← 普罗科皮乌斯

战史

§7.18.1-7.18.15

贝利萨留海路进军与约翰出兵卡拉布里亚

贝利萨留决定由海路驶向罗马周边,并命约翰经卡拉布里亚由陆路推进。托提拉封锁台伯河以切断罗马补给,而渡海抵达卡拉布里亚的约翰则在一名俘虏的协助下夺取敌马,向哥特军营地发起进攻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.18.1

Ἐπεὶ δὲ τὸ ξὺν τῷ Ἰωάννῃ καὶ Ἰσαάκῃ στράτευμα ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ Βελισαρίῳ ξυνέμιξεν, Ἰωάννης μὲν ἅπαντας διαπορθμευσαμένους ἠξίου τὸν κόλπον πεζῇ ἰόντας παντὶ τῷ στρατῷ κοινῇ τὰ προσπίπτοντα φέρειν, Βελισαρίῳ δὲ ἀξύμφορον τοῦτο ἔδοξεν εἶναι, ἀλλὰ πλέουσι μὲν αὐτοῖς ἐς τὰ ἀμφὶ Ῥώμην χωρία μᾶλλον ξυνοίσειν·

当约翰与伊萨克所率领的军队抵达埃皮达姆诺斯并与贝利萨留汇合时,约翰主张全军应当渡过海湾,全军循陆路进军,共同应对随时降临的变故;但贝利萨留认为这并不可取,反倒是他们由海路驶向罗马周边地区更有利。

§7.18.2

πεζῇ γὰρ ἰοῦσι χρόνον τε σφίσι τετρίψεσθαι πλείω καί τι ὑπαντιάσειν ἴσως ἐμπόδιον· Ἰωάννην δὲ διά τε Καλαβρῶν καὶ τῶν ταύτῃ ἐθνῶν ἰόντα ἐξελάσαι μὲν ὀλίγους κομιδῆ τοὺς ἐνταῦθα βαρβάρους ὄντας, ὑποχείρια δὲ ποιησάμενον τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου ξυμμῖξαι σφίσιν ἥκοντα ἐς τὰ ἀμφὶ Ῥώμην χωρία.1

因为他认为,陆行之人不仅耗时更多,而且极可能遭遇阻碍;而约翰应当穿过卡拉布里亚及该地的诸族,驱逐驻留该处极少数的蛮族,在控制伊奥尼亚湾内部各处之后,前往罗马周边地区与他们汇合。

§7.18.3

οὗ δὴ καὶ αὐτὸς καταίρειν τῷ ἄλλῳ στρατῷ διενοεῖτο. ᾤετο γὰρ πικρότατα πολιορκουμένων Ῥωμαίων, καί τινα, ὥς γε τὸ εἰκός, βραχυτάτην τριβὴν τὰ ἀνήκεστα λυμανεῖσθαι τοῖς πράγμασι.

贝利萨留本人亦打算率领其余的军队停泊于该地。因为他料想罗马人正遭受极其残酷的围困,按常理而言,即便最微小的拖延,也会使局势遭受不可挽回的毁灭。

§7.18.4

καὶ πλέουσι μὲν ἀνέμου τε σφίσιν ἐπιφόρου ἐπιπεσόντος πεμπταίοις ἐς τὸν Ῥωμαίων λιμένα καταίρειν δυνατὰ ἔσεσθαι, στρατῷ δὲ ἐκ Δρυοῦντος πεζῇ ἰοῦσιν οὐδ’ ἂν τεσσαράκοντα ἡμερῶν ἐν Ῥώμῃ γενέσθαι.2

况且他认为,若有顺风相助,乘船之人五日内便可停泊在罗马人的港口,而若从德律乌斯由陆路进军,军队甚至在四十日内也无法抵达罗马。

§7.18.5

Ταῦτα βελισάριος Ἰωάννῃ ἐπιστείλας παντὶ τῷ στόλῳ ἐνθένδε ἀπῆρε· πνεύματος δὲ σκληροῦ σφίσιν ἐπιπεσόντος Δρυοῦντι προσέσχον.

贝利萨留在向约翰做出这番指示后,便率领全舰队从该地启航;但因遭遇猛烈的强风,他们被迫停靠在德律乌斯。

§7.18.6

οὗπερ οἱ Γότθοι αἰσθόμενοι, ὅσοι δὴ ἐτετάχατο ἐπὶ τῇ πολιορκίᾳ τοῦ ἐνταῦθα φρουρίου, διαλύσαντες τὴν προσεδρείαν εὐθὺς κομίζονται ἀμφὶ πόλιν Βρεντέσιον, δυοῖν μὲν ἡμέραιν ὁδῷ Δρυοῦντος διέχουσαν, πρὸς δὲ τῇ ἀκτῇ τοῦ κόλπου κειμένην, ἀτείχιστον οὖσαν, ὑποτοπάζοντες Βελισάριον αὐτίκα δὴ διαβήσεσθαι τὸν ἐκείνῃ πορθμόν, ἔς τε Τουτίλαν τὰ παρόντα σφίσιν ἀνήνεγκαν.

