← 普罗科皮乌斯

战史

§7.1.33-7.1.49

维塔利乌斯战败与伊尔迪巴杜斯遇刺

维塔利乌斯试图遏制势力日盛的伊尔迪巴杜斯却惨遭大败。此后伊尔迪巴杜斯因妻子间的矛盾谋杀了重臣乌莱亚斯,最终自己也遭到亲卫韦拉斯刺杀,战争的第六年随之落幕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1.33

ἐκέρδαινον. τῶν δὲ στρατιωτῶν τά τε τραύματα καὶ τοὺς κινδύνους τῇ τῶν λογισμῶν μικρολογίᾳ παρὰ δόξαν ἠμείβετο. διὸ δὴ οἵ τε Ἰταλιῶται Ἰουστινιανῷ βασιλεῖ δύσνοι ἐγένοντο καὶ τῶν στρατιωτῶν οὐδεὶς ἔτι ἐς κίνδυνον πολέμου καθίστασθαι ἤθελεν, ἀλλ’ ἐθελοκακοῦντες ἐπὶ μέγα χωρεῖν ἐποίουν ἀεὶ τοῖς πολεμίοις τὰ πράγματα.

因为他们从中谋取了私利。此外,他竟以查账时的吹毛求疵,出人意料地回报士兵们所负的创伤与冒受的危险。因此,意大利人对查士丁尼皇帝心生怨恨,士兵中也再无人愿意投身战阵涉险,而是借由故意怠惰,使敌方的声势始终大为增长。

§7.1.34

Οἱ μὲν οὖν ἄλλοι ἄρχοντες διὰ ταῦτα ἡσυχῆ ἔμενον, Βιτάλιος δὲ μόνος ʽἔτυχε γὰρ ἐν Βενετίοις ἄλλο τε πλῆθος στρατιᾶς ἔχων καὶ βαρβάρων Ἐρούλων πολύν τινα ὅμιλον’ διὰ μάχης ἐλθεῖν Ἰλδιβάδῳ ἐτόλμησε, δείσας, ὅπερ ἐγένετο, μὴ ἐπὶ μέγα δυνάμεως χρόνῳ τῷ ὑστέρῳ αὐτὸν ἥκοντα οὐκέτι ἀναστέλλειν οἷοί τε ὦσι.

其余将领因此按兵不动,唯有维塔利乌斯一人——因为他恰好在威尼提亚统领着另一支大军以及相当数量的赫鲁利蛮族部众——敢于同伊尔迪巴杜斯交战,他所畏惧的正是后来实际发生之事,即唯恐对方在日后势力坐大时,他们将再也无法加以遏制。

§7.1.35

μάχης δὲ καρτερᾶς ἀμφὶ πόλιν Ταρβήσιον γενομένης Βιτάλιος παρὰ πολὺ ἡσσηθεὶς ἔφυγεν, ὀλίγους μέν τινας σώσας, τοὺς δὲ πολλοὺς αὐτοῦ ἀπολέσας. ἐν ταύτῃ τῇ μάχῃ Ἔρουλοί τε πολλοὶ πίπτουσι καὶ Οὐίσανδος ὁ τῶν Ἐρούλων ἀρχηγὸς θνήσκει.

在塔尔贝西乌姆城附近展开了一场激战,维塔利乌斯惨败溃逃,虽保全了少数人,却将大多数部属丧弃在当地。在这场战斗中,许多赫鲁利人阵亡,赫鲁利人的首领维桑杜斯亦战死。

§7.1.36

Θευδιμοῦνδος δὲ ὁ Μαυρικίου τοῦ Μούνδου υἱός, μειράκιον ὢν ἔτι, ἐς κίνδυνον μὲν θανάτου ἦλθεν, ὅμως δὲ ξὺν Βιταλίῳ διέφυγεν. Ἰλδιβάδου τε ὄνομα ἐκ τοῦ ἔργου τούτου παρά τε βασιλέα ἦλθε καὶ πάντας ἀνθρώπους.

蒙杜斯之子毛里基乌斯的儿子修迪蒙杜斯当时虽仍是一介少年,陷入了死亡的危险,但最终仍与维塔利乌斯一同逃脱。伊尔迪巴杜斯的名声也因这一战绩传至皇帝处以及天下众人耳中。

§7.1.37

Ὕστερον δὲ Οὐραΐαν Ἰλδιβάδῳ προσκεκρουκέναι ξυνέπεσεν ἀπ’ αἰτίας τοιᾶσδε. ἦν τῷ Οὐραΐᾳ γυνὴ πλούτῳ τε καὶ σώματος κάλλει τὰ πρωτεῖα φερομένη ἐν τούτοις δὴ τοῖς βαρβάροις πασῶν μάλιστα.

