- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.17.12-7.17.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在被围困的罗马城中,饥荒达到极致,迫使民众吞食荨麻与污秽,甚至自尽;一位父亲在幼子面前投河自尽后,守将收受贿赂准许民众出逃,但逃亡者大多死于途中。
καὶ βοῦν δέ, ὃν ἂν ἐπεξιόντες οἱ Βέσσα ὑπασπισταὶ λάβοιεν, ἀπεδίδοντο κατὰ πεντήκοντα χρυσῶν. ὅτῳ δὲ ἵππος τεθνεὼς ἢ ἄλλο τι τοιοῦτον ὑπῆρχεν, ἐν τοῖς ἄγαν εὐδαίμοσιν ὁ Ῥωμαῖος οὗτος ἐτάσσετο, ὅτι δὴ κρέασι ζῴου τεθνηκότος ἐντρυφᾶν εἶχεν.
此外,贝萨斯的近卫们出击若捕获了一头牛,便以五十枚金币的价格售出。凡是拥有死马或任何此类之物的人,这位罗马人就被列入极其幸运者之列,因为他得以享用死兽之肉。
ὁ δὲ δὴ ἄλλος ἅπας ὅμιλος τὰς ἀκαλήφας μόνας ἤσθιον, οἷαι πολλαὶ ἀμφὶ τὸν περίβολον κὰν τοῖς ἐρειπίοις πανταχῆ τῆς πόλεως φύονται.
然而,其余的所有民众只吃荨麻,即在城墙周围和全城各处的废墟中大量滋生的那种。
ὅπως δὲ αὐτοῖς μὴ τὸ τῆς πόας δριμὺ τά τε χείλη καὶ τὰ ἀμφὶ τὴν φάρυγγα δάκνῃ οὐ παρέργως αὐτὰς ἕψοντες ἤσθιον.
为了不让野草的辛辣刺痛嘴唇和咽喉部位,他们毫不马虎地将其煮熟后再吃。
Τέως μὲν οὖν Ῥωμαῖοι τὸ τοῦ χρυσοῦ νόμισμα εἶχον, οὕτως, ὥσπερ ἐρρήθη, τὸν σῖτον καὶ τὰ πίτυρα ὠνούμενοι ἀπηλλάσσοντο· ἐπεὶ δὲ τοῦτο αὐτοὺς ἤδη ἐπελελοίπει, οἱ δὲ φέροντες1 ἐς τὴν ἀγορὰν τὰ ἔπιπλα πάντα βίον αὐτῶν τὸν ἐφήμερον ἀντηλλάσσοντο.
起初,罗马人只要还存有金币,便如前文所述,靠购买粮食和麦麸维系生计;但当金币也已告罄时,他们便将所有的家具什物搬到市集上,换取每日的口粮。
τελευτῶντες δέ, ἐπεὶ οἱ τοῦ βασιλέως στρατιῶται σῖτον οὐκ εἶχον, ὅνπερ καὶ Ῥωμαίοις ἀπόδωνται, πλήν γε δὴ ὅτι τῷ Βέσσᾳ ὀλίγος ἔτι ἐλέλειπτο, οὔτε Ῥωμαῖοι ὅτου ὠνοῖντο,2 ἐς τὰς ἀκαλήφας ἅπαντες ἔβλεπον.
然而到了最后,皇帝的士兵们也没有粮食可以卖给罗马人(除了贝萨斯身边尚存少许之外),罗马人亦无钱购买,众人便全都将目光投向了荨麻。
ταύτης δὲ αὐτοῖς οὐ διαρκούσης τῆς βρώσεως, οἵ γε οὐδὲ αὐτῆς ἐς κόρον ἰέναι παντάπασιν εἶχον, ἐξίτηλοι μὲν αἱ σάρκες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνοντο, τὸ δὲ χρῶμα ἐς τὸ πελιδνὸν κατὰ βραχὺ ἧκον εἰδώλοις αὐτοὺς ἐμφερεστάτους εἰργάζετο.
由于这种食物无法维持生计——他们甚至根本无法靠它吃饱——他们的肌肉多已消瘦殆尽,肤色渐渐转为青灰,使他们变得形同鬼魅。
πολλοί τε βαδίζοντες ἔτι καὶ τῶν ὀδόντων αὐτοῖς μασσομένων τὰς ἀκαλήφας, ἔθνησκόν τε ἐκ τοῦ αἰφνιδίου καὶ ἐς γῆν ἔπιπτον.
