- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.17.1-7.17.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在佩拉吉乌斯无功而返后,饱受饥荒折磨的罗马市民向将领贝萨斯与科农请愿,请求配给口粮、放逐出城或赐予速死,却遭拒绝;守军高价倒卖粮食,迫使无力承担的百姓以糠充饥。
Τοσαῦτα εἰπὼν ὁ Πελάγιος ἀπηλλάσσετο. καὶ αὐτὸν Ῥωμαῖοι ἐπεὶ ἄπρακτον ἐπανήκοντα εἶδον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. ἔτι τε μᾶλλον ἀκμάζων ὁ λιμὸς ἡμέρᾳ ἑκάστῃ ἀνήκεστα αὐτοὺς ἔργα εἰργάζετο. τοὺς μέντοι στρατιώτας οὔπω τὰ ἀναγκαῖα ἐπελελοίπει, ἀλλ’ ἔτι ἀντεῖχον.
佩拉吉乌斯言尽于此便离去了。罗马人见他空手而归,陷入了极大的绝望之中。饥荒日益加剧,给他们带来了无法挽回的灾难。然而,士兵们的必需品尚未匮乏,他们仍在坚守。
διὸ δὴ ἀθρόοι Ῥωμαῖοι γενόμενοι καὶ τοῖς τοῦ βασιλέως στρατοῦ ἄρχουσι, Βέσσᾳ τε καὶ Κόνωνι, προσελθόντες, δεδακρυμένοι ξὺν οἰμωγῇ πολλῇ ἔλεξαν τοιάδε· “Τοιαύτας μὲν οὔσας, ὦ στρατηγοί, τύχας ἡμῖν τὰς παρούσας ὁρῶμεν, ὥστε εἰ καί τι δρᾶν ὑμᾶς ἀνόσιον ἔργον ἰσχύομεν, οὐκ ἄν τινα ἡμῖν τὸ ἔγκλημα τοῦτο μέμψιν ἐπήνεγκεν.1
于是,罗马人聚集在一起,来到皇帝军队的将领贝萨斯和科农面前,泪流满面、号啕痛哭地说道:“将军们,我们看到眼下的处境是如此艰难,以至于即使我们有能力对你们做出什么不义之举,这一罪名也不会给我们带来任何责难。
ἡ γὰρ τῆς ἀνάγκης ὑπερβολὴ τὴν ἀπολογίαν ἐφ’ ἑαυτῆς ἔχει. νῦν δὲ ἀμύνειν ἔργῳ ἡμῖν αὐτοῖς οὐχ οἷοί τε ὄντες, δηλώσοντές τε λόγῳ καὶ ἀποκλαύσοντες τὴν ξυμφορὰν παρ’ ὑμᾶς ἥκομεν. ὅπως δὲ ἀκούσησθε πρᾴως,2 οὐ ξυνταρασσόμενοι τῷ τῶν λόγων θράσει, ἀλλὰ τῇ τοῦ πάθους ἀκμῇ τοῦτο σταθμώμενοι.
因为极度的窘迫本身就包含着辩解。然而如今我们无法在实际行动中自救,来到你们面前只是为了用言语说明并痛哭这场灾难。请你们宽宥地倾听,不要因言语的放肆而心生恼怒,而是借由痛苦的极点来衡量它。
ὁ γὰρ ἀπογνῶναι τὴν σωτηρίαν ἠναγκασμένος οὐκ ἔργοις, οὐ ῥήμασι τὴν εὐκοσμίαν διασώσασθαι τὸ λοιπὸν δύναται.
因为被迫对自己的生还感到绝望的人,今后无论在行动上还是在言辞上都无法再恪守端庄得体。
ἡμᾶς, ὦ στρατηγοί, μήτε Ῥωμαίους μήτε ξυγγενεῖς ὑμῖν νομίζετε εἶναι, μήτε ὁμοτρόπους τοῖς τῆς πολιτείας ἤθεσι γεγονέναι, μήτε ἀρχὴν ἑκόντας τῇ πόλει τὸν βασιλέως δέχεσθαι στρατόν, ἀλλὰ πολεμίους τὸ ἐξ ἀρχῆς ὄντας καὶ ὅπλα ἐφ’ ὑμῖν ἀραμένους, εἶτα ἡσσηθέντας τῇ μάχῃ, ἀνδράποδα δορυάλωτα ὑμῶν αὐτῶν κατά γε τὸν τοῦ πολέμου γενέσθαι νόμον.