被部署围攻该处要塞的哥特人察觉到这一点后,立即解除了围攻,撤至布伦特西翁城;该城距德律乌斯有两日的路程,坐落在海湾岸边,城无城墙。他们猜想贝利萨留很快便会渡过该处的海峡,并向托提拉报告了目前的局势。

§7.18.7

ὁ δὲ πάντα τε τὸν στρατὸν ὡς ὑπαντιάσων ἐν παρασκευῇ ἐποιήσατο καὶ Γότθους τοὺς ἐν Καλαβρίᾳ ἐκέλευεν, ὅπη ἂν σφίσι δυνατὰ εἴη, τὴν δίοδον ἐν φυλακῇ ἔχειν.

托提拉整备了全军以作迎敌之势,并命令在卡拉布里亚的哥特人尽其所能把守通道。

§7.18.8

Ἐπεὶ δὲ Βελισάριος πνεύματος ἐπιφόρου ἐπιπνεύσαντος ἐκ Δρυοῦντος ἀπέπλευσεν, οἵ τε Γότθοι ἀφροντιστήσαντες δίαιταν οὐ κατεσπουδασμένην ἐν Καλαβροῖς εἶχον καὶ ὁ Τουτίλας ἡσυχῆ μένων ἔτι μᾶλλον ἐφύλασσε τὰς ἐς Ῥώμην εἰσόδους, ὡς μή τι ἐσκομίζεσθαι τῶν ἐπιτηδείων δυνατὰ εἴη.

然而,当顺风吹起、贝利萨留从德律乌斯扬帆启航后,哥特人便不再戒备,在卡拉布里亚过着散漫的生活,而托提拉则驻足不发,更加严密地把守通往罗马的入口,务使任何物资都无法运入。

§7.18.9

ἔν τε τῷ Τιβέριδι ἐπενόει τάδε. χῶρον κατανοήσας ᾗ μάλιστα ὁ ποταμὸς ἐν στενῷ κάτεισιν, ὅσον ἀπὸ σταδίων τῆς πόλεως ἐνενήκοντα, δοκοὺς ἐσάγαν μακρὰς ἐκ τῆς ἑτέρας ὄχθης ἄχρι ἐς τὴν ἑτέραν ἐξικνουμένας ἐνταῦθα ἐς γεφύρας κατέθετο σχῆμα.

在台伯河上,他谋划了如下计策:他察看了一处河流最为狭窄的地段,距离该城约九十斯塔德,在该处将极长的圆木从一岸横架至另一岸,搭成桥梁的形状。

§7.18.10

πύργους τε δύο ξυλίνους παρ’ ἑκατέραν ὄχθην τεκτηνάμενος φυλακτήριον κατεστήσατο μαχίμων ἀνδρῶν, ὡς μηκέτι ἀκάτοις τισὶν ἢ πλοίοις ἄλλοις ἐκ τοῦ Πόρτου ἀναγομένοις ἐς τὴν πόλιν ἐσιτητὰ εἴη.3

他又在两岸各自建造了两座木塔,设立了由精兵组成的守备队,使得小艇或其他从波尔图斯溯流而上的船只再也无法进入城中。

§7.18.11

Ἐν τούτῳ δὲ Βελισάριος μὲν ἐς τὸν τῶν Ῥωμαίων λιμένα κατῆρε, καὶ τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα ἔμενεν. Ἰωάννης δὲ ἐς Καλαβρίαν διαπορθμεύεται, Γότθων ἥκιστα αἰσθομένων, οἲ δὴ ἀμφὶ τὸ Βρεντέσιον, ὥσπερ ἐρρήθη, διατριβὴν εἶχον.

与此同时,贝利萨留驶抵罗马人的港口,并等待着约翰所统率的军队。而约翰则趁驻扎在布伦特西翁一带的哥特人全然不觉之际(正如前文所述),横渡海峡进入卡拉布里亚。

§7.18.12

δύο τε τῶν πολεμίων λαβὼν ἐπὶ κατασκοπῇ ὁδῷ ἰόντας τὸν μὲν ἕνα εὐθὺς ἔκτεινεν, ἅτερος δὲ αὐτοῦ τῶν γονάτων λαβόμενος ζωγρεῖσθαι ἠξίου.

