- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.20.1-7.20.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于贝萨斯的贪婪与懈怠,罗马城防形同虚设;把守阿西纳里亚门的伊苏利亚守卒遂暗通托提拉,筹划献城。
Βέσσας τε τὸν σῖτον ἔτι μᾶλλον ἀπεμπολῶν ἐπλούτει, πρυτανευούσης αὐτῷ τὰς τιμὰς τῆς τῶν δεομένων ἀνάγκης.1 καὶ ὅλος εἰς μέριμναν τὴν περὶ ταῦτα ἐσπουδακὼς οὔτε φυλακῆς τοῦ περιβόλου οὔτε ἄλλου ὁτουοῦν ἀσφαλείας πέρι ἐπεμελεῖτο, ἀλλὰ ἀναπεπτωκέναι μὲν τῶν στρατιωτῶν τοῖς γε βουλομένοις ἐξῆν,2 φυλακτήριον δὲ ὀλίγων τινῶν ἐν τοῖς τείχεσιν ἦν, καὶ τοῦτο δὲ ἀπημελημένον ὡς μάλιστα.
贝萨斯通过倒卖粮食越发致富,需要者穷蹙的困境为其左右着价格。他一心扑在这桩营生上,既不关心城防守备,也不顾及任何其他安全事务;相反,士兵中凡愿偷安懈怠者皆得其便,城堞上的守卫仅有寥寥数人,即便这少数守备亦被荒废至极。
οἷς γὰρ ἀεὶ τὴν φυλακὴν ἐπικεῖσθαι ξυνέβαινε, πολλὴ ἐξουσία τοῦ καθεύδειν ἐγίνετο, ἐπεὶ οὐδεὶς αὐτοῖς ἐφειστήκει, ὅστις ἂν καὶ λόγον τινὰ τοῦ τοιούτου ποιοῖτο· οὐδὲ περιιόντες τινὲς κύκλῳ τῶν περιβόλων, ᾗπερ εἰώθει, διερευνᾶσθαι τοὺς φύλακας ὅ τί ποτε ποιοῦσιν ἠξίουν, οὐ μὴν οὐδέ τις τῶν οἰκητόρων αὐτοῖς ξυμφυλάσσειν ἠδύνατο.
盖因轮值担负守卫之责者皆有充裕的自由去睡眠,因并无任何监察之人立于其上过问此类行径;亦无人照常沿城垣巡行以查验守卫所为,更无任何城中居民能与他们一同守城。
ὀλίγοι τε γὰρ κομιδῆ ἐνταῦθα, ὥσπερ μοι ἐρρήθη, ἐλείποντο καὶ αὐτοὶ τῷ λιμῷ ὑπερφυῶς κεκακωμένοι.
正如前文所述,城中留存者极少,且他们自身亦为饥荒折磨得羸弱不堪。
Τέσσαρες οὖν Ἴσαυροι, ἀμφὶ πύλην Ἀσιναρίαν φυλακὴν ἔχοντες, τηρήσαντες τῆς νυκτὸς τὸν καιρὸν ἐν ᾧ τοῖς μὲν αὐτῶν ἐχομένοις καθεύδειν ἐπέβαλλεν, αὐτοῖς δὲ ἡ φυλακὴ τοῦ ἐκείνῃ τείχους ἐπέκειτο, κάλως τε ἐκ τῶν ἐπάλξεων ἀναρτήσαντες ἄχρι ἐς τὸ ἔδαφος ἐξικνουμένους, καὶ τούτων χερσὶν ἀμφοτέραις λαβόμενοι ἔξω τοῦ περιβόλου ἐγένοντο καὶ παρὰ Τουτίλαν ἀφικόμενοι δέξασθαι τῇ πόλει αὐτόν τε ὡμολόγουν καὶ τὸν Γότθων στρατόν· δυνατοὶ γὰρ εἶναι τοῦτο ποιεῖν ἰσχυρίζοντο οὐδενὶ πόνῳ.
于是,在阿西纳里亚门一带值守的四名伊苏利亚人窥伺夜间时机——此时邻近的值守者正当入睡,而该段城墙的防守恰落在他们身上——他们从女墙上悬下直垂地面的绳索,双手攀附而下,潜至城墙之外,来到托提拉处,许诺将他及哥特全军迎入城内;他们断言自己能不费吹灰之力办成此事。
καὶ ὃς χάριτας σφίσιν ἁδρὰς ἕξειν ὁμολογήσας, ἤνπερ ἐπιτελῆ ταῦτα ποιήσωσι, κυρίους τε αὐτοὺς καταστήσεσθαι χρημάτων μεγάλων, δύο τῶν ἑπομένων ξὺν αὐτοῖς ἔπεμψε κατασκεψομένους τὸν χῶρον ὅθεν οἱ ἄνθρωποι Γότθοις ἔφασκον ἐς τὴν πόλιν ἐσιτητὰ εἶναι.
