- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.16.19-7.16.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托提拉陈述了他提出三项不可商榷条件(报复西西里人、拆毁罗马城墙、拒绝交还归降奴隶)的理由;佩拉吉乌斯则回应称使节无功而返才是最大的耻辱,遂放弃谈判并转向上帝申诉。
Σικελιῶται δὲ τὸν στόλον ἰδόντες οὐκ ἐς Γότθους ταῦτα ἀνήνεγκαν, οὐκ ἐν τοῖς ὀχυρώμασι καθεῖρξαν αὑτούς, οὐκ ἄλλο προσκρούειν τοῖς ἐναντίοις οὐδὲν ἔγνωσαν, ἀλλ’ ἀναπετάσαντες προθυμίᾳ τῇ πάσῃ τὰς τῶν πόλεων πύλας ἐδέξαντο ὑπτίαις χερσὶ τὸν τῶν πολεμίων στρατόν, ὥσπερ, οἶμαι, τὰ τῶν ἀνδραπόδων ἀπιστότατα, ἐκ χρόνου καιροφυλακοῦντες πολλοῦ δραπετεῦσαι μὲν τῆς τῶν κεκτημένων χειρός, νέους δέ1 τινας καὶ ἀγνῶτας αὑτοῖς δεσπότας εὑρεῖν.
然而西西里人一见到舰队,既未向哥特人通报此事,也未将自己关入要塞之中,更未决意对敌军进行任何抵抗;反而以极大的热情敞开城门,伸开双手迎接敌人的军队,正如我认为那些最不忠诚的奴隶一样,长期以来窥伺时机,企图从主人的手中逃脱,并为自己寻找某些素不相识的新主人。
ἐντεῦθέν τε ὁρμώμενοι καθάπερ ἐξ ἐπιτειχίσματος οἱ πολέμιοι τήν τε ἄλλην Ἰταλίαν ἀπονητὶ ἔσχον καὶ Ῥώμην τήνδε κατέλαβον, σῖτον ἐκ Σικελίας ἐπαγαγόμενοι τοσοῦτον τὸ πλῆθος, ὥστε πολιορκουμένοις ἐς ἐνιαυτοῦ μῆκος ἀντέχειν ξύμπασι Ῥωμαίοις.
敌人以此地为据点发动攻势,毫不费力地占据了意大利其余各地并攻占了这所罗马城,从西西里运来数量如此庞大的粮食,以至于对所有被围困的罗马人而言足以维持长达一年之久。
τὰ μὲν οὖν Σικελιωτῶν τοιαῦτά ἐστιν, ὧνπερ αὐτοῖς Γότθους συγγνώμονας εἶναι οὐδεμία μηχανὴ ἔσται, τοῦ τῶν ἐγκλημάτων ὄγκου παραιρουμένου τοῖς ἠδικηκόσι τὸν ἔλεον.
西西里人的行径大抵如此,哥特人绝不可能对他们予以宽恕,因为其罪行之深重已剥夺了这些作恶者蒙受怜悯的可能。
Τούτων δὲ τῶν περιβόλων ἐντὸς καθείρξαντες αὑτοὺς οἱ πολέμιοι ἐς μὲν τὸ πεδίον καταβαίνοντες παρατάσσεσθαι ἡμῖν οὐδαμῆ ἔγνωσαν, σοφίσμασι δὲ καὶ παραγωγαῖς ἀεί τε καὶ καθ’ ἡμέραν Γότθους ἐκκρούοντες κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου γεγένηνται.
此外,敌人把自己禁锢在这道城墙之内,绝不决意下到平原与我们列阵交战,反而日复一日地用诡计与拖延搪塞哥特人,出人意料地成为了我们家园的主宰。
ὅπως τοίνυν καὶ ὕστερον μὴ ταῦτα πάθοιμεν προνοεῖν ἄξιον. τοὺς γὰρ ἅπαξ ἀγνοίᾳ σφαλέντας ἐς τὴν αὐτὴν αὖθις ἐκπεπτωκέναι κακοπραγίαν οὐ προειδομένους τὴν ἀπὸ τῆς πείρας ἤδη συνειθισμένην αὐτοῖς συμφοράν, οὐ τύχης ἐναντίωμα γεγενῆσθαι δοκεῖ, ἀλλ’ ἐς ἄνοιαν τῶν ἐπταικότων, ὡς τὸ εἰκός, περιίστασθαι.2 προσθείη δ’ ἄν τις ὡς καὶ τὸν Ῥώμης καθαιρεθῆναι περίβολον μάλιστα πάντων ὑμῖν ξυνοίσει. οὐδὲ μεθ’ ἑτέρων γὰρ τὸ λοιπὸν καθειργμένοι πάντων τε ἀποκεκλεισμένοι τῶν ἀναγκαίων, πολιορκηθήσεσθε πρὸς τῶν ἐπιόντων, ἀλλὰ κινδυνεύσουσι μὲν τῇ μάχῃ πρὸς ἀλλήλους ἑκάτεροι, ἆθλον δὲ τῶν νικώντων ὑμεῖς οὐ μετὰ κινδύνων ὑμετέρων γενήσεσθε.
