- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.18.16-7.18.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约翰控制了卡拉布里亚与阿普利亚,与图利阿努斯结盟并击溃了布鲁提翁的哥特军队,但因惧怕卡普亚的敌军而未与贝利萨留汇合。
οἱ δὲ βάρβαροι ἄνοπλοί τε καὶ ἀπαράσκευοι παντάπασιν ὄντες καὶ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες αὐτοῦ μὲν οἱ πολλοὶ διεφθάρησαν, οὐδεμιᾶς ἀλκῆς μεμνημένοι, ὀλίγοι δέ τινες διαφυγόντες παρὰ Τουτίλαν ἐκομίσθησαν.
蛮族全然未着甲胄且无备战准备,因这突如其来的袭击而陷入恐慌,大多数人甚至未能想起抵抗便当场被歼,仅有少数人逃脱并投奔托提拉。
Ἰωάννης δὲ Καλαβροὺς ἅπαντας παρηγορῶν τε καὶ τιθασσεύων ἐς εὔνοιαν τοῦ βασιλέως ἐπηγάγετο, πολλὰ σφίσιν ὑποσχόμενος πρός τε βασιλέως καὶ τοῦ Ῥωμαίων στρατοῦ ἀγαθὰ ἔσεσθαι.
约翰抚慰并安抚了全体卡拉布里亚人,使他们转向效忠皇帝,并向他们许诺,皇帝与罗马军队将赐予他们诸多恩惠。
ἄρας τε ὡς εἶχε τάχους ἐκ τοῦ Βρεντεσίου, πόλιν καταλαμβάνει Κανούσιον ὄνομα, ἣ κεῖται μὲν ἐν Ἀπουλίοις που μέσοις, πέντε δὲ ἡμερῶν ὁδῷ Βρεντεσίου διέχει ἐς τὰ πρὸς ἑσπέραν τε καὶ Ῥώμην ἰόντι.1
随后他以最快的速度率军离开布伦特西翁,占领了一座名为卡努西翁的城镇;此城坐落于阿普利亚的大致中心,对于向西朝罗马方向行进的人而言,距布伦特西翁有五日路程。
τούτου Κανουσίου πέντε καὶ εἴκοσι σταδίους ἀπέχουσι Κάνναι, ἵνα δὴ λέγουσι Λιβύων στρατηγοῦντος ἐν τοῖς ἄνω χρόνοις Ἀννίβαλος τὸ μέγα πάθος ξυμβῆναι Ῥωμαίοις.
距此卡努西翁二十五斯塔德之处乃是坎尼,相传在往昔岁月里,当汉尼拔统帅利比亚人时,罗马人曾在此遭遇那场大惨败。
Ἐνταῦθα Τουλλιανός τις, Βεναντίου παῖς, ἀνὴρ Ῥωμαῖος, δύναμιν πολλὴν ἔν τε Βριττίοις καὶ Λευκανοῖς ἔχων, Ἰωάννῃ ἐς ὄψιν ἥκων ᾐτιᾶτο μὲν τὸν βασιλέως στρατὸν τῶν πρόσθεν ἐς Ἰταλιώτας αὐτοῖς εἰργασμένων, ὡμολόγει δέ, ἤν τινι τὸ λοιπὸν ἐπιεικείᾳ ἐς αὐτοὺς χρήσωνται, Βριττίους τε καὶ Λευκανοὺς ἐγχειριεῖν σφίσι, κατηκόους βασιλεῖ αὖθις ἐς φόρου ἀπαγωγὴν ἐσομένους οὐδέν τι ἧσσον ἢ πρότερον ἦσαν.