他俘获了在道路上巡逻侦察的两名敌军,当场处死了一人,而另一人抱住他的膝盖,祈求饶其性命。

§7.18.13

“Οὐ γὰρ ἀχρεῖός σοι,” ἔφη, “καὶ τῷ Ῥωμαίων στρατῷ ἔσομαι.” ἐρομένου δὲ αὐτὸν Ἰωάννου, τί δὲ οὐκ ἀπολούμενος συνοίσειν ποτὲ Ῥωμαίοις τε καὶ αὐτῷ μέλλει,4 Γότθοις ὁ ἄνθρωπος ὡς ἥκιστα προσδεχομένοις ἐπιστήσειν αὐτὸν ὑπέσχετο.

他说:“因为我对你和罗马军队并非无用之徒。”约翰询问他若免于一死,究竟能为罗马人和他自己带来何等益处,此人便承诺将带他直扑毫无防备的哥特人。

§7.18.14

καὶ ὃς ἀτυχήσειν μὲν αὐτὸν τῆς δεήσεως οὐδαμῆ ἔφασκε, χρῆναι δέ οἱ πρῶτα τὰς τῶν ἵππων νομὰς ἐνδεικνύναι. ἐπεὶ οὖν ὡμολόγει καὶ ταῦτα ὁ βάρβαρος σὺν αὐτῷ ᾔει.

约翰表示绝不会拒绝他的请求,但他必须首先指明他们放马的牧场。当这个蛮族人也应允了这一点后,约翰便与他同行。

§7.18.15

καὶ πρῶτα μὲν τῶν πολεμίων τοὺς ἵππους νεμομένους καταλαβόντες ἀναθρώσκουσιν ἐς αὐτοὺς ἅπαντες, ὅσοι πεζοὶ ὄντες ἐτύγχανον· οἳ δὴ πολλοί τε καὶ ἄριστοι ἦσαν. ἔπειτα δὲ χωροῦσι δρόμῳ ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον.

他们首先突袭了正在放牧的敌军马群,所有原本步行的士兵皆翻身上马——这些人不仅人数众多,而且皆为精锐。随后,他们便飞速向敌军的营地扑去。

语法注4 条
  1. 7.18.2Ἰωάννην δὲ διά τε Καλαβρῶν καὶ τῶν ταύτῃ ἐθνῶν ἰόντα ἐξελάσαι μὲν ὀλίγους κομιδῆ τοὺς ἐνταῦθα βαρβάρους ὄντας, ὑποχείρια δὲ ποιησάμενον τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου ξυμμῖξαι σφίσιν ἥκοντα ἐς τὰ ἀμφὶ Ῥώμην χωρία.

    带不定式的宾格句结构。宾格主语 Ἰωάννην ἰόντα 支配由 μέν...δέ 连接的两个主要不定式 ἐξελάσαι 与 ξυμμῖξαι,分词 ποιησάμενον 则修饰后一动作的主体。全句在句法上承接前文间接引语,表达贝利萨留的意图或决定(由 ἔδοξεν 统辖)。

  2. 7.18.4στρατῷ δὲ ἐκ Δρυοῦντος πεζῇ ἰοῦσιν οὐδ’ ἂν τεσσαράκοντα ἡμερῶν ἐν Ῥώμῃ γενέσθαι.

    在依附于 ᾤετο 的间接引语中,不定式 γενέσθαι 与表示潜在/与事实相反的助词 ἄν 结合(相当于直接引语中的直陈式过去时+ἄν 或祈愿式+ἄν)。逻辑主语由与格 στρατῷ ἰοῦσιν 表达(“对于行军的军队而言,不可能到达”)。属格 τεσσαράκοντα ἡμερῶν 是表示时间范围的属格(“在四十日之内”)。

  3. 7.18.10ὡς μηκέτι ἀκάτοις τισὶν ἢ πλοίοις ἄλλοις ἐκ τοῦ Πόρτου ἀναγομένοις ἐς τὴν πόλιν ἐσιτητὰ εἴη.

    由 ὡς 引领并接祈愿式 εἴη 的目的从句(用于过去时态语境中)。谓语形容词 ἐσιτητά 是动名词性形容词 ἐσιτητός 的中性复数主格,作无人称用法表示“得以通行/进入”,与格 ἀκάτοις... ἢ πλοίοις 则表示该动作的主体或工具。

  4. 7.18.13τί δὲ οὐκ ἀπολούμενος συνοίσειν ποτὲ Ῥωμαίοις τε καὶ αὐτῷ μέλλει

    间接疑问句。将来分词 οὐκ ἀπολούμενος 具有条件含义,意为“若未被处死”或“如果留下一命”。动词 μέλλει 与将来时不定式 συνοίσειν 连用,表示意图或预期(“打算带来何种益处”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.18.1-7.18.15