνειν ἐν σπουδῇ ἐποιοῦντο, ἐπικαλοῦντες ὅτι δὴ χρήματα προϊεμένη τοῖς τοῦ Ῥωμαίων στρατοῦ ἄρχουσι τὰς Θευδερίχου εἰκόνας διαφθείρειε, τοὺς φόνους ἀμυνομένη Συμμάχου τε τοῦ πατρὸς καὶ Βοετίου τοῦ ξυνοικήσαντος.
哥特人极欲杀死鲁斯蒂基亚娜,指控她向罗马军队将领馈赠钱财以毁坏狄奥多里克的雕像,以此为其父西马库斯与丈夫波爱修斯的惨遭杀害复仇。
Τουτίλας δὲ οὐδὲν ἄχαρι παθεῖν αὐτὴν ξυνεχώρησεν, ἀλλ’ αὐτήν τε καὶ τὰς ἄλλας ἁπάσας ὕβρεως ἐκτὸς διεφύλαξε, καίπερ Γότθων ἐς κοίτην ὡς μάλιστα ἐφιεμένων αὐταῖς ξυνελθεῖν.
托提拉却不容她遭受任何伤害,将她及所有其他妇女置于凌辱之外严加保护,尽管哥特人极欲与她们同榻媾合。
διόπερ αὐτῶν οὐδεμιᾷ ἐς τὸ σῶμα ὑβρίσθαι ξυνέβη οὔτε ἀνδρὶ ξυνοικούσῃ οὔτε παρθένῳ ἢ χήρᾳ οὔσῃ, μέγα τε κλέος ἐπὶ σωφροσύνῃ ἐκ τούτου τοῦ ἔργου Τουτίλας ἔσχε.
因此,她们当中绝无一人肉体受辱,无论是已婚之妇、处女还是寡妇;托提拉亦因这一善行以克制自持赢得了崇高的美誉。
- 7.20.15ᾧπερ ἐνέρσει τοίχου ἑκατέρου ἐναρμοσθέντι
关系代名词 ᾧπερ 为与格,与被动分词 ἐναρμοσθέντι 一致,先行词为前文的中性名词 τό ... ξύλον(横木)。名词 ἐνέρσει 为方式/手段与格(“通过插入”),修饰该分词;属格 τοίχου ἑκατέρου 作 ἐνέρσει 的客体属格(“插入两侧墙壁”)。整句描述了将横木嵌入两壁凹槽中作门闩的构造。
- 7.20.23τὰ Χριστιανῶν λόγια
中性复数名词 τὰ λόγια(神谕、圣言)后接领属属格 Χριστιανῶν,在早期基督教及拜占庭文献中指代“基督徒的圣书”,即福音书或圣经。此处描写珀拉吉乌斯手捧福音书面见托提拉请罪乞降的场景。
- 7.20.27οὕτω τε περιέστη ... βιοῦν
动词 περιέστη(περιίστημι 的第二不定过去时直说语气主动态第三人称单数)作非人称用法,统领与格短语(τοῖς τε ἄλλοις Ῥωμαίοις ... Ῥουστικιανῇ)以及伴随的分词(ἀμπεχομένοις, αἰτουμένοις),最终导向表示结果的不定词 βιοῦν。此惯用句式表示“对于……而言,事态竟落到不得不以……方式度日的境地”。
