- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.19.1-7.19.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留为解救罗马饥荒,精心构筑驳船浮塔与轻型船队沿台伯河逆流而上,并巩固了波尔图斯的防务,而城内的贝萨斯却因囤积居奇倒卖粮食而不肯出兵策应。罗马军击溃守军并破除了河上铁索,向哥特军据守的桥梁木塔展开强攻。
Δείσας οὖν Βελισάριος ἀμφὶ τοῖς πολιορκουμένοις, μή τι ἀνήκεστον δράσωσι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, ὅτῳ δὴ τρόπῳ τὰ ἐπιτήδεια ἐς Ῥώμην εἰσκομίζειν διενοεῖτο.
于是贝利萨留为城中受围困者担忧,唯恐他们因物资匮乏而做出无可挽回的极端举动,便反复思量以何种方式将必需品运入罗马。
καὶ ἐπεὶ δύναμιν ἀξιόμαχον πρός γε τοὺς πολεμίους οὐδαμῆ εἶχεν, ὥστε μάχῃ ἐν τῷ πεδίῳ πρὸς αὐτοὺς1 διακρίνεσθαι, πρότερον ἐπενόει τάδε.
由于他绝无足以在平原决战中与敌军一决胜负的对等兵力,便首先构想了如下计策。
ἀκάτους δύο ἐσάγαν εὐρείας ζεύξας τε καὶ λίαν ἐς ἀλλήλας ξυνδήσας, πύργον ξύλινον ἐπ’ αὐταῖς ἐτεκτήνατο, πολλῷ καθυπέρτερον τῶν τοῖς πολεμίοις ἐν τῇ γεφύρᾳ πεποιημένων.
他将两艘极宽的驳船并联并极其牢固地捆扎在一起,在其上建造了一座木塔,远远高出敌军在桥上所建的木塔。
ξυμμετρησάμενος γὰρ αὐτοὺς ἐς τὸ ἀκριβὲς ἔτυχε πρότερον, πέμψας τῶν οἱ ἑπομένων τινάς, οἵπερ εἰς τοὺς βαρβάρους αὐτόμολοι δῆθεν τῷ λόγῳ ἐστέλλοντο.
因为他此前曾派遣若干侍从,名义上装作投诚者前往蛮族军中,早已将敌方木塔的尺寸精准测定。
δρόμωνάς τε διακοσίους τείχεσι ξυλίνοις περιβαλὼν ἐς Τίβεριν καθῆκε, πανταχόθι τῶν ξυλίνων τειχῶν τρυπήματα ποιησάμενος, ὅπως δὴ βάλλειν τοὺς πολεμίους ἐνθένδε σφίσι δυνατὰ εἴη. σῖτόν τε οὖν καὶ ἄλλα τῶν ἐπιτηδείων πολλὰ τοῖς δρόμωσι τούτοις ἐνθέμενος στρατιωτῶν αὐτοὺς τῶν μαχιμωτάτων ἐπλήρου.
他又用木制护壁环护了两百艘轻型战船并放入台伯河中,在木壁各处凿出射孔,以便己方能从中射击敌军。他在这些战船上装载了粮食及大量其他物资,并让最善战的军士登满船只。
στρατιώτας δὲ ἄλλους πεζούς τε καὶ ἱππεῖς ἑκατέρωθεν ἐν χωρίοις ἐχυροῖς τισιν ἀμφὶ τὰς τοῦ Τιβέριδος ἐκβολὰς ἔστησεν, οὓς δὴ ἐκέλευσε μένειν τε αὐτοῦ καί, ἢν τῶν πολεμίων τινὲς ἐπὶ τὸν Πόρτον ἴωσι, διακωλύειν δυνάμει τῇ πάσῃ.