此后,乌莱亚斯因如下缘故与伊尔迪巴杜斯产生了嫌隙。乌莱亚斯有一位妻子,在财富与身姿美貌上冠绝这些蛮族的所有妇人。

§7.1.38

αὕτη ἐς τὸ βαλανεῖον κατῆλθέ ποτε, κόσμου τε περιβεβλημένη πολύ τι χρῆμα καὶ θεραπείαν ἐπαγομένη λόγου πολλοῦ ἀξίαν.

一次她前往公共浴场,周身佩戴着极为奢华的饰物,并携带着声势浩大、引人瞩目的侍从。

§7.1.39

τήν τε Ἰλδιβάδου γυναῖκα ἐν ἱματίοις λιτοῖς ἐνταῦθα ἰδοῦσα, οὔτε ὡς ξυνοικοῦσαν βασιλεῖ προσεκύνησεν, ἀλλὰ καὶ ἄλλως ὑπεριδοῦσα ἐς αὐτὴν ὕβρισεν. ἔτι γὰρ Ἰλδίβαδος πενίᾳ ξυνῆν ὡς ἥκιστα βασιλικοῖς ἐντυχὼν χρήμασι.

她在那里见到伊尔迪巴杜斯的妻子身着朴素的便服,不仅未曾像对待国王配偶那样向其行跪拜礼,反而投以轻蔑的目光加以侮辱。因为伊尔迪巴杜斯由于极少得到王家财宝,彼时依然过着清贫的生活。

§7.1.40

περιαλγὴς δὲ γενομένη τῆς ὕβρεως τῇ ἀτοπίᾳ τοῦ Ἰλδιβάδου γυνή, παρά τε τὸν ἄνδρα δεδακρυμένη ἦλθε καί οἱ ἀμῦναι τὰ ἀνήκεστα πρὸς τῆς Οὐραΐου γυναικὸς παθούσῃ ἠξίου.1

伊尔迪巴杜斯的妻子对这般过分的羞辱深感痛心,满含泪水来到丈夫面前,要求他为在乌莱亚斯妻子手中遭受这等无可挽回之事的自己报仇雪恨。

§7.1.41

διὸ δὴ τὰ μὲν πρῶτα Ἰλδίβαδος Οὐραΐαν ἐς τοὺς βαρβάρους διέβαλεν, ὡς δὴ ἐς τοὺς πολεμίους αὐτομολεῖν μέλλοι, ὀλίγῳ δὲ ὕστερον δόλῳ ἔκτεινε καὶ ἀπ’ αὐτοῦ ἐς τὸ Γότθων ἔχθος ἐνέπεσε.

因此,伊尔迪巴杜斯起初在蛮族人中诬陷乌莱亚斯,声称他意图叛逃投敌,不久之后便施诡计将其杀害,他也因此招致了哥特全族的憎恨。

§7.1.42

βουλομένοις γὰρ αὐτοῖς ὡς ἥκιστα ἦν2 οὕτως ἀνεπισκέπτως Οὐραΐαν ἐξ ἀνθρώπων ἀφανισθῆναι. πολλοί τε ἤδη ἐν σφίσιν αὐτοῖς ξυνιστάμενοι Ἰλδιβάδῳ ἅτε ἀνόσια εἰργασμένῳ ἐλοιδοροῦντο. τίσασθαι μέντοι τούτου δὴ τοῦ φόνου αὐτὸν οὐδεὶς ἤθελεν.

因为他们绝不愿意看到乌莱亚斯如此草率地被除去性命。许多人随即私下串联,痛骂伊尔迪巴杜斯做出了大逆不道之事;然而,却无人愿意为这桩谋杀亲自向他实施报复。

§7.1.43

Ἦν δέ τις ἐν αὐτοῖς Οὐέλας, Γήπαις μὲν γένος, ἐς δὲ τὸ τῶν βασιλέως δορυφόρων ἀξίωμα ἥκων.

但在他们之中有一名叫作韦拉斯的人,出身盖皮德族,已晋升至国王卫士的显职。

§7.1.44

οὗτος ἀνήρ, μνησθεὶς γυναικὸς εὐπρεποῦς τὴν ὄψιν, ἐξαίσιόν τινα ἔρωτα ἤρα, ἐσταλμένου δὲ αὐτοῦ ἐπὶ τοὺς πολεμίους, ἐφ’ ᾧ τινα ποιοίη3 ξὺν ἑτέροις τισὶν ἐπ’ αὐτοὺς ἔφοδον, τὴν μνηστὴν ἑτέρῳ τῶν βαρβάρων τινὶ Ἰλδίβαδος, εἴτε ἀγνοίᾳ εἴτε τῳ ἄλλῳ ἠγμένος, ξυνῴκισεν.