将军们,请不要将我们视为罗马人,也不要视作你们的同胞,不要以为我们秉承着相同的城邦风尚,更不要认为起初是我们心甘情愿迎请皇帝的军队入城;相反,请认为我们自始至终就是对你们拔刀相向的仇敌,随后在战斗中落败,根据战争法则成为了你们被长矛俘获的战俘奴隶。
καὶ χορηγεῖτε τοῖς ὑμετέροις αἰχμαλώτοις τροφὴν οὐ κατὰ τὴν χρείαν ἡμῖν ἀποχρῶσαν, ἀλλ’ ὥστε ἀποζῆν διαρκῶς ἔχουσαν, ὅπως δὴ καὶ ἡμεῖς περιόντες ἀνθυπουργήσωμεν ὑμῖν ὅσα τοὺς οἰκέτας τοῖς κεκτημένοις ὑπηρετεῖν ἄξιον.
请给你们的俘虏提供口粮,不求能满足我们的日常所需,但求足以维持生机,好让我们得以幸存下来,尽奴隶应当为主人服役之责来回报你们。
εἰ δὲ τοῦτο οὐ ῥᾴδιον ἢ βουλομένοις ὑμῖν, ἀλλ’ ἀφεῖναι ἡμᾶς τῆς ὑμετέρας δικαιοῦτε χειρός, ἐκεῖνο κερδανοῦντες, τὸ μὴ περὶ τὰς τῶν δούλων πονεῖσθαι ταφάς· ἢν δὲ μηδὲ τοῦτο ἡμῖν ἀπολέλειπται, ἀποκτιννύναι ἡμᾶς ἀξιοῦτε καὶ μὴ ἀποστερήσητε τελευτῆς σώφρονος μηδὲ θανάτου φθονήσητε τοῦ πάντων ἡδίστου, ἀλλὰ πράξει μιᾷ μυρίων ἀπαλλάξατε Ῥωμαίους δυσκόλων.” ταῦτα οἱ ἀμφὶ Βέσσαν ἀκούσαντες τὸ μὲν τὰ ἐπιτήδεια χορηγεῖν σφίσιν ἀδύνατον, τὸ δὲ ἀποκτιννύναι ἀνόσιον ἔφασαν εἶναι, οὐ μέντοι οὐδὲ τὸ ἀφεῖναι ἀκίνδυνον. Βελισάριον δὲ καὶ τὸν ἐκ Βυζαντίου στρατὸν αὐτίκα δὴ μάλα παρέσεσθαι ἰσχυρίσαντο, ταύτῃ τε αὐτοὺς παρηγορήσαντες ἀπεπέμψαντο.
如果这不易办到,或者不合你们的心意,那么请准许将我们从你们的手中放走,你们亦可从中获益:不必为奴隶的安葬费心劳神。如果连这一条都未曾留给我们,那么就请决意将我们处死,不要剥夺我们合乎分寸的终局,也不要吝啬赐予这世间最甘美的死亡;请用这单一的举动,将罗马人从无数的痛苦中解救出来。” 贝萨斯等人听闻这些话后,声称供给口粮对他们而言绝不可能,处死他们实属不义,然而放他们离去也绝非毫无危险。他们坚称贝利撒留和来自拜占庭的军队顷刻便至,以此抚慰他们并将他们打发离去。
Ὁ δὲ λιμὸς ἔτι μᾶλλον ἀκμάζων τε καὶ μηκυνόμενος ἐπὶ μέγα κακοῦ ᾔρετο, βρώσεις ὑποβάλλων ἐκτόπους τε καὶ τῆς φύσεως ὑπερορίους.