托提拉许诺若他们促成此事,必重重有赏,并使其坐拥巨资,遂遣两名随从随其同往,以侦察那些人声称哥特人可据以入城的地点。
οἵπερ ἐπειδὴ παρὰ τὸ τεῖχος ἀφίκοντο, τῶν καλωδίων λαβόμενοι ἀνέβαινον ἐς τὰς ἐπάλξεις, οὐδενὸς ἐνταῦθα ἢ φθεγγομένου ἢ τῶν ποιουμένων αἴσθησιν ἔχοντος.
二人抵城墙下,攀索而上直抵女墙,其间无一人发声,亦无人察觉此间作为。
ἐπειδή τε ἐνταῦθα ἐγένοντο, τοῖς βαρβάροις οἱ Ἴσαυροι πάντα ἐδείκνυον, ὡς ἀνιέναι μὲν βουλομένοις οὐδὲν ἂν ἐμπόδιον εἴη, ἀνελθοῦσι δὲ πολλὴ ἂν ἐξουσία γένοιτο σφίσιν, οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος, ταῦτά τε αὐτοὺς ἀπαγγέλλειν Τουτίλᾳ κελεύσαντες ἀπεπέμψαντο.
及至城上,伊苏利亚人向蛮族展示一切,指明登城者绝无阻碍,且登城后在绝无人抵抗的情况下可任其自便;他们嘱咐随从将这些情况回报托提拉,遂将其遣回。
Ἅπερ ἐπεὶ ὁ Τουτίλας ἤκουσεν, ἥσθη μέν πως τῇ ἀγγελίᾳ, ὑποψίᾳ δὲ καὶ ὣς ἐς τοὺς Ἰσαύρους ἐχόμενος οὐ λίαν αὐτοῖς πιστεύειν ἠξίου.
托提拉闻报,虽对消息颇感欣喜,然对伊苏利亚人仍心存疑虑,未敢轻信。
ἡμέραις τε οὐ πολλαῖς ὕστερον αὖθις οἱ ἄνθρωποι παρ’ αὐτὸν ἧκον, ἐπὶ τὴν πρᾶξιν παρακαλοῦντες. καὶ ὃς ἑτέρους δύο ξὺν αὐτοῖς ἔπεμψεν, ἐφ’ ᾧ καὶ αὐτοὶ ἐς τὸ ἀκριβὲς ἅπαντα διερευνησάμενοι ἀπαγγείλωσιν.3
数日后,这些人再度前来见他,催促施行其计。托提拉遂另遣二人同往,以便他们亦能严密侦明一切后回报。
οἱ δὲ ἐς αὐτὸν ἐπανήκοντες ἅπαντα ὁμοίως τοῖς προτέροις ἤγγελλον. ἐν τούτῳ δὲ Ῥωμαῖοι στρατιῶται πολλοὶ ἐπὶ κατασκοπῇ στελλόμενοι τῆς πόλεως οὐ πολλῷ ἄποθεν Γότθοις δέκα ὁδῷ ἰοῦσιν ἐνέτυχον, οὓς δὴ ἑλόντες παρὰ τὸν Βέσσαν εὐθὺς ἄγουσι.
二人归来,所报情形与前人一般无二。在此期间,众多受命出巡侦察的罗马士兵在距城不远处遇上在道路上行进的十名哥特人,随即将他们擒获并立送至贝萨斯面前。
καὶ ὁ μὲν ἀνεπυνθάνετο τούτων δὴ τῶν βαρβάρων ὅ τί ποτε ὁ Τουτίλας διανοοῖτο, οἱ δὲ Γότθοι ἐν ἐλπίδι ἔφασαν εἶναι τῶν τινας σφίσιν Ἰσαύρων ἐνδώσειν τὴν πόλιν· ἤδη γὰρ ἔκπυστος ὁ λόγος ἐς τῶν βαρβάρων πολλοὺς ἐγεγόνει.