此人曾与一位容貌姣好的女子订婚,对她怀有非同寻常的炽烈爱意;但在他受遣开赴敌前、以便同其他一些人对敌人发起突袭期间,伊尔迪巴杜斯不知是出于无知还是受其他缘由驱使,竟将这位未婚妻改嫁给了另一名蛮族男子。

§7.1.45

ὡς δὲ ταῦτα ἐκ τοῦ στρατοπέδου ἐπανήκων Οὐέλας ἤκουσε, θυμοειδὴς ὢν φύσει, τὴν ἐκ τοῦ ἔργου ὕβριν οὐκ ἤνεγκεν, ἀλλὰ αὐτίκα κτεῖναι Ἰλδίβαδον ἔγνω, χαριεῖσθαι Γότθοις ἅπασι ταύτῃ οἰόμενος. καί ποτε αὐτὸν Γότθων τοὺς ἀρίστους ἑστιῶντα τηρήσας τῇ ἐπιβουλῇ ἐπεχείρησεν.

韦拉斯从军营归来获悉此事,因生性烈性,无法忍受这桩行径带来的奇耻大辱,遂立即决意除掉伊尔迪巴杜斯,他自以为如此行事便能讨好全体哥特人。有一次,他窥伺到国王正在宴请哥特贵要之机,便着手施行其密谋。

§7.1.47

ἀριστῶντα γὰρ τὸν βασιλέα πολλούς τε ἄλλους καὶ τοὺς δορυφόρους περιίστασθαι νόμος. ὁ μὲν οὖν τὴν χεῖρα ἐπιβαλὼν ἐς τὰ βρώματα ἐπὶ τῆς στιβάδος πρηνὴς ἔκειτο, Οὐέλας δὲ αὐτοῦ ἄφνω τῷ ξίφει τὸν τράχηλον παίει. ὥστε, τῶν βρωμάτων ἔτι ἐχομένων ἐν τοῖς τοῦ ἀνθρώπου δακτύλοις, ἡ κεφαλὴ εἰς τὴν τράπεζαν καταρραγεῖσα ἐξέπληξέ τε καὶ ἐς θάμβος τι μέγα τοὺς παρόντας ἤνεγκεν ἅπαντας.

因为依照惯例,国王进餐时,其他许多人及卫士皆须侍立在侧。正当国王趴伏在卧榻之上、伸手去取食物之时,韦拉斯突然拔剑砍向他的颈项;以致在食物仍捏在那人手指之间的情形下,头颅便已跌落在餐桌之上,令在场的所有人惊骇万分并陷入巨大的震惊之中。

§7.1.49

αὕτη μὲν τίσις Ἰλδίβαδον περιῆλθε τοῦ Οὐραΐα φόνου. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἕκτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

伊尔迪巴杜斯因谋害乌莱亚斯便遭到了这般的报应。冬季行将结束,普罗科匹厄斯所著的这场战争的第六个年头也就此告终。

语法注3 条
  1. 7.1.40καί οἱ ἀμῦναι τὰ ἀνήκεστα πρὸς τῆς Οὐραΐου γυναικὸς παθούσῃ ἠξίου

    动词 ἀμύνω 在表示“为……复仇”时,以与格(οἱ)表示复仇所维护的受益者,而与之呼应的分词 παθούσῃ(πάσχω)则支配表示所受损害的宾格(τὰ ἀνήκεστα)及表示加害者的 πρός 加属格。

  2. 7.1.42βουλομένοις γὰρ αὐτοῖς ὡς ἥκιστα ἦν

    此为古典希腊语中表示意愿的分词与格与系词 εἶναι 连用的惯用句式(βουλομένῳ ἐστί),意为“顺应某人之意/某人愿意”。此处加上最高级副词 ὡς ἥκιστα,表示“绝非他们所愿/他们极不情愿”。

  3. 7.1.44ἐφ’ ᾧ τινα ποιοίη

    连词 ἐφ' ᾧ 在此引出目的或条件(“以便/以……为条件”)。由于主句语境处于过去时态(由属格独立结构 ἐσταλμένου 决定),从属节依从过去次生时态而采用了希求语气(ποιοίη)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.1.33-7.1.49