因此,我们应当深谋远虑,免得日后重蹈覆辙。因为那些曾因无知而犯过一次过错的人,若不预见经由经验早已熟悉的灾祸而再次堕入同样的厄运,这不可被视为命运的挫折,而理所当然地被归咎于跌倒者自身的愚蠢。人们甚至可以说,拆除罗马的城墙对你们而言更是大有裨益。因为今后你们将不再随任何一方被困于城内、断绝一切生活必需品而被进犯者围攻;相反,双方将彼此在战场上冒死决战,而你们自身无需承担危险,便可成为胜者的战利品。
τῶν μέντοι προσκεχωρηκότων ἡμῖν οἰκετῶν ἕνεκα τοσαῦτα ἐροῦμεν, ὡς, ἤνπερ ἐκείνους συνταξαμένους τε ἡμῖν ἐπὶ τοὺς ἐναντίους καὶ παρ’ ἡμῶν τὴν ὁμολογίαν κεκομισμένους τοῦ μή ποτε αὐτοὺς τοῖς πάλαι κεκτημένοις προήσεσθαι τανῦν ἐγχειρίσειν ὑμῖν γνοίημεν, οὐδὲ πρὸς ὑμᾶς τὸ πιστὸν ἕξομεν.
至于那些投奔我们的家奴,我们只需说一句话:如果我们现在决意将那些曾与我们并肩作战抵御敌人、且已获得我们绝不交还旧主之誓言的人交付于你们手中,那么我们在你们面前也将毫无信义可言。
οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τὸν τῶν ξυγκειμένων ἐς τοὺς ἁπάντων οἰκτροτάτους ὀλιγωροῦντα βέβαιον ἐς τῶν ἄλλων τινὰ τὴν αὑτοῦ γνώμην ἐνδείκνυσθαι, ἀλλ’ ὥσπερ τῆς φύσεως ἄλλο τι γνώρισμα ἐς πάντας τοὺς αὐτῷ ξυμβάλλοντας τὴν ἀπιστίαν ἀεὶ περιφέρειν φιλεῖ.”
因为一个对全人类中最可怜之人的约定尚且轻忽蔑视的人,绝不可能在对待其他任何人时展现出坚定不移的心志;相反,正如其天性的某种其他标志一样,他向来惯于对所有与他打交道的人展现背信弃义。”
Τουτίλας μὲν τοσαῦτα εἶπε, Πελάγιος δὲ ἀμείβεται ὧδε· “Κατεσπουδάσθαι σοι μάλιστα πάντων ἐμέ τε, ὦ γενναῖε, καὶ τὸ τῆς πρεσβείας ὑπειπὼν ὄνομα ἐν μοίρᾳ ἡμᾶς τῇ ἀτιμοτάτῃ ξυνέταξας.
托提拉言尽于此,佩拉吉乌斯则答道:“高贵的人啊,你预先声称我和使节的名义皆受你至高无上的尊重,却将我们置于最为受辱的境地。
ὑβρίζειν γὰρ εἰς ἄνδρα φίλον τε καὶ πρεσβευτὴν ἔγωγε οἶμαι οὐχ ὃς ἂν κατὰ κόρρης πατάξαι καὶ τῇ ἄλλῃ ἀσελγείᾳ ἐς αὐτὸν χρήσαιτο, ἀλλ’ ὃς ἂν ἄπρακτον ἀποπέμψασθαι τὸν ἐς αὐτὸν ἥκοντα γνοίη.3
因为我认为,侮辱一位身为朋友的使节之人,并不是掌掴其脸颊或对其施加其他粗暴行为的人,而是决意让前来见他的人空手而归的人。
οὐ γὰρ ὅπως τιμῆς πρὸς τῶν ὑποδεξαμένων τινὸς τύχωσι, καθεῖναι αὑτοὺς ἐς τὴν πρεσβείαν εἰώθασιν ἄνθρωποι, ἀλλ’ ὅπως τι ἀγαθὸν διαπεπραγμένοι τοῖς ἐσταλκόσιν ἐς αὐτοὺς ἐπανήξωσιν.
因为人们甘愿承担使节之任,并非为了从接见者那里博取尊重,而是为了给派遣他们的人办成某些好事之后返回他们身边。
ὥστε προπηλακισθέντας ξυνοίσει μᾶλλον διαπεπρᾶχθαί τι ὧν ἕνεκα ἦλθον ἢ λόγων ἐπιεικεστέρων ἀκούσαντας τῆς ἐλπίδος ἀποτυχόντας ἐπανελθεῖν. παραιτεῖσθαι μὲν οὖν οὐκ οἶδα ὅ τι δεῖ περὶ τούτων ὧν αὐτὸς εἴρηκας.
