← 普罗科皮乌斯

战史

§7.19.18-7.19.34

焚毁哥特木塔与伊萨克违令导致的战局逆转

贝利萨留以火攻焚毁哥特木塔并即将突破防线,然而留守波尔图斯的伊萨克擅自出击被俘,贝利萨留误以为后方据点失守而仓皇撤军,随后痛心重病。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.19.18

ἤδη δὲ καὶ ἐκ τῶν χαρακωμάτων ἐξαναστάντες ἐπὶ τὴν γέφυραν δρόμῳ ἐχώρουν. Τότε δὴ Βελισάριος τὰς ἀκάτους, ἐφ’ ὧν οἱ ὁ πύργος πεποίηται, ὡς ἀγχοτάτω ἀγαγὼν θατέρου τῶν πολεμίων πύργου, ὃς δὴ ἐπὶ τῆς κατὰ τὸν Πόρτον ὁδοῦ ἐπ’ αὐτὸ τοῦ ποταμοῦ τὸ ὕδωρ εἱστήκει, ἐκέλευε τὸν λέμβον ὑφάψαντας ὕπερθεν τῶν πολεμίων τοῦ πύργου ῥίπτειν.

此时敌军亦从壁垒中杀出,奔向桥梁。于是贝利萨留将其上建有木塔的驳船尽量移近敌军双塔中的一座——即位于通往波尔图斯道路旁、正立于河水之上的那座——命人点燃小舟,自上方抛向敌军的塔楼。

§7.19.19

καὶ Ῥωμαῖοι μὲν κατὰ ταῦτα ἐποίουν. ἐμπεσὼν δὲ τῷ πύργῳ ὁ λέμβος αὐτόν τε αὐτίκα μάλα ἐνέπρησε καὶ ξὺν αὐτῷ Γότθους ἅπαντας, ἐς διακοσίους μάλιστα ὄντας.

罗马军依令行事。小舟坠落在木塔上,瞬间将其点燃,并将塔内的全部哥特人尽数烧死,约有两百人之众。

§7.19.20

ἐκαύθη δὲ καὶ Ὅσδας σὺν αὐτοῖς, ὃς αὐτῶν ἦρχε, Γότθων ἁπάντων μαχιμώτατος ὤν. θαρσήσαντες δὲ ἤδη Ῥωμαῖοι τοὺς ἐκ τῶν χαρακωμάτων ἐπιβεβοηθηκότας βαρβάρους ἔτι μᾶλλον ἢ πρότερον ἔβαλλον.

统领他们的奥斯达斯亦一同被烧死,他本是全体哥特人中最英勇善战者。罗马人士气大振,较先前更加猛烈地射击从壁垒中赶来增援的蛮族。

§7.19.21

οἱ δὲ καταπεπληγμένοι τοῖς ξυμπεσοῦσι στρέψαντες τὰ νῶτα, ὡς ἕκαστός πη ἠδύνατο, ἐς φυγὴν ὥρμηντο· τῆς τε γεφύρας Ῥωμαῖοι ἥπτοντο καὶ αὐτὴν ἔμελλον αὐτίκα μάλα διαφθείραντες πρόσω ἰέναι, ἔς τε Ῥώμην κομίζεσθαι οὐδενὸς ἔτι ἀντιστατοῦντος.

蛮族为眼前的惨剧所震慑,纷纷转身,各自尽其所能狼狈逃窜。罗马军控制了桥梁,正准备立即将其摧毁并向前推进,在无人阻拦的情况下开进罗马。

§7.19.22

ἀλλ’ ἐπεὶ οὐκ ἦν ταῦτα βουλομένῃ τῇ τύχῃ,1 τῶν τινος φθονερῶν δαιμόνων μηχανὴ γέγονεν, ἣ τὰ Ῥωμαίων πράγματα ἔφθειρε τρόπῳ τοιῷδε.

然而,由于命运不愿让此事成就,某个善妒的恶灵遂生奸计,以如下方式败坏了罗马人的大业。

§7.19.23

Ἐν ᾧ τὰ στρατόπεδα τῇδε, ᾗπερ ἐρρήθη, ἐφέρετο, ἐν τούτῳ τις φήμη ἐπὶ πονηρῷ τῷ Ῥωμαίων ἐς Πόρτον ἐλθοῦσα περιήγγελλεν, ὡς νικῴη μὲν Βελισάριος, ἀνέλοιτο δὲ τὴν ἅλυσιν, διαφθείρας τοὺς ταύτῃ βαρβάρους, καὶ τὰ ἄλλα, ἅπερ μοι ἔμπροσθεν εἴρηται.