在此地,一位名叫图利阿努斯的罗马人(韦南提乌斯之子,在布鲁提翁与卢卡尼亚极具权势)前来晋见约翰。他先是指责皇帝的军队先前对意大利人所施加的暴行,但随后承诺,若今后能以宽仁之道相待,他便将布鲁提翁人和卢卡尼亚人交归他们手中,使他们再度成为向皇帝缴纳贡赋的臣民,其恭顺不亚于以往。
οὐδὲ γὰρ ἑκόντας αὐτοὺς προσκεχωρηκέναι βαρβάροις τε καὶ Ἀρειανοῖς οὖσιν, ἀλλ’ ὡς μάλιστα πρὸς μὲν τῶν ἐναντίων βιαζομένους, πρὸς δὲ τῶν βασιλέως στρατιωτῶν ἀδικουμένους.
因为他坚称,他们并非自愿投靠蛮族与阿里乌斯派信徒,而实是受敌手逼迫且遭皇帝军士欺凌所致。
Ἰωάννου δὲ πάντα ἰσχυριζομένου πρὸς αὐτῶν τὸ λοιπὸν Ἰταλιώταις τἀγαθὰ ἔσεσθαι, ξὺν αὐτῷ ὁ Τουλλιανὸς ᾔει.
在约翰断言今后他们定会给予意大利人一切善待之后,图利阿努斯便与他同行。
καὶ ἀπ’ αὐτοῦ ὑποψίᾳ οἱ στρατιῶται οὐδεμιᾷ ἐς Ἰταλιώτας ἔτι εἴχοντο, ἀλλὰ τὰ πλεῖστα τῶν ἐντὸς κόλπου τοῦ Ἰονίου φίλιά τε αὐτοῖς καὶ βασιλεῖ ἐγεγόνει κατήκοα.
自此,士兵们对意大利人不再抱有任何猜忌,而伊奥尼亚湾内部的大部分地区亦与他们交好并归顺了皇帝。
Ἐπεὶ δὲ ταῦτα Τουτίλας ἤκουσε, Γότθων τριακοσίους ἀπολεξάμενος ἐς Καπύην πέμπει. οἷς δὴ ἐπέστελλεν, ἐπειδὰν τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα ἐνθένδε ἴδοιεν ἐς Ῥώμην ἰόντας, ἕπεσθαι σφίσιν αἴσθησιν αὐτοῖς οὐδεμίαν παρεχομένους· αὐτῷ γὰρ τὰ ἄλλα μελήσειν. δείσας τε διὰ ταῦτα Ἰωάννης μὴ ἐς κύκλωσιν τῶν πολεμίων τινὰ ἐμπέσῃ, παρὰ Βελισάριον μὲν οὐκέτι ᾔει, ἐς δὲ Βριττίους καὶ Λευκανοὺς ἐχώρει.
托提拉得悉此事后,挑选了三百名哥特人派往卡普亚。他向他们下令,一旦见到约翰所率军队从该处向罗马进发,便尾随其后,且切勿引起对方丝毫察觉;因为其余事项皆由他亲自处置。约翰因此畏惧陷入敌军的合围,便不再前往贝利萨留处,转而进军布鲁提翁与卢卡尼亚。
Ἦν δέ τις ἐν Γότθοις Ῥεκιμοῦνδος, ἀνὴρ δόκιμος, ὅνπερ ὁ Τουτίλας ἐπὶ τῇ Βριττίων φρουρᾷ καταστησάμενος ἔτυχε, Γότθων τε καὶ Ῥωμαίων στρατιωτῶν καὶ Μαυρουσίων αὐτομόλων τινὰς ἔχοντα, ἐφ’ ᾧ2 ξὺν αὐτοῖς τόν τε κατὰ Σκύλλαν φυλάξει πορθμὸν καὶ τὴν ταύτῃ ἠϊόνα, ὡς μήτε ἐνθένδε τινὲς ἀπαίρειν ἐς Σικελίαν μήτε ἐκ τῆς νήσου ἐνταῦθα καταπλεῖν ἀδεέστερον οἷοί τε ὦσι.