贝萨斯向这些蛮族讯问托提拉究竟有何企图,哥特人则答称,他们正指望某些伊苏利亚人将城池献出;盖因这一风声已在蛮族大众中传开。
ἀλλὰ καὶ ταῦτα Βέσσας τε καὶ Κόνων ἀκούσαντες ἔν τε πολλῇ ὀλιγωρίᾳ ἔσχον καὶ αὐτῶν ἐντροπὴν οὐδεμίαν πεποίηντο. καὶ τρίτον οἱ Ἴσαυροι Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐς τὸ ἔργον τὸν ἄνδρα ἐνῆγον.
然而贝萨斯与科农闻得此言,亦等闲视之,未加任何提防。随后伊苏利亚人第三次拜谒托提拉,敦促其付诸行动。
ὁ δὲ ἄλλους τε ξὺν αὐτοῖς ἔπεμψε καὶ τῶν αὐτῷ κατὰ γένος προσηκόντων τινά, οἵπερ ἐς αὐτὸν ἐπανήκοντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἐς τὴν πρᾶξιν ἐπέρρωσαν.
托提拉遂遣他人及自身的一名亲族同往;他们返回后将实情备细回报,促使其决意行事。
Τουτίλας δέ, ἐπειδὴ τάχιστα νὺξ ἐγεγόνει, ἅπαν ἡσυχῆ ἐξοπλίσας τὸ στράτευμα ἐπῆγεν ἀμφὶ πύλην Ἀσιναρίαν. καὶ τέσσαρας τῶν ἐν Γότθοις ἀνδρίας τε καὶ ἰσχύος πέρι εὖ ἡκόντων ξὺν τοῖς Ἰσαύροις διὰ τῶν βρόχων ἀναβαίνειν ἐς τὰς ἐπάλξεις ἐκέλευεν, ἐς ἐκεῖνον δηλονότι τῆς νυκτὸς τὸν καιρὸν ἐς ὃν τούτοις δὴ τοῖς Ἰσαύροις ἡ φυλακὴ τοῦ ταύτῃ τείχους ὕπνον ἐκ περιτροπῆς τῶν ἄλλων αἱρουμένων ἐπέβαλεν.4
夜幕甫一降临,托提拉便令全军悄然全副武装,引军逼近阿西纳里亚门。他命哥特人中英勇与力量最为出众的四人跟随伊苏利亚人,借绳套攀上女墙——这显然正值夜间的那个时刻,即其他守卒轮番入睡,而此处城墙的守备恰由这几名伊苏利亚人轮值掌管之时。
- 7.20.1πρυτανευούσης αὐτῷ τὰς τιμὰς τῆς τῶν δεομένων ἀνάγκης
属格独立结构。动词 πρυτανεύω 在此作比喻用法,意为“支配、操纵”,整句意为“穷蹙者的困境为其左右着价格”,揭示饥民迫切的需求使得贝萨斯得以随意操纵居奇。
- 7.20.1ἀναπεπτωκέναι μὲν τῶν στρατιωτῶν τοῖς γε βουλομένοις ἐξῆν
非人称动词 ἐξῆν(……是允许的)接完成时不定式 ἀναπεπτωκέναι(懈怠、松弛),其逻辑主语为与格分词短语 τοῖς γε βουλομένοις,前置属格 τῶν στρατιωτῶν 为部分属格,修饰分词,意为“士兵中凡愿偷安者皆得其便”。
- 7.20.9ἐφ’ ᾧ καὶ αὐτοὶ ἐς τὸ ἀκριβὲς ἅπαντα διερευνησάμενοι ἀπαγγείλωσιν
惯用句式 ἐφ’ ᾧ 引导不定过去式虚拟语气(ἀπαγγείλωσιν),表条件或目的,意为“在……条件下 / 以便……”,明确了托提拉派遣斥候时所附带的条件与指令。
- 7.20.14ἐς ἐκεῖνον δηλονότι τῆς νυκτὸς τὸν καιρὸν ἐς ὃν τούτοις δὴ τοῖς Ἰσαύροις ἡ φυλακὴ τοῦ ταύτῃ τείχους ὕπνον ἐκ περιτροπῆς τῶν ἄλλων αἱρουμένων ἐπέβαλεν
修饰主句动词 ἐκέλευεν 的时间介词短语 ἐς ἐκεῖνον... τὸν καιρόν 之后接关系从句 ἐς ὃν ... ἐπέβαλεν。在关系从句内部,ἡ φυλακή 为动词 ἐπέβαλεν 的主语,支配与格 τούτοις... τοῖς Ἰσαύροις,句中嵌套了独立属格结构 ὕπνον ἐκ περιτροπῆς τῶν ἄλλων αἱρουμένων(当其他人轮流睡眠之时)。