正当两军如前所述在此交战之际,一个对罗马人极为不利的传闻传至波尔图斯,宣称贝利萨留已经获胜,在全歼当地蛮族后清除了铁链,以及我此前所述的诸般捷报。

§7.19.24

Ἰσαάκης δὲ ταῦτα ἀκούσας οὐκέτι οἷός τε ἦν ἐν αὑτῷ μένειν, ἀλλὰ κλέους τοῦδε μεταλαχεῖν ἐν σπουδῇ εἶχε. τάς τε Βελισαρίου ἐντολὰς ἀλογήσας, ὅτι τάχιστα ἐς τὴν ἑτέραν τοῦ ποταμοῦ ὄχθην ἀπιὼν ᾤχετο.

伊萨克闻讯后便再也按捺不住自己,急欲分得一份战功荣耀。他无视贝利萨留的告诫,以最快速度赶赴河流对岸。

§7.19.25

καὶ τῶν στρατιωτῶν, οὕσπερ ἐνταῦθα Βελισάριος καταστησάμενος ἔτυχεν, ἱππεῖς ἐπαγόμενος ἑκατὸν ἐπὶ τὸ τῶν πολεμίων χαράκωμα ἤλαυνεν, οὗ Ῥουδέριχος ἦρχεν, ἀνὴρ ἀγαθὸς τὰ πολέμια.

他从贝利萨留留驻当地的部队中带走了一百名骑兵,直奔敌军壁垒,该处由精于战事的勇将鲁德里克统领。

§7.19.26

ἐπελθών τε ἐκ τοῦ αἰφνιδίου τοῖς ἐκείνῃ βαρβάροις ἄλλους τέ τινας καὶ Ῥουδέριχον ὑπαντιάσαντα ἔπληξεν.

他出其不意地突袭了该处的蛮族,击伤了迎战的鲁德里克以及其他数人。

§7.19.27

οἱ δὲ Γότθοι εὐθὺς λιπόντες τὸ στρατόπεδον ὑπεχώρησαν, ἢ πλῆθος πολεμίων ὑποτοπήσαντες ἀμφὶ τὸν Ἰσαάκην ὄπισθεν εἶναι, ἢ τοὺς ἐναντίους ἐξαπατῶντες, ὅπως δὴ αὐτούς, ὅπερ ἐγένετο, ἑλεῖν δύνωνται.

哥特人随即弃营后撤,或是疑心伊萨克背后尚有大队敌军,或是佯败以诱敌深入,以便能够如后来所发生的那样擒获他们。

§7.19.28

Οἱ μὲν οὖν ξὺν τῷ Ἰσαάκῃ εἰσδύσαντες ἐς τὸ τῶν πολεμίων χαράκωμα τόν τε ἄργυρον ὅσπερ ἐνταῦθα ἔκειτο καὶ τὰ ἄλλα χρήματα ἥρπαζον.

跟随伊萨克的人于是冲入敌营壁垒,掠夺留存在那里的白银和其他财物。

§7.19.29

ἀναστρέψαντες δὲ αὐτίκα οἱ Γότθοι πολλοὺς μὲν κτείνουσι τῶν ἐναντίων, ζῶντα δὲ Ἰσαάκην ξὺν ἑτέροις τισὶν οὐ πολλοῖς εἷλον. ἥκοντές τε ἱππεῖς παρὰ Βελισάριον δρόμῳ ἀγγέλλουσιν ὅτι δὴ ἔχοιτο πρὸς τῶν πολεμίων Ἰσαάκης.