此外,他将步兵与骑兵等其余士兵部署在台伯河口附近的两岸的几处险要据点,命他们留驻当地,若有敌军进犯波尔图斯,务必竭全力阻截。
τὸν δὲ Ἰσαάκην ἐς τὸν Πόρτον ἐσαγαγὼν τήν τε πόλιν καὶ τὴν γυναῖκα παρέδωκε καὶ εἴ τι ἄλλο ἐνταῦθα ἔχων ἐτύγχανε. καί οἱ ἐπέστελλε μηδεμιᾷ ἐνθένδε μηχανῇ ἀπαλλάσσεσθαι, μηδ’ ἢν Βελισάριον πύθηται πρὸς τῶν πολεμίων ἀπολωλέναι, ἀλλὰ τῆς φυλακῆς ἐς ἀεὶ ἔχεσθαι, ὅπως, ἤν τι σφίσιν ἐναντίωμα ὑπαντιάσῃ, ἕξουσιν ὅπη διαφυγόντες σωθήσονται.
随后他将伊萨克带入波尔图斯,将该城、自己的妻子以及在该处所拥有的一切尽数交付于他。他告诫伊萨克绝不可借任何缘由擅离该处,即便获悉贝利萨留阵亡于敌手亦不可擅动,而应始终坚守防线,以便一旦己方遭遇挫折,能有一处逃生避难之所。
ὀχύρωμα γὰρ ἄλλο ταύτης δὴ τῆς χώρας οὐδαμῆ εἶχον, ἀλλὰ πάντα σφίσι πανταχόσε πολέμια ἦν.
因为他们在此地别无其他坚固堡垒,四方处处皆为敌境。
Αὐτὸς δὲ ἐς ἕνα τῶν δρομώνων ἐσβὰς τοῦ τε στόλου ἡγεῖτο καὶ τὰς ἀκάτους ἐφέλκειν ἐκέλευεν, οὗ δὴ τὸν πύργον ἐτύγχανε τεκτηνάμενος. τοῦ δὲ πύργου ὕπερθεν λέμβον τινὰ ἔθετο, πίσσης τε καὶ θείου καὶ ῥητίνης αὐτὸν ἐμπλησάμενος καὶ τῶν ἄλλων ἁπάντων ὅσα δὴ τοῦ πυρὸς βρῶσις ὀξυτάτη γίνεσθαι πέφυκε.
贝利萨留亲自登上一艘战船统领船队,并下令拖曳那两艘驳船,即他建造了木塔的那两艘船。他在木塔顶端安置了一艘小舟,装满沥青、硫磺、松脂以及一切极易助长火势的引火之物。
κατὰ δὲ τὴν ἑτέραν τοῦ ποταμοῦ ὄχθην, ἥ ἐστιν ἐκ τοῦ Πόρτου ἐς Ῥώμην ἰόντι ἐν δεξιᾷ, καὶ πεζὸς παραβεβοηθήκει στρατός.
在河流的另一岸,即自波尔图斯前往罗马者右侧的那一岸,陆军部队亦随行策应。
πέμψας δὲ καὶ παρὰ Βέσσαν τῇ προτεραίᾳ ἐκέλευε τῇ ἐπιγενησομένῃ ἡμέρᾳ πολλῷ στρατῷ ἐπεξιόντα ξυνταράξαι τὰ τῶν πολεμίων στρατόπεδα, ὅπερ οἱ καὶ πρότερον ἐπιστείλας πολλάκις ἤδη ἐτύγχανεν.
他在前一日亦曾派人前往贝萨斯处,命其于次日率大军杀出以扰乱敌营,而这本是他此前便已屡次下令之举。
ἀλλὰ Βέσσας οὔτε πρότερον οὔτε ἐν ταύτῃ τῇ μάχῃ ἐπιτελῆ ποιεῖν τὰ ἐπαγγελλόμενα ἔγνω.
然而贝萨斯无论在此前还是在此役中,皆无意执行所受的指令。
ἔτι γάρ οἱ μόνῳ τι τοῦ σίτου ἐλέλειπτο, ἐπεὶ ὅσον ἐς Ῥώμην οἱ Σικελίας ἄρχοντες πρότερον ἔπεμψαν τοῖς τε στρατιώταις ἐπαρκέσοντα καὶ τῷ δήμῳ παντί, αὐτὸς ὀλίγον μὲν κομιδῇ τῷ δήμῳ ἀφῆκε, τὸν δὲ πλεῖστον κεκομισμένος ἐπὶ τῷ τῶν στρατιωτῶν λόγῳ2 ἀπέκρυψεν, ὅνπερ τοῖς ἐκ βουλῆς ἀποδιδόμενος χρημάτων μεγάλων διαλύεσθαι τὴν πολιορκίαν ἥκιστα ἤθελε.