因此,即使饱受凌辱,若能办成前来所求的某些事,也远比听着温和中听的言辞却抱憾而归要对使节更为有益。因此,对于你所说的这些事,我实不知该恳求什么。
τί γὰρ ἄν τις ἐνοχλοίη τόν γε πρὸ τῆς ἀπολογίας ἀπειπόντα τὴν ξύμβασιν; ἐκεῖνο δὲ οὐκ ἂν σιωπῴην, ὡς ἔνδηλος εἶ ὁπόσην ἐς Ῥωμαίους τοὺς σοὶ ὅπλα ἀντάραντας φιλανθρωπίαν ἐνδείκνυσθαι μέλλεις,4 ὃς ἐς Σικελιώτας τοὺς οὐδαμῆ σοι ἀπηντηκότας ἀκήρυκτον τὸ ἔχθος ἐξενεγκεῖν ἔγνως.
对于一个在听取申辩之前便已拒绝和约的人,又有谁愿意去纠缠呢?然而有一点我绝不能缄口不言:你既然决意对绝未与你对抗过的西西里人宣泄不可调和的仇恨,那么你将对拿起武器反抗你的罗马人施以何种仁爱,便是不言而喻的了。
ἀλλ’ ἔγωγε μεθεὶς τὴν πρὸς σὲ δέησιν τὴν πρεσβείαν ἐς τὸν θεὸν μεταθήσομαι, ὃς δὴ τοῖς τὰς ἱκεσίας ὑπερφρονοῦσι νεμεσᾶν εἴωθε.”
故此,我将放弃对你的祈求,而将我的出使转向上帝;因为对于那些傲慢蔑视哀求的人,上帝向来是会降下义愤的。”
- 7.16.19ἐκ χρόνου καιροφυλακοῦντες πολλοῦ δραπετεῦσαι μὲν... εὑρεῖν δέ
分词 καιροφυλακοῦντες(窥伺时机)直接统辖两个不定式短语(δραπετεῦσαι μὲν... εὑρεῖν δέ),表达其窥伺的目的或内容(“逃离……并寻找……”)。在性数上,分词并未依随中性短语 τὰ τῶν ἀνδραπόδων ἀπιστότατα,而是依据其所指代的人(阳性复数)作了依义构词(constructio ad sensum)。
- 7.16.23τοὺς γὰρ ἅπαξ ἀγνοίᾳ σφαλέντας ἐς τὴν αὐτὴν αὖθις ἐκπεπτωκέναι κακοπραγίαν οὐ προειδομένους τὴν ἀπὸ τῆς πείρας ἤδη συνειθισμένην αὐτοῖς συμφοράν, οὐ τύχης ἐναντίωμα γεγενῆσθαι δοκεῖ, ἀλλ’ ἐς ἄνοιαν τῶν ἐπταικότων, ὡς τὸ εἰκός, περιίστασθαι.
该长句的核心骨架为不定式从句结构:主语从句 τοὺς... σφαλέντας... ἐκπεπτωκέναι(曾经跌倒者再次堕入……)受动词 δοκεῖ 统辖,后接两个形成鲜明对比的述语不定式 οὐ τύχης ἐναντίωμα γεγενῆσθαι... ἀλλ’ ἐς ἄνοιαν... περιίστασθαι(不被认为构成了命运的逆转,而是理所当然地归结为跌倒者的愚蠢)。
- 7.16.28ὑβρίζειν γὰρ εἰς ἄνδρα φίλον τε καὶ πρεσβευτὴν ἔγωγε οἶμαι οὐχ ὃς ἂν κατὰ κόρρης πατάξαι καὶ τῇ ἄλλῃ ἀσελγείᾳ ἐς αὐτὸν χρήσαιτο, ἀλλ’ ὃς ἂν ἄπρακτον ἀποπέμψασθαι τὸν ἐς αὐτὸν ἥκοντα γνοίη.
不定式 ὑβρίζειν(侮辱)在意义上的逻辑主语是由省略了先行词(ἐκεῖνον)的关系从句 ὃς ἂν... 所充当:“我认为侮辱一位朋友兼使节的,不是那个掌掴……的人,而是那个决意将……遣返的人”(οὐχ... ἀλλ'... 对比)。
- 7.16.31ἔνδηλος εἶ ὁπόσην ἐς Ῥωμαίους τοὺς σοὶ ὅπλα ἀντάραντας φιλανθρωπίαν ἐνδείκνυσθαι μέλλεις
此处使用了人称结构(ἔνδηλος εἶ 加上间接疑问句)来替代非人称句式(ἔνδηλόν ἐστιν……),字面意为“关于你打算展现何种仁慈,你是明显的”,即“你打算对……展现何种仁爱是不言而喻的”。这是古希腊语中 δῆλός εἰμι / φανερός εἰμι 等形容词的典型人称化用法。