但哥特人旋即回师反击,斩杀众多敌军,并将伊萨克与少数随从生擒。骑兵飞驰至贝利萨留处,报告伊萨克已陷于敌手。

§7.19.30

Βελισάριος δὲ καταπλαγεὶς οἷς ἠκηκόει καὶ οὐ διερευνησάμενος ὁποίᾳ ποτὲ μηχανῇ Ἰσαάκης ἁλῴη, ἀλλ’ οἰόμενος τόν τε Πόρτον καὶ τὴν γυναῖκα ἀπολωλέναι καὶ ἅπαντα διεφθάρθαι σφίσι τὰ πράγματα ἄλλο τε οὐδὲν ἀπολελεῖφθαι ὀχύρωμα, ὅποι ἂν καταφυγόντες τὸ λοιπὸν σώζοιντο, ἐς ἀφασίαν ἐμπέπτωκεν οὐ γεγονὸς αὐτῷ πρότερον τοῦτό γε.

贝利萨留闻讯大惊失色,未及查明伊萨克究竟因何变故被俘,便认定波尔图斯与其妻已然沦陷,己方的全部事业尽数付诸东流,再无任何可供逃生避难的堡垒,遂陷入了前所未有的茫然失语状态。

§7.19.31

διὸ δὴ κατὰ τάχος ὀπίσω ὑπῆγε τὸ στράτευμα, ὡς ἐπιθησόμενος μὲν ἀτάκτοις ἔτι τοῖς πολεμίοις οὖσιν, ἀνασωσόμενος δὲ πάσῃ μηχανῇ τὸ χωρίον. Οὕτω μὲν ὁ Ῥωμαίων στρατὸς ἐνθένδε ἄπρακτοι ἀνεχώρησαν.2

因此他急速率军后撤,企图趁敌军阵脚未稳发起突袭,并竭尽全力夺回该地。罗马军就这样劳而无功地从该地撤退了。

§7.19.32

ἐν δὲ τῷ Πόρτῳ γενόμενος Βελισάριος, τήν τε Ἰσαάκου μανίαν ἔγνω καὶ τῆς οὐ δέον οἱ αὐτῷ ξυμβάσης ταραχῆς3 ᾔσθετο, τῷ τε τῆς τύχης ἐναντιώματι περιώδυνος γεγονὼς ἐνόσει τὸ σῶμα.

贝利萨留抵波尔图斯后,方知伊萨克的狂妄盲动,并意识到自己陷入了完全不必要的惊慌失措之中;他因这命运的沉重打击而痛心疾首,身染重疾。

§7.19.33

πυρετὸς γὰρ ἐπιγενόμενος ἐς χρόνου μῆκος ὑπερφυῶς τε αὐτὸν ἠνία καὶ ἐς κίνδυνον θανάτου ἦγεν.

高烧随之而起,长久地折磨着他,甚至使他陷入濒死的险境。

§7.19.34

ἡμέραιν δὲ δυοῖν ὕστερον Ῥουδερίχῳ τε ξυνέβη τελευτῆσαι τὸν βίον καὶ ὁ Τουτίλας περιαλγήσας τῇ ξυμφορᾷ τὸν Ἰσαάκην διέφθειρε.

两天后,鲁德里克死去;托提拉为这一不幸深感悲痛,遂将伊萨克处死。

语法注3 条
  1. 7.19.22οὐκ ἦν ταῦτα βουλομένῃ τῇ τύχῃ

    与格名词(τῇ τύχῃ)与分词(βουλομένῃ)连用并作动词 εἰμί 的补足成分,构成表示“符合某人之意/随某人之愿”的古典希腊语惯用句型(关涉与格)。本句加否定词 οὐκ,意为“命运不愿促成此事”。

  2. 7.19.31ὁ Ῥωμαίων στρατὸς ἐνθένδε ἄπρακτοι ἀνεχώρησαν

    按意义一致的意合构拟(constructio ad sensum)。单数集合名词主语 ὁ Ῥωμαίων στρατός 支配了复数谓语形容词 ἄπρακτοι 和复数谓语动词 ἀνεχώρησαν。

  3. 7.19.32τῆς οὐ δέον οἱ αὐτῷ ξυμβάσης ταραχῆς

    短语 οὐ δέον(源自非人称动词的宾格绝对分词短语,用作副词,意为“不当地/毫无必要地”)以定语位置嵌于冠词 τῆς 与分词 ξυμβάσης 之间,修饰名词 ταραχῆς。οἱ αὐτῷ 为强调性与格,意为“发生在他自己身上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.19.18-7.19.34