因为唯独他手中尚留存有部分粮食,此前西西里长官运抵罗马足以供应士兵与全体民众的粮饷,他仅向民众分发了极微少的一部分,而将绝大部分假借配给士兵之名予以隐匿;他以巨资将这些粮食售予元老院议员,故而最不愿围城之势被解除。
Βελισάριος μὲν οὖν καὶ ὁ Ῥωμαίων στόλος πόνῳ ἀναπλέοντες ἅτε τοῦ ῥεύματος σφίσιν ἀντιστατοῦντος ᾔεσαν. Γότθοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ’ ἐν τοῖς χαρακώμασιν ἡσυχῆ ἔμενον.
于是贝利萨留与罗马船队逆流苦战上行,盖因水流与他们相对抗。哥特人并未出击迎击,而是安坐于壁垒之中。
ἤδη δὲ Ῥωμαῖοι ἄγχιστα τῆς γεφύρας γενόμενοι φρουρᾷ πολεμίων ἐνέτυχον, οἳ δὴ ἐφ’ ἑκάτερα τοῦ ποταμοῦ σειρᾶς σιδηρᾶς ἐπὶ τῇ φυλακῇ ἐτετάχατο,3 ἣν οὐ πολλῷ πρότερον ἐνταῦθα ἐναποθέμενος Τουτίλας ἔτυχεν, ἐκ τῆς ἑτέρας τοῦ Τιβέριδος ὄχθης ἄχρι ἐς τὴν ἑτέραν ἐξικνουμένην, ὅπως δὴ μηδὲ ὅσον ἐς τὴν γέφυραν ἰέναι οἱ ἐναντίοι εὐπετῶς δύνωνται.
当罗马军已极其逼近桥梁时,遭遇了敌军的守备部队;这批守军部署于河流两岸以看守一条铁链,该铁链系托提拉不久前安置于此,横贯台伯河两岸,旨在使敌军甚至无法轻易接近桥梁。
καὶ αὐτῶν βάλλοντες τοὺς μὲν ἔκτειναν, τοὺς δὲ τρεψάμενοι καὶ τὴν ἅλυσιν ἀνελόμενοι εὐθὺ τῆς γεφύρας ἐχώρησαν. ἐπειδή τε τάχιστα ἐς αὐτὴν ἦλθον, ἔργου εἴχοντο, οἵ τε βάρβαροι ἐκ τῶν πύργων ἠμύνοντο καρτερώτατα.
罗马军发矢射击,斩杀部分守军,击溃其余兵力并解除了铁链,径直向桥梁进发。他们一抵桥边便展开激战,而蛮族亦从塔楼上殊死顽抗。
- 7.19.2αὐτούς
阳性复数宾格代词 αὐτούς 指向前一句中隐含的被修饰词,即 τῶν τοῖς πολεμίοις ἐν τῇ γεφύρᾳ πεποιημένων [πύργων](“敌军在桥上所建的木塔”)。
- 7.19.14ἐπὶ τῷ τῶν στρατιωτῶν λόγῳ
介词 ἐπί 搭配与格 λόγῳ 构成习语,意为“借……的名目”或“算在……的名下”。此处指贝萨斯以“配给士兵”为托词将粮食据为己有并予以隐匿。
- 7.19.16ἐτετάχατο
动词 τάσσω 的直陈式过去完成时中被动态第三人称复数,相当于古典阿提卡散文中的复合形式 ἐτεταγμένοι ἦσαν。此处使用了带有仿古色彩(希罗多德及史诗式)的词尾 -ατο。其主语为关系代词 οἵ(指代敌军守备队)。