当时哥特人中有一位知名将领,名为雷基蒙德,恰受托提拉指派驻守布鲁提翁防线。他统领着一部分哥特人、罗马士兵以及一些归降的毛利人,受命率领他们扼守斯库拉海峡及该处的海岸,以使任何人既无法从此处启航前往西西里,亦无法从该岛肆无忌惮地驶抵此地。
τούτῳ τῷ στρατῷ μεταξὺ Ῥηγίου τε καὶ Βέβωνος ἀπροσδόκητος καὶ αὐτάγγελος Ἰωάννης ἐπιπεσὼν κατέπληξέ τε ἐκ τοῦ αἰφνιδίου οὐδεμιᾶς ἀλκῆς αὐτοὺς μεμνημένους, καὶ αὐτίκα ἐς φυγὴν ἔτρεψε.
在雷吉翁与贝邦之间,约翰出其不意、作为自身〔到来〕的报信者扑向这支军队,突如其来的打击令他们惊惶失措,甚至未能想起抵抗,随即便溃散逃窜。
καὶ οἱ μὲν ἐς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει, δύσβατόν τε ὂν καὶ ἄλλως κρημνῶδες, κατέφυγον, Ἰωάννης δὲ διώξας τε καὶ ξὺν τοῖς πολεμίοις ἐν τῷ ἀνάντει γενόμενος, οὔπω τε σφᾶς αὐτοὺς ἐν ταῖς δυσχωρίαις κρατυναμένοις3 ἐς χεῖρας ἐλθών, πλείστους μὲν τῶν τε Μαυρουσίων καὶ Ῥωμαίων στρατιωτῶν ἔκτεινεν, ἰσχυρότατα ἀμυνομένους, Ῥεκιμοῦνδον δὲ καὶ Γότθους ξὺν τοῖς λοιποῖς ἅπασιν ὁμολογίᾳ εἷλεν.
敌军逃往该处耸立的一座山峰,该山崎岖而陡峭;约翰挥军追击,与敌军一同冲上斜坡,趁他们在险阻地形中尚未站稳脚跟之际与其交锋,斩杀了拼死抵抗的绝大多数毛利人与罗马士兵,并通过协议迫使雷基蒙德、哥特人及其他所有人投降受俘。
Ἰωάννης μὲν ταῦτα διαπεπραγμένος αὐτοῦ ἔμενε, Βελισάριος δὲ Ἰωάννην ἐς ἀεὶ καραδοκῶν ἡσυχῆ ἔμενεν. ἐμέμφετό τε ὅτι δὴ οὐ διακινδυνεύσας τε καὶ τοῖς ἐν Καπύῃ φυλάσσουσι τριακοσίοις οὖσιν ἐς χεῖρας ἥκων ποιεῖσθαι τὴν δίοδον ἐνεχείρησε, καίπερ βαρβάρους ἀριστίνδην ξυνειλεγμένους ξὺν αὑτῷ ἔχων. Ἰωάννης δὲ τὴν δίοδον ἀπογνοὺς ἐπὶ Ἀπουλίας ἐχώρησεν, ἔν τε χωρίῳ Κερβαρίῳ καλουμένῳ ἡσύχαζε.
约翰建此战功后便驻留当地,而贝利萨留则一面静候、一面时刻期盼着约翰的到来。他责备约翰尽管麾下拥有一批精选的蛮族精锐,却未敢冒险与驻守卡普亚的三百敌兵交战以强行开辟通路。然而约翰对打通通路感到无望,遂退往阿普利亚,在一个名为塞尔巴里乌姆的地方按兵不动。
- 7.18.18ἰόντι
关系与格(评判者/基准与格),用于地理距离表述中,表示出行者的视点(“对向……行进者而言”)。
- 7.18.26ἐφ’ ᾧ
表条件或目的的连词短语(“在……条件下/为了……”),后接未来直说语气动词 φυλάξει,引导被赋予的任务或协议内容。
- 7.18.28κρατυναμένοις
与格分词,在语义上与动词短语 ἐς χεῖρας ἐλθών(交锋)所支配的未明示与格宾语(即敌军 τοῖς πολεμίοις)一致,表示“在他们尚未站稳脚跟/巩固阵地之际”的情况。