饥荒愈发肆虐,并且持续延宕,酿成了巨大的祸害,迫使人们去吞食反常且超越自然常理的食物。
τὰ μὲν οὖν πρῶτα Βέσσας τε καὶ Κόνων, οἵπερ τοῦ ἐν Ῥώμῃ φυλακτηρίου ἦρχον ʽσίτου γὰρ πολύ τι μέτρον ἐντὸς τοῦ Ῥώμης περιβόλου ἐναποθέμενοι σφίσιν ἔτυχον̓, καὶ οἱ στρατιῶται χρείας τῆς οἰκείας ἀποτεμνόμενοι ἀπεδίδοντο Ῥωμαίων τοῖς εὖ πράσσουσι χρημάτων μεγάλων· μεδίμνου μὲν γὰρ τιμὴ ἑπτὰ ἐγεγόνει χρυσοῖ.
起初,统领罗马守备部队的贝萨斯和科农——因为他们碰巧在罗马城墙之内为自己储备了极多的粮食——以及士兵们,从自己的需用中克扣出一部分,以高昂的价格卖给富裕的罗马人;因为一麦狄诺斯谷物的价格已经达到了七枚金币。
οἷς μέντοι οὐχ οὕτω τὰ κατὰ τὴν οἰκίαν ἐφέρετο, ὥστε βρώσεως ἐς τόσον ἀξιωτέρας μεταλαγχάνειν ἱκανοῖς εἶναι, οἱ δὲ τῆς τιμῆς τὸ τεταρτημόριον κατατιθέντες3 πιτύρων τε τὸ μέδιμνον ἐμπλησάμενοι ἤσθιον, τῆς ἀνάγκης αὐτοῖς ἡδίστην τε καὶ τρυφερωτάτην ποιούσης τὴν βρῶσιν.
至于那些家境并不宽裕、无力享用如此昂贵食物的人,他们则付出这一价格的四分之一,装满一麦狄诺斯麸皮充饥;对于他们而言,极度的匮乏竟使这粗粝之食变成了最甘美、最精致的美馔。
- 7.17.2εἰ καί τι δρᾶν ὑμᾶς ἀνόσιον ἔργον ἰσχύομεν, οὐκ ἄν τινα ἡμῖν τὸ ἔγκλημα τοῦτο μέμψιν ἐπήνεγκεν
此处为混合型非真实条件句:条件从句使用未完成过去时直陈式 ἰσχύομεν,表示与事实相反的持续状态(“即便我们有能力”);主句则由 ἄν 搭配过去不定时直陈式 ἐπήνεγκεν,表示未曾实现的过去假想结果(“这一罪名也不会带来指责”)。此外,动词 δρᾶν 构成双宾格结构,同时支配承受者 ὑμᾶς 与动作内容 τι ... ἀνόσιον ἔργον。
- 7.17.3ὅπως δὲ ἀκούσησθε πρᾴως
由 ὅπως 接第二人称复数不定过去时中间位虚拟式 ἀκούσησθε 构成的独立祈使/恳请结构(“请你们宽宥地倾听”),其功能等同于祈使语气。古典雅典散文中常见的 ὅπως 搭配将来时直陈式表命令的用法,在此以晚期常见的虚拟式形态呈现。
- 7.17.11οἷς μέντοι οὐχ οὕτω τὰ κατὰ τὴν οἰκίαν ἐφέρετο, ὥστε βρώσεως ἐς τόσον ἀξιωτέρας μεταλαγχάνειν ἱκανοῖς εἶναι, οἱ δὲ τῆς τιμῆς τὸ τεταρτημόριον κατατιθέντες
此句属于破格结构(句法中断):句首以关系代词与格 οἷς 领起关系从句,先确立讨论的话题(“至于那些家境并不……的人”),但在主句中并未延续与格构词,而是转为使用复数主格的指示代词 οἱ δέ,作为分词 κατατιθέντες 和主要动词 ἤσθιον 的主语。