许多人一边走着,牙齿还在咀嚼着荨麻,就突然倒毙于地。
ἤδη δὲ καὶ ἀλλήλων τὴν κόπρον ἤσθιον. πολλοί τε σφᾶς αὐτοὺς τῷ λιμῷ πιεζόμενοι διεχρήσαντο, ἐπεὶ οὐκέτι οὔτε κύνας οὔτε μῦς εὕρισκον οὔτε ἄλλο τι ζῷον νεκρὸν ὅτῳ σιτίζοιντο.
此时,他们甚至以彼此的粪便充饥。许多人在饥荒的逼迫下自尽身亡,因为他们再也找不到狗、鼠或任何死去的动物来当作食物。
Ἦν δέ τις ἐνταῦθα Ῥωμαῖος ἀνήρ, πέντε παίδων πατήρ, ὃν δὴ περιστάντες οἱ παῖδες καὶ τῆς ἐσθῆτος ἁπτόμενοι τροφὴν ἔπραττον· ὁ δὲ οὔτε ἀνοιμώξας οὔτε ὅτι ξυνεταράχθη ἔνδηλος γεγονώς, ἀλλ’ ἰσχυρότατα ἐν τῇ διανοίᾳ τὸ πάθος ὅλον ἀποκρυψάμενος, ἕπεσθαί οἱ τοὺς παῖδας ὡς δὴ τροφὴν ληψομένους ἐκέλευεν.
当时有一位罗马男子,是五个孩子的父亲,孩子们围着他,拉扯着他的衣服索要食物;他既没有哀号,也没有流露出惊惶之色,而是将全副痛苦深深埋藏在心底,命令孩子们跟随他,仿佛要去领取粮食一般。
ἐπεὶ δὲ ἐς τοῦ Τιβέριδος τὴν γέφυραν ἦλθε, δήσας ἐπὶ τῷ προσώπῳ θοἰμάτιον, τούτῳ τε τοὺς ὀφθαλμοὺς καλυπτόμενος ἥλατο ἀπὸ τῆς γεφύρας ἐς τὸ τοῦ Τιβέριδος ὕδωρ, θεωμένων τὰ δρώμενα τῶν τε παίδων καὶ πάντων Ῥωμαίων οἳ ταύτῃ ἦσαν.
当他走到台伯河上的桥上时,用外衣蒙住脸面,遮蔽双目,便从桥上跃入台伯河水中;孩子们和在场的所有罗马人都亲眼目睹了这一幕。
Καὶ τὸ λοιπὸν οἱ τοῦ βασιλέως ἄρχοντες λαμβάνοντες χρήματα ἕτερα μεθῆκαν Ῥωμαίους ὅσοις ἐνθένδε βουλομένοις ἦν3 ἀπαλλάσσεσθαι.
此后,皇帝的将领们收受了另外的钱财,放行了那些愿意离开此地的罗马人。
ὀλίγων τε ἀπολελειμμένων ἐνταῦθα οἱ ἄλλοι ἅπαντες ᾤχοντο φεύγοντες ὥς πη ἕκαστος δυνατὸς ἐγεγόνει. καὶ αὐτῶν οἱ πλεῖστοι τῆς δυνάμεως καταμαρανθείσης αὐτοῖς τῷ λιμῷ ἤδη πλέοντες ἢ ὁδῷ ἰόντες ἀπέθανον.
仅有少数人滞留在此,其余所有人皆各自尽力奔逃。他们中的大多数人因体力早已被饥荒耗竭,或在乘船、或在陆行途中死去。
πολλοὶ δὲ καὶ καταληφθέντες πρὸς τῶν πολεμίων ἐν τῇ ὁδῷ διεφθάρησαν. Ῥωμαίων μὲν τῇ τε βουλῇ καὶ τῷ δήμῳ ἐκεχωρήκει ἐς τοῦτο ἡ τύχη.
许多人还在半道被敌军追及而遭杀害。罗马的元老院与民众的命运,已然沦落至此等境地。
- 7.17.15οἱ δὲ φέροντες
紧接在时间从句(ἐπεὶ δὲ τοῦτο αὐτοὺς ἤδη ἐπελελοίπει)之后用于引出主句的主节 δέ(apodotic dé)。小词 δέ 附于作为主语的代词 οἱ 之后,突显从属句向主句的过渡。
- 7.17.16ὅτου ὠνοῖντο
不定关系代词 ὅστις 的中性单数属格(价格属格)ὅτου 引出的无 ἄν 希求法从句,在过去时语境中表示潜在或目的含义(“用以购买之物”)。
- 7.17.23ὅσοις ἐνθένδε βουλομένοις ἦν
分词与格与 εἰμί 连用的习惯句式(βουλομένῳ ἐστί τινι,“某人合意/某人愿意”)。此处构成关系从句(ὅσοις...)充当主句动词 μεθῆκαν 的对象,意为“凡愿意离开此地者”